TLG 2894 001 :: CONSTITUTIONES APOSTOLORUM :: Constitutiones apostolorum (fort. compilatore Juliano Ariano)

CONSTITUTIONES APOSTOLORUM Eccl.
(A.D. 4)

Constitutiones apostolorum (fort. compilatore Juliano Ariano)

Source: Metzger, M. (ed.), Les constitutions apostoliques, 3 vols. [Sources chrétiennes 320, 329, 336] Paris: Cerf, 1:1985; 2:1986; 3:1987: 1:100–338; 2:116–394; 3:18–310.

  • *Lib 1–2: vol. 1
  • *Lib 3–6: vol. 2
  • *Lib 7–8: vol. 3

Citation: Book — chapter — (line)

1

t

ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ

1

pin

(1t)

ΒΙΒΛΙΟΝ Αʹ
2tΚαθολικὴ διδασκαλία περὶ λαϊκῶν
3αʹ. Περὶ πλεονεξίας. βʹ. Περὶ τοῦ μὴ ἀνθυβρίζειν ἢ ἀμύνασθαι τὸν ἀδικοῦντα.
5γʹ. Περὶ καλλωπισμοῦ καὶ τῆς ἐκεῖθεν ἁμαρτίας. δʹ. Ὅτι οὐ δεῖ περιεργάζεσθαι τοὺς κακῶς ζῶντας, ἀλλὰ τῷ οἰκείῳ ἔργῳ σχολάζειν. εʹ. Ποῖα τῆς Γραφῆς βιβλία δεῖ ἀναγινώσκειν. ϛʹ. Περὶ τοῦ ἀπέχεσθαι πάντων τῶν ἔξωθεν βιβλίων.
10ζʹ. Περὶ γυναικὸς φαύλης. ηʹ. Περὶ ὑποταγῆς γυναικὸς πρὸς ἄνδρα καὶ φιλάνδρου καὶ σώφρονος. Περὶ τοῦ μὴ καλλωπίζεσθαι γυναῖκα πιστὴν καὶ ὅπως αὐτὴ ἐν ἀγορᾷ καὶ πανταχοῦ διαγίνεσθαι χρή. θʹ. Περὶ τοῦ μὴ συλλούεσθαι ἀνδράσι γυναῖκα.
15ιʹ. Περὶ μαχίμου καὶ γλωσσώδους γυναικός.

1

pro

[Πρ.] Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι πᾶσι τοῖς ἐξ ἐθνῶν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ παντοκράτορος Θεοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πληθυνθείη ἐν ἐπιγνώσει
5αὐτοῦ. Θεοῦ φυτεία ἡ καθολικὴ Ἐκκλησία καὶ ἀμπελὼν αὐτοῦ ἐκλεκτός, οἱ πεπιστευκότες εἰς τὴν ἀπλανῆ θεοσέβειαν αὐτοῦ, οἱ τὴν αἰώνιον καρπούμενοι διὰ πίστεως βασιλείαν αὐτοῦ, δύναμιν αὐτοῦ εἰληφότες καὶ μετουσίαν ἁγίου Πνεύμα‐
10τος, ὡπλισμένοι διὰ Ἰησοῦ καὶ ἐνστερνισμένοι τὸν φόβον αὐτοῦ, ῥαντίσματος μέτοχοι τοῦ τιμίου καὶ ἀθώου αἵματος τοῦ Χριστοῦ, οἱ παρρησίαν εἰληφότες τὸν παντοκράτορα Θεὸν πατέρα καλεῖν, συγκληρονόμοι καὶ συμμέτοχοι τοῦ ἠγαπημένου Παιδὸς αὐτοῦ· ἀκούσατε διδασκαλίαν ἱεράν,
15οἱ ἀντεχόμενοι τῆς ἐπαγγελίας αὐτοῦ ἐκ προστάγματος
τοῦ Σωτῆρος, ὁμοστοίχως ταῖς ἐνδόξοις φθογγαῖς αὐτοῦ.

1

.

1

Φυλάσσεσθε, οἱ Θεοῦ υἱοί, πάντα εἰς ὑπακοὴν Θεοῦ πράσσειν, καὶ γίνεσθε εὐάρεστοι ἐν πᾶσι Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἐὰν γάρ τις ἀνομίαν μεταδιώκῃ καὶ τὰ ἐναντία τῷ θελήματι τοῦ Θεοῦ ποιῇ, ὡς παράνομον ἔθνος τῷ Θεῷ ὁ
5τοιοῦτος λογισθήσεται. Ἀπέχεσθε οὖν πάσης πλεο‐ νεξίας καὶ ἀδικίας· καὶ γὰρ ἐν τῷ Νόμῳ γέγραπται· «Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ τὸν ἀγρὸν αὐτοῦ οὐδὲ τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε ὅσα
10τοῦ πλησίον σου ἐστίν», ὅτι ἡ πᾶσα τούτων ἐπιθυμία ἐκ τοῦ πονηροῦ ὑπάρχει. Ὁ γὰρ ἐπιθυμήσας τὴν γυναῖκα ἢ τὸν παῖδα ἢ τὴν παιδίσκην τοῦ πλησίον ἤδη κατὰ διάνοιαν μοιχὸς καὶ κλέπτης ἐστίν, ἐὰν μὴ μεταγνῷ, καὶ κέκριται ὑπὸ τοῦ Κυρίου
15ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἡ δόξα τῷ Θεῷ εἰς τοὺς αἰῶνας· ἀμήν. Λέγει γὰρ ἐν τῷ Εὐαγγελίῳ, ἀνακεφα‐ λαιούμενος καὶ στηρίζων καὶ πληρῶν τὴν δεκάλογον τοῦ Νόμου· «Ὅτι ἐν τῷ Νόμῳ γέγραπται· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν», τοῦτ’ ἔστιν ἐν τῷ Νόμῳ τῷ διὰ
20Μωϋσέως ἐγὼ ἐλάλησα, νῦν δὲ ὁ αὐτὸς ὑμῖν λέγω· «Πᾶς, ὅστις ἐμβλέψει εἰς τὴν γυναῖκα τοῦ πλησίον πρὸς τὸ ἐπι‐ θυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.»
Οὕτως ἐκρίθη μοιχὸς κατ’ ἔννοιαν ὁ ἐπιθυμήσας. Ὁ δὲ τὸν βοῦν ἢ τὸν ὄνον ἐπιθυμήσας οὐκ ἐπὶ τῷ
25κλέψαι καὶ ἰδιοποιήσασθαι ἢ καὶ ἀπαγαγεῖν αὐτὰ δια‐ νοεῖται; Ἢ ὁ τὸν ἀγρὸν πάλιν ἐπιθυμήσας καὶ ἐπιμείνας τῇ τοιᾷδε διαθέσει· πονηρεύεται, ὅπως ὁρογλυφήσας ἀναγκάσῃ τὸν ἔχοντα τοῦ μηδενὸς ἀποδόσθαι αὐτῷ· φησὶν γάρ που ὁ προφήτης· «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς
30οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι.» Διὸ λέγει· «Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα.» Καὶ ἀλλαχοῦ· «Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια πατέρων αὐτοῦ, καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο.» Διό φησιν
35ὁ Μωϋσῆς· «Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου, ἃ ἔθεντο οἱ πατέρες σου.» Διὰ ταῦτα οὖν φόβοι, θάνατοι, δικαστήρια, καταδίκαι παρὰ τοῦ Θεοῦ τοῖς τοιούτοις ἐπακολουθοῦσι. Τοῖς δὲ ὑπηκόοις Θεῷ ἀνθρώποις εἷς νόμος Θεοῦ
40ἁπλοῦς, ἀληθής, ζῶν οὗτος ἐνυπάρχει· «Ὃ σὺ μισεῖς
ὑφ’ ἑτέρου σοὶ γενέσθαι, σὺ ἄλλῳ οὐ ποιήσεις.» Οὐ βούλει τῇ γυναικί σού τινα ἐμβλέψαι κακῶς εἰς διαφθορὰν αὐτῆς· μηδὲ σὺ τῇ τοῦ πλησίον σου γυναικὶ κακοήθως ἀτενίσῃς. Οὐ βούλει σου τὸ ἱμάτιον ἀρθῆναι· μηδὲ σὺ
45τὸ τοῦ ἑτέρου ἄρῃς. Οὐ θέλεις πληγῆναι, λοιδορηθῆναι, ὑβρισθῆναι· μηδὲ σὺ ἄλλῳ ταῦτα διαθῇς.

1

.

2

Ἀλλὰ καταρᾶταί σέ τις; Σὺ εὐλόγησον αὐτόν, ὅτι γέγραπται ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν· «Ὁ εὐλογῶν σε εὐλόγηται, καὶ ὁ καταρώμενός σε κεκατήραται.» Ὁμοίως καὶ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· «Εὐλογεῖτε τοὺς
5καταρωμένους ὑμᾶς.» Ἀδικούμενοι μὴ ἀνταδικήσητε, ἀλλ’ ὑπομείνατε, ὅτι λέγει ἡ γραφή· «Μὴ εἴπῃς· τίσομαι τὸν ἐχθρόν μου ἅ με ἠδίκησεν, ἀλλ’ ὑπόμεινον, ἵνα σοι βοηθήσῃ ὁ Κύριος καὶ ἐκδικίαν ἐπαγάγῃ τῷ ἀδικοῦντί σε.» Καὶ γὰρ πάλιν ἐν τῷ Εὐαγγελίῳ λέγει· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς
10ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων· καὶ ἔσεσθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.» Προσέχωμεν οὖν, ἀγαπητοί,
15ταῖς ἐντολαῖς ταύταις, ἵνα τέκνα φωτὸς εὑρεθῶμεν πράσ‐
σοντες αὐτάς.

1

.

3

Βαστάξετε οὖν, οἱ δοῦλοι καὶ υἱοὶ τοῦ Θεοῦ, ἀλλήλους. Ὁ μὲν ἀνὴρ τὴν γυναῖκα, μὴ ὑπερήφανος μηδὲ ἀλαζών, ἀλλ’ εὔσπλαγχνος, εὐμετάδοτος, τῇ ἰδίᾳ γυναικὶ μόνον βουλόμενος ἀρέσκειν καὶ ταύτην κολακεύειν
5ἐντίμως, σπουδάζων καταθύμιος εἶναι αὐτῇ, μὴ καλλωπι‐ ζόμενος εἰς τὸ ἀγρευθῆναί τινα ἑτέραν ἐπὶ σοί. Εἴτε γὰρ ἀναγκασθεὶς ὑπ’ αὐτῆς ἁμαρτήσεις εἰς αὐτήν, θάνατος παρὰ Θεοῦ ἐπελεύσεταί σοι αἰώνιος ἐν αἰσθήσει πικρῶς κολαζομένῳ. Εἴτε μὴ ποιήσεις τὸ μύσος, ἀλλ’ ἀποσει‐
10σάμενος αὐτὴν ἀρνήσῃ αὐτό, καὶ τοῦτο ἥμαρτες, εἰ καὶ μὴ ἐπ’ ἴσης, μόνον δὲ τὸ διὰ τοῦ καλλωπισμοῦ σου παγιδεῦσαι γυναῖκα εἰς τὸ ἐπιθυμῆσαί σου· ἐποίησας γὰρ τὴν τοῦτο παθοῦσαν διὰ τῆς ὀρέξεως μοιχευθῆναι ἐπὶ σοί. Ἀλλ’ οὐχ οὕτως αἴτιος ὑπάρχεις διὰ τὸ μὴ προσαποστεῖλαί σε
15τῇ ἐπὶ σὲ πεπαγιδευμένῃ· οὐ γὰρ σὺ ἐπεθύμησας αὐτῆς· μὴ συνεπιδιδοὺς δὲ αὐτῇ ἑαυτὸν ἐλεηθήσῃ ὑπὸ Κυρίου τοῦ Θεοῦ τοῦ εἰπόντος· «Οὐ μοιχεύσεις», καὶ «Οὐκ ἐπι‐ θυμήσεις». Εἰ γὰρ ἐκείνη θεασαμένη σε ἢ ἀκαίρως σοι συναντή‐
20σασα ἐπλήγη τὴν διάνοιαν καὶ προσέπεμψέν σοι, σὺ δὲ ὡς θεοσεβὴς ἠρνήσω αὐτὴν ἀπέσχου τε καὶ οὐχ ἥμαρτες εἰς
αὐτήν, ἐκείνη μέντοι τὴν καρδίαν ἐτραυματίσθη, εὐμόρφου νεωτέρου ὑπάρχοντός σου καὶ κεκαλλωπισμένου, ὥστε ἐρασθῆναί σου, ἔνοχος εὑρίσκῃ σὺ τοῦ ἐκείνης παραπτώμα‐
25τος, ὡς αἴτιος αὐτῇ σκανδάλου γενόμενος καὶ τοῦ οὐαὶ κληρονόμος. Διὸ δεήθητι Κυρίου τοῦ Θεοῦ, ὅπως μηδέν σοι διὰ τούτου κακὸν στηριχθῇ. Οὐ γὰρ ἀνθρώποις σε χρὴ ἀρέσκειν εἰς ἁμαρτίαν, ἀλλὰ Θεῷ εἰς ὁσιότητα, ζωῆς τε καὶ ἀναπαύσεως τῆς αἰωνίου ἀντέχεσθαι.
30 Τὸ ὑπὸ τῆς φύσεώς σοι δεδομένον ἐκ Θεοῦ κάλλος μὴ προσεπικαλλώπιζε, ἀλλὰ ταπεινοφρόνως μετρίασον αὐτὸ πρὸς ἀνθρώπους, οὕτως τὴν τρίχα σου τῆς κόμης μὴ παρατρέφων, μᾶλλον δὲ συγκόπτων καὶ καθαιρῶν αὐτήν, ἵνα μὴ κατακνιζομένου σου καὶ ἄσκυλτον τηροῦντος τὴν
35κεφαλὴν ἢ καταμεμυρισμένου σου ἐπαγάγῃς σεαυτῷ τὰς οὕτως ἀγρευομένας ἢ ἀγρευούσας γυναῖκας. Μηδὲ ἐπιτετηδευμένῃ σοὶ τῇ ἐσθῆτι χρήσῃ εἰς ἀπάτην, μηδὲ ἀναξυρίδας ἢ κρηπῖδάς σου τοῖς ποσὶ κακοτέχνως ὑπορ‐ ράψῃς, ἀλλὰ τὸ τῆς σεμνότητος καὶ τῆς χρείας μόνον· μηδὲ
40χρυσήλατον σφενδόνην τοῖς δακτύλοις σου περιθῇς, ὅτι ταῦτα πάντα ἑταιρισμοῦ τεκμήρια ὑπάρχει, ἅπερ παρὰ τὸ προσῆκον ἐπιτηδεύων οὐ ποιήσεις δικαίως. Πιστῷ γάρ σοι ὄντι καὶ ἀνθρώπῳ τοῦ Θεοῦ οὐκ
ἔξεστίν σοι τρέφειν τὰς τρίχας τῆς κεφαλῆς καὶ ποιεῖν
45σισόην, ὅ ἐστιν σπατάλιον, ἢ ἀπόχυμα ἢ μεριστὴν τηρεῖν· οὐδὲ μὴν ὀγκοποιεῖν διαξαίνειν τε καὶ πλάσσοντα οὔλην διατιθεῖν ἢ ξανθοποιεῖν αὐτήν, ἐπείπερ καὶ ὁ νόμος ἀπαγο‐ ρεύει φάσκων ἐν τῷ Δευτερονομίῳ· «Οὐ ποιήσετε ὑμῖν σισόην οὐδὲ ἀναξυρίδας.» Χρὴ δὲ οὐδὲ γενείου τρίχα

1

.

3

(50)

διαφθείρειν καὶ τὴν μορφὴν τοῦ ἀνθρώπου παρὰ φύσιν ἐξαλλάσσειν· «Οὐκ ἀπομαδαρώσετε γάρ, φησὶν ὁ Νόμος, τοὺς πώγωνας ὑμῶν.» Τοῦτο γὰρ γυναιξὶν εὐπρεπὲς ὁ κτίσας ἐποίησεν Θεός, ἀνδράσι δὲ ἀνάρμοστον ἐδικαίωσεν· σὺ δὲ ταῦτα ποιῶν διὰ ἀρέσκειαν ἐναντεούμενος τῷ νόμῳ,
55βδελυκτὸς γενήσῃ παρὰ Θεῷ τῷ κτίσαντί σε κατ’ εἰκόνα ἑαυτοῦ. Ἐὰν οὖν θέλῃς Θεῷ ἀρέσκειν, ἀπόσχου πάντων ὧν μισεῖ αὐτός, καὶ μηδὲν πρᾶσσε τῶν αὐτῷ ἀπαρεσκόντων.

1

.

4

Οὐκ ἔσῃ ὡς πετόμενος καὶ ἀλώμενος ἐν ταῖς ῥύμαις, ἀκαιροεπόπτης τῶν κακῶς ζώντων, ἀλλὰ τῇ τέχνῃ σου ἢ τῷ ἔργῳ σου προσέχων τὰ τῷ Θεῷ φίλα ἀναζήτει ποιεῖν, καὶ τὰ τοῦ Χριστοῦ λόγια ἀναμιμνησκόμενος
5διηνεκῶς μελέτα. Λέγει γὰρ ἡ γραφή σοι, ὅτι· «Ἐν τῷ Νόμῳ αὐτοῦ μελετήσεις ἡμέρας καὶ νυκτός, περιπατῶν ἐν ἀγρῷ καὶ ἐν οἴκῳ καθήμενος, καὶ κοιταζόμενος καὶ
διανιστάμενος, ἵνα συνιῇς ἐν πᾶσιν.»

1

.

5

Ἀλλ’ εἰ καὶ πλούσιος ὑπάρχεις, χρείαν τέχνης πρὸς τὸ τρέφεσθαι οὐκ ἔχων, ῥεμβὸς μὴ γίνου μηδὲ ἀκαιρο‐ περιπάτητος· ἀλλ’ εἴτε προσέρχῃ τοῖς πιστοῖς τε καὶ ὁμοδόξοις, συμβάλλων τὰ ζωοποιὰ προσομίλει ῥήματα.
5Εἰ δὲ μή, καθεζόμενος ἔνδον ἀναγίνωσκε τὸν Νόμον, τὰς Βασιλείους, τοὺς Προφήτας, ψάλλε τοὺς Ὕμνους, διέρχου ἐπιμελῶς τὸ Εὐαγγέλιον τὸ τούτων συμπλήρωμα.

1

.

6

Τῶν ἐθνικῶν βιβλίων πάντων ἀπέχου. Τί γὰρ σοὶ καὶ ἀλλοτρίοις λόγοις ἢ νόμοις ἢ ψευδοπροφήταις, ἃ δὴ καὶ παρατρέπει τῆς πίστεως τοὺς ἐλαφρούς; Τί γὰρ σοὶ καὶ λείπει ἐν τῷ Νόμῳ τοῦ Θεοῦ, ἵνα ἐπ’ ἐκεῖνα τὰ ἐθνόμυθα
5ὁρμήσῃς; Εἴτε γὰρ ἱστορικὰ θέλεις διέρχεσθαι, ἔχεις τὰς Βασιλείους· εἴτε σοφιστικὰ καὶ ποιητικά, ἔχεις τοὺς Προ‐ φήτας, τὸν Ἰώβ, τὸν Παροιμιαστήν, ἐν οἷς πάσης ποιήσεως καὶ σοφιστείας πλείονα ἀγχίνοιαν εὑρήσεις, ὅτι Κυρίου τοῦ μόνου σοφοῦ Θεοῦ φθογγαί εἰσιν. Εἴτε ᾀσματικῶν
10ὀρέγῃ, ἔχεις τοὺς Ψαλμούς· εἴτε ἀρχαιογονίας, ἔχεις τὴν Γένεσιν· εἴτε νομίμων καὶ παραγγελιῶν, τὸν ἔνδοξον Κυρίου τοῦ Θεοῦ Νόμον. Πάντων οὖν τῶν ἀλλοτρίων καὶ διαβολικῶν ἰσχυρῶς ἀπόσχου. Πλὴν καὶ τὸν Νόμον ἀναγινώσκων τῶν ἐν αὐτῷ
15ἐπεισάκτων ἀπόσχου, εἰ καὶ μὴ πάντων, ἀλλά τινων τῶν τῆς δευτερώσεως· μόνον δὲ πρὸς ἱστορίαν ἀναγίνωσκε, εἰς τὸ γινώσκειν σε καὶ δοξάζειν τὸν Θεόν, ὅτι ἀπὸ τοιούτων καὶ τοσούτων ἐρρύσατό σε δεσμῶν. Ἔστω δέ σοι πρὸ ὀφθαλμῶν γινώσκειν, τί νόμος φυσικὸς καὶ τί τὰ τῆς δευ‐
20τερώσεως τά τε ἐν τῇ ἐρήμῳ τοῖς μοσχοποιήσασι δοθέντα ἐπείσακτα. Νόμος γάρ ἐστιν, ἃ ἐλάλησεν Κύριος ὁ Θεὸς πρὸ τοῦ τὸν λαὸν εἰδωλολατρῆσαι, τοῦτ’ ἔστιν ἡ δεκάλογος· ἃ δὲ ἁμαρτήσασιν αὐτοῖς ἐπετέθη δεσμά, σὺ ἑαυτῷ μὴ ἐπισπάσῃ. Ὁ γὰρ σωτὴρ ἡμῶν οὐ δι’ ἕτερόν τι ἦλθεν,
25ἢ ἵνα πληρώσῃ τὸν νόμον καὶ τοὺς προφήτας καὶ τὰ δεσμὰ τῆς δευτερώσεως τῶν ἐπεισάκτων ἢ παύσῃ ἢ μεταθῇ· διὰ γὰρ τοῦτο προσκαλούμενος ἡμᾶς ἔλεγεν· «Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Σὺ οὖν, ἀναγνοὺς τὸν Νόμον σύμφωνον ὄντα τῷ Εὐαγ‐
30γελίῳ καὶ τοῖς Προφήταις, ἀναγίνωσκε καὶ τὰς Βασιλείους, ὅπως εἰδέναι ἔχοις, ὁπόσοι δίκαιοι ἐγένοντο βασιλεῖς καὶ ηὐξήθησαν ὑπὸ θεοῦ, καὶ ἡ ἐπαγγελία τῆς αἰωνίου ζωῆς αὐτοῖς διέμεινεν παρ’ αὐτῷ, ὅσοι δὲ βασιλεῖς ἐξεπόρνευσαν ἀπὸ Θεοῦ, ἐν ἀποστασίᾳ αὐτῶν συντόμως ἀπώλοντο τῇ
35τοῦ Θεοῦ δικαιοκρισίᾳ καὶ τῆς αὐτοῦ ζωῆς ἐστερήθησαν, ἀντὶ ἀναπαύσεως αἰωνίαν κόλασιν κληρωσάμενοι. Ταῦτα οὖν ἀναγινώσκων, πολὺ τῇ πίστει αὐξηθεὶς προσοικοδομηθήσῃ
Χριστῷ, οὗ σῶμα καὶ μέλος τυγχάνεις. Περιπατῶν δὲ ἐν τῇ ἀγορᾷ καὶ λούσασθαι βουλόμενος,
40χρήσῃ βαλανείῳ ἀνδρείῳ, ἵνα μὴ διὰ τὸ ἐπιδεικνύναι σε σῶμα ἐν ἀσχήμῳ ἀποκαλύψει γυναιξὶν ἢ θεάσασθαι θέαν οὐχ ἁρμόζουσαν ἀνδράσιν ἢ σὺ παγιδευθῇς ἢ παγιδεύσῃς ἐπὶ σαυτῷ. Φυλάσσου οὖν τὰ τοιαῦτα, ἵνα μὴ λάβῃς βρόχους τῇ ἑαυτοῦ ψυχῇ.

1

.

7

Μάθωμεν γάρ, τί λέγει ἐν τῇ Σοφίᾳ ὁ ἅγιος λόγος· «Υἱέ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. Εἰπὸν τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνωρίμην περιποίησαι σεαυτῷ, ἵνα
5σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται. Ἀπὸ γὰρ θυρίδος οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα, ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν παραπορευόμενον ἐν ἀγορᾷ ἐν διόδοις οἴκων αὐτῆς καὶ λαλοῦντα ἐν σκότει
10ἑσπερινῷ, ἡνίκα ἂν ᾖ ἡσυχία νυκτερινὴ καὶ γνοφώδης, ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας, ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς· χρόνον γάρ τινα ἔξω ῥέμβεται, χρόνον δὲ ἐν πλατεάις παρὰ πᾶσαν
15γωνίαν ἐνεδρεύει. Εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν,
ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ· Θυσία εἰρηνική μοι ἔστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου· ἕνεκεν τούτου ἐξῆλθον εἰς συνάντησίν σου, ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε· κηρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις
20δὲ ἔστρωκα τοῖς ἀπ’ Αἰγύπτου· διέρραγκα τὴν κοίτην μου κρόκῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ· ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι», καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει· «Ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ, βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν· ὁ
25δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς.» Καὶ πάλιν λέγει· «Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.»
30Καὶ πάλιν· «Ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν· πολλοὺς γὰρ τρώσασα καταβέβληκεν, καὶ ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκεν.» Εἰ δὲ μή, φησί, «μεταμεληθήσῃ ἐπ’ ἐσχάτων σου, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου, καὶ ἐρεῖς· Πῶς
35ἐμίσησα παιδείαν, καὶ ἐλέγχους δὲ δικαίων ἐξέκλινεν ἡ καρδία μου; Οὐκ ἤκουον φωνῆς παιδεύοντός με καὶ διδάσκον‐ τός με, οὐ παρέβαλον τὸ οὖς μου· παρ’ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ.» Ἵνα δὲ μὴ διὰ πλειόνων παρεκ‐ τείνωμεν τὰς μαρτυρίας, καὶ εἴ τινα παρήκαμεν, οἱ σοφοί,
40ἑαυτοῖς τὰ καλὰ ἐπιλέγοντες ἐκ τῶν ἱερῶν γραφῶν, ἐπι‐ στερεοῦσθε παραιτούμενοι πάντα τὰ φαῦλα εἰς τὸ ὁσίους
εὑρεθῆναι ὑμᾶς ἐν ζωῇ αἰωνίῳ παρὰ Θεῷ.

1

.

8

Ἡ δὲ γυνὴ ὑποτασσέσθω τῷ ἑαυτῆς ἀνδρί, ὅτι κεφαλὴ τῆς γυναικὸς ὁ ἀνὴρ ὑπάρχει, τοῦ δὲ ἀνδρὸς τοῦ πορευρομένου ἐν ὁδῷ δικαιοσύνης κεφαλή ἐστιν ὁ Χριστός, τοῦ δὲ Χριστοῦ κεφαλὴ ὁ ἐπὶ πάντων Θεὸς καὶ Πατὴρ
5αὐτοῦ. Μετὰ οὖν τὸν παντοκράτορα Θεὸν ἡμῶν καὶ Πατέρα, τοῦ τε ἐνεστῶτος καὶ τοῦ μέλλοντος αἰῶνος Κύριον, πάσης τε πνοῆς καὶ δυνάμεως δημιουργόν, καὶ τὸν ἠγαπημένον αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι’ οὗ ἡ δόξα τῷ Θεῷ, φοβήθητί σου τὸν ἄνδρα, ὦ γύναι,
10καὶ ἐντράπηθι αὐτόν, ἀρέσκουσα μόνῳ αὐτῷ, ὑπάρχουσα αὐτῷ εὐάρεστος ἐν ταῖς διακονίαις αὐτοῦ, ἵνα καὶ ἐπὶ σοὶ μακαρισθῇ ὁ ἀνὴρ διὰ τῆς Σοφίας τῆς λεγούσης διὰ Σολομῶντος τάδε· «Γυναῖκα δὲ ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ
15ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ κατὰ πάντα τὸν βίον. Μυρευομένη ἔριον καὶ λίνον ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς, ἐγένετο ὡς ναῦς ἐμπορευομένη μακρόθεν συνάγουσα αὐτῷ
20τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν τῶν χειρῶν αὐτῆς ἐφύτευσεν κτῆμα. Ἀναζωσαμένη τὴν ὀσφὺν αὐτῆς ἤρεισεν τοὺς ἑαυτῆς βραχίονας, καὶ ἐγεύσατο, ὅτι καλὸν τὸ ἐργάζεσθαι,
25καὶ οὐκ ἀποσβέννυται αὐτῆς ὁ λύχνος ὅλην τὴν νύκτα·
τοὺς πήχεις αὐτῆς ἐκτείνει εἰς τὰ χρήσιμα, τὰς χεῖρας ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι, καρπὸν δὲ ἐξέτεινεν πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, πάντες γὰρ οἱ παρ’ αὐτῇ εἰσιν ἐνδεδυμένοι
30δισσὰς στολάς, καὶ χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς, ἐκ βύσσου καὶ πορφύρας ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς, ἡνίκα ἂν κάθηται ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων τῶν κατ’ οἶκον. Σινδόνας ἐποίησεν καὶ ἀπέδοτο τοῖς Φοίνιξιν, περιζώματα δὲ τοῖς Χαναναίοις·
35ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Τὸ στόμα αὐτῆς διήνοιξεν σοφῶς καὶ προσ‐ ηκόντως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς· στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν· τὸ στόμα αὐτῆς διήνοιξεν σοφῶς καὶ ἐννόμως, θεσμοὶ δὲ
40ἐλεημοσύνης αὐτῆς ἐπὶ τῆς γλώσσης αὐτῆς. Ἀνέστησαν τὰ τέκνα αὐτῆς καὶ πλουτήσαντα ᾔνεσαν αὐτήν, καὶ ὁ ἀνὴρ αὐτῆς ἐπῄνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν· σὺ δὲ καθυπέρκησαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον
45κάλλος γυναικὸς μὴ ἔστω ἐν σοί· γυνὴ γὰρ εὐσεβὴς εὐλο‐ γεῖται, φόβον δὲ Κυρίου αὐτὴ αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.» Καὶ πάλιν· «Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς.» Καὶ πάλιν· «Πολλαὶ γυναῖκες ᾠκοδόμησαν

1

.

8

(50)

οἶκον.» Μεμαθήκατε, ὁποῖα ἐγκώμια γυνὴ σώφρων καὶ φίλανδρος λαμβάνει ἀπὸ Κυρίου τοῦ Θεοῦ. Εἰ πιστὴ καὶ ἀρεστὴ Κυρίῳ βούλει εἶναι, ὦ γύναι, μὴ καλλωπίζου ἐπὶ τῷ ἀρέσκειν σε ἀλλοτρίοις ἀνδράσιν, μηδὲ τὰ τῆς ἑται‐
55ριζομένης ἐμπλέγματα ἢ ἐνδύματα ἢ ὑποδέσεις μιμοῦ φορεῖν ἐπὶ τὸ ὑπάγεσθαι σε τοὺς εἰς τὰ τοιαῦτα παγιδευομέ‐ νους. Καὶ γὰρ εἰ σὺ οὐκ ἐπὶ τὸ ἁμαρτάνειν ταῦτα ποιεῖς τὰ μύση, ἐπὶ δὲ τὸ μόνον καλλωπίζεσθαι, οὐδ’ οὕτως ἐκφεύξῃ τὴν δίκην εἰς τὰ μετὰ ταῦτα, ἀναγκάσασα ἐπε‐
60νεχθῆναί σοί τινα εἰς τὸ ἐπιθυμῆσαί σου, καὶ μὴ ἑαυτὴν φυλάξασα ἐπὶ τὸ μήτε σὲ ὑποπεσεῖν ἁμαρτίᾳ μήτε μὴν ἑτέρους σκανδάλῳ. Εἰ δὲ καὶ ἁμαρτήσεις ἐνδοῦσα ἑαυτήν, καὶ σὺ ἐπλημμέλησας κἀκείνου ἔνοχος τῆς ψυχῆς ἐγένου. Εἶτα ἁμαρτήσασα ἐφ’ ἑνί, ὥσπερ ἀπογνοῦσα εἰσάπαξ,
65ἐφ’ ἑτέρους ἐκτραπήσῃ πάλιν ἀπηλγηκυῖα, καθά φησιν ὁ θεῖος λόγος· «Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.» Ἡ γὰρ τοιαύτη λοιπὸν ἀφειδῶς τετρωμένη παγιδεύει ψυχὰς ἀφρόνων. Μάθωμεν οὖν καὶ τὰς τοιαύτας πῶς
70θριαμβεύει ὁ θεῖος λόγος φάσκων· «Ἐμίσησα ὑπὲρ τὸν θάνατον σὺν τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγήνη καρδίας, δεσμοὶ αἱ χεῖρες αὐτῆς.» Καὶ ἐν ἄλλοις·
«Ὥσπερ ἐνώτιον χρυσοῦν ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος.» Καὶ πάλιν· «Ὥσπερ ἐν ξύλῳ σκώληξ,
75οὕτως ἀπόλλυσιν ἄνδρα γυνὴ κακοποιός.» Καὶ πάλιν· «Κρεῖσσον ἐστὶν οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμης.» Μὴ οὖν μιμεῖσθε τὰς τοιαύτας γυναῖκας ὑμεῖς αἱ χριστιαναὶ ὑπάρχουσαι. Πιστὴ δὲ θέλουσα εἶναι, τῷ σῷ
80ἀνδρὶ πρόσεχε ἐπὶ τὸ ἀρέσκειν αὐτῷ μόνῳ, ἐν δὲ ταῖς πλα‐ τείαις σκέπουσα τὴν κεφαλήν σου· διὰ γὰρ τῆς ἐπικαλύψεως ἀποκλείσεις τὴν θέαν τοῖς περιεργοτέροις. Μὴ κατα‐ ζωγράφει σου τὸ ὑπὸ Θεοῦ σοὶ πεποιημένον πρόσωπον· οὐδὲν γὰρ ἐν σοί, ὃ κοσμήσεως δέεται, ἐπείπερ· «Πάντα,
85ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν»· ἀσελγὴς δὲ ἐν καλῷ ἐπικόσμησις τεχνίτου χάριν ἐνυβρίζει. Κάτω βλέπουσα τὴν ὁδοιπορίαν σου ποιοῦ περικαλύπτουσα ἑαυτήν, καθὼς πρέπει γυναιξίν.

1

.

9

Περιίστασο καὶ τὴν ἐν βαλανείῳ μετὰ ἀνδρῶν ἄτακτον γινομένην λοῦσιν· πολλὰ γὰρ τὰ δίκτυα τοῦ πονηροῦ. Ἀνδρόγυνον γυνὴ πιστὴ μὴ λουέσθω· εἰ γὰρ περικαλύπτεται τὸ πρόσωπον τὴν ἀπ’ ἀλλοτρίων ἀνδρῶν
5ὄψιν μετὰ αἰδοῦς κρύπτουσα, πῶς γυμνὴ μετὰ ἀνδρῶν ἡ τοιαύτη εἰς λουτρὸν εἰσελεύσεται; Γυναικείου δὲ ὄντος βαλανείου, εὐτάκτως μετὰ αἰδοῦς μεμετρημένως λουέσθω. Μὴ περισσοτέραν δὲ λοῦσιν ποιείσθω, μηδὲ πολλὴν μηδὲ
πολλάκις μηδὲ ἐν μέσῃ τῇ ἡμέρᾳ, ἀλλ’ εἰ δυνατὸν μηδὲ
10καθ’ ἡμέραν. Ὥρα δέ σοι ἔστω τακτὴ ἡ τῆς καιρολουσίας δεκάτη· δεῖ γάρ σε πιστὴν οὖσαν ἐκ παντὸς καὶ πάντοτε τὴν πολυόφθαλμον περιεργίαν φεύγειν.

1

.

10

Τὸ δὲ μάχιμόν σου πρὸς πάντας, μάλιστα δὲ πρὸς τὸν ἄνδρα σου, περίκοψον πιστὴ ὑπάρχουσα, ἵνα σου ὁ ἀνήρ, ἐὰν ᾖ πιστὸς ἢ ἐθνικός, μὴ διὰ σὲ σκανδαλισθεὶς βλασφημήσῃ Θεὸν καὶ σὺ τοῦ οὐαὶ κληρονόμος εὑρεθήσῃ
5παρὰ Θεῷ. «Οὐαὶ γάρ, φησίν, δι’ οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.» Εἰ δὲ πιστὸς ὑπάρχει σου ὁ ἀνήρ, ἀναγκασθήσεται ὡς εἰδὼς τὰς γραφὰς εἰπεῖν τὸ ῥῆμα τὸ γεγραμμένον ἐν τῇ Σοφίᾳ· «Κρεῖσσον οἰκεῖν ἐν ἐρήμῳ, ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμης.»
10Αἱ οὖν γυναῖκες διὰ τῆς αἰδοῦς καὶ πραότητος τὴν θεο‐ σέβειαν ἐνδείκνυσθε εἰς ἐπιστροφὴν καὶ προτροπὴν πίστεως καὶ τοῖς ἐκτὸς πᾶσιν εἴτε γυναιξὶν εἴτε ἀνδράσιν. Καὶ εἰ δι’ ὀλίγων νουθετήσαντες ἐπαιδεύσαμεν ὑμᾶς, ἀδελφαὶ καὶ θυγατέρες καὶ μέλη ἡμῶν, ὡς σοφαὶ καὶ αὐταὶ ἀλοι‐
15δόρητοι τοῦ βίου, ἐκζητεῖτε μαθήματα γινώσκειν, δι’ ὧν δυνήσεσθε τῇ τοῦ Κυρίου ἡμῶν ἐγγίσαι βασιλείᾳ εὐαρέστως
καὶ ἀναπαύσασθαι.

2

pin

(1t)

ΒΙΒΛΙΟΝ Βʹ
2tΠερὶ ἐπισκόπων, πρεσβυτέρων καὶ διακόνων
3Ὅτι τὸ ἀγράμματον εἶναι, ἔμπειρον δὲ τοῦ λόγου, οὐ κωλύει αʹ. πρὸς ἐπισκοπήν.
5βʹ. Οἷον εἶναι χρὴ τὸν ἐπίσκοπον καὶ τοὺς λοιποὺς κληρικούς. γʹ. Τίνα χρὴ δοκιμάζεσθαι τὸν ἐπίσκοπον προχειριζόμενον. δʹ. Ὅτι οὐχ ἑκάστῃ χήρᾳ δεῖ μεταδιδόναι, ἀλλ’ ἔσθ’ ὅτε καὶ τὴν ὕπανδρον δεομένην προκρίνειν, καὶ ὅτι καταφαγῇ, μεθύσῳ, ἀργῷ, οὐ μεταδιδόναι χρή.
10εʹ. Ὅτι χρὴ ἀπροσωπόληπτον εἶναι τὸν ἐπίσκοπον ἐν τῷ κρίνειν, καὶ τὸ ἦθος μέτριον καὶ τὴν δίαιταν συνεσταλμένον. ϛʹ. Περὶ τοῦ μὴ εἶναι τὸν ἐπίσκοπον αἰσχροκερδῆ, μήτε δὲ ἐγγυᾶσθαι ἢ συνηγορεῖν. ζʹ. Οἷον χρὴ εἶναι τὸν μεμυημένον.
15ηʹ. Περὶ συκοφαντουμένου, ἤτοι ἐλεγχομένου. θʹ. Ὅτι ἀδωροδόκητον εἶναι χρὴ τὸν ἐπίσκοπον. ιʹ. Ὅτι ὁ ἐπίσκοπος ἀκρίτως φειδόμενος τοῦ ἡμαρτηκότος ὑπαίτιος γίνεται. ιαʹ. Ὅπως χρὴ τὸν ἐπίσκοπον κρίνειν τοὺς ἁμαρτάνοντας.
20ιβʹ. Διδασκαλία ὅπως χρὴ προσφέρεσθαι τοῖς μετανοοῦσι καὶ τούτων παραδείγματα διαφορά. ιγʹ. Ὅτι χρὴ φεύγειν τῶν ἁμαρτημάτων τὴν πεῖραν. ιδʹ. Ὅτι χρὴ φεύγειν οὐ τὴν ἐν λόγῳ κοινωνίαν πρὸς τοὺς ἁμαρτά‐
νοντας, ἀλλὰ τὴν ἐν ἔργῳ.
25ιεʹ. Ὅτι οὐ χρὴ τὸν ἱερέα μήτε παρορᾶν τὰ ἁμαρτήματα, μήτε πρό‐ χειρον εἶναι ἐν τῷ τιμωρεῖσθαι. ιϛʹ. Περὶ μετανοίας καὶ τίς αὐτῆς ὁ τρόπος καὶ ὅπως κατορθοῦται. ιζʹ. Ὅτι ἀνεπίληπτον εἶναι χρὴ τὸν ἐπίσκοπον, ὡς τύπον τῶν ἀρχο‐ μένων.
30ιηʹ. Ὅτι χρὴ τὸν ἐπίσκοπον φροντίζειν ὅπως λαὸς μὴ πλημμελῇ διὰ τὸ εἶναι αὐτὸν σκοπόν. ιθʹ. Ὅτι καὶ ὁ ποιμὴν ἀμελῶς φερόμενος περὶ τὰ πρόβατα δίκην τίννυσιν, καὶ τὸ πρόβατον μὴ πειθαρχοῦν τῷ ποιμένι κολάζεται. κʹ. Ὅπως χρὴ τοὺς λαϊκοὺς τιμᾶν τοὺς ἐπισκόπους καὶ μάλιστα τοὺς
35ἀγαθούς. καʹ. Ὅτι κίνδυνος μονομερῆ κρίσιν ποιεῖσθαι καὶ τιμωρίαν ὁρίσαι κατὰ τοῦ μηδέπω ἐλεγχθέντος. κβʹ. Ὅτι μέγα παράδειγμα μετανοίας πρόκειται Δαβίδ, καὶ Νινευῖται, Ἐζεχίας τε καὶ ὁ τούτου υἱὸς Μανασσῆς.
40κγʹ. Πρὸς τοὺς ἐκ καταφρονήσεως ἁμαρτάνοντας ἔσω παράδειγμα Ἀμών. κδʹ. Ὅτι ὁ Χριστὸς καὶ Κύριος ἡμῶν παρεγένετο ἁμαρτωλοὺς σῶσαι διὰ μετανοίας. κεʹ. Περὶ ἀπαρχῶν καὶ δεκατῶν, καὶ ὅπως ὁφείλει ὁ ἐπίσκοπος ἢ
45αὐτὸς μεταλαμβάνειν ἐξ αὐτῶν ἢ ἑτέροις διανέμειν. κϛʹ. Εἰ τίνος τύπον καὶ ἀξίαν ἕκαστος τῶν ἐν τῷ κλήρῳ τέτακται παρὰ Θεῷ. κζʹ. Ὅτι φρικῶδες ἄνθρωπον ἑαυτὸν ἐπιρρίπτειν ἀξιώματί τινι ἱερατικῷ, ὡς οἱ Κορεῖται, ὡς Σαούλ, ὡς Ὀζίας.

2

pin

(50)

κηʹ. Περὶ δοχῆς, καὶ ὅπως χρὴ ἕκαστον τάγμα τοῦ κλήρου ὑπὸ τῶν προσκαλουμένων τιμᾶσθαι. κθʹ. Τίς ἡ ἀξία τοῦ ἐπισκόπου καὶ τοῦ διακόνου. λʹ. Ὅπως χρὴ τοὺς λαϊκοὺς πειθαρχεῖν τοῖς διακόνοις. λαʹ. Ὅτι οὐ χρὴ τὸν διάκονον ἄνευ τοῦ ἐπισκόπου τι πράττειν.
55λβʹ. Ὅτι οὐ χρὴ τὸν διάκονον παρὰ γνώμην τοῦ ἐπισκόπου διδόναι τινί, ἐπὶ διαβολῇ γὰρ τοῦ ἐπισκόπου τοῦτο πράξει. λγʹ. Ὅπως χρὴ τιμᾶσθαι τοὺς ἱερεῖς καὶ σεπτοὺς ἡγεῖσθαι, πνευμα‐ τικοὺς ὄντας γονεῖς.
λδʹ. Ὅτι ἀρχόντων καὶ βασιλέων εἰσὶ κρείττους οἱ ἱερεῖς.
60λεʹ. Ὅτι παρακελεύονται οἱ νόμοι καρποφορεῖν, ὡσαύτως καὶ τὸ Εὐαγγέλιον. λϛʹ. Ὑπόμνησις τῶν δέκα τοῦ Θεοῦ λογίων καὶ ὅπως αὐτὰ ἐνταῦθα διαγορεύουσι. ιζʹ. Περὶ κατηγόρων καὶ συκοφαντῶν καὶ ὅπως χρὴ μὴ προχείρως
65πιστεύειν ἢ ἀπιστεῖν τούτοις τὸν κριτήν, ἀλλὰ μετὰ ἀκριβοῦς ἐξετάσεως. ληʹ. Ὅτι χρὴ τοὺς ἁμαρτάνοντας ἰδιαζόντως ἐξελέγχειν καὶ τοὺς μετανοοῦντας προσδέχεσθαι, κατὰ τὴν τοῦ Κυρίου διάταξιν. λθʹ. Παραδείγματα περὶ μετανοίας.
70μʹ. Ὅτι οὐ χρὴ ἐχθρωδῶς διακεῖσθαι περὶ τὸν ἅπαξ ἢ δεύτερον ἁμαρτάνοντα. μαʹ. Ὅπως δεῖ προσίεσθαι τὸν μετανοοῦντα καὶ ὅπως διαγίνεσθαι πρὸς ἁμαρτάνοντας καὶ πότε ἐκκόπτειν τῆς ἐκκλησίας. μβʹ. Ὅτι χρὴ ἀπροσωπόληπτον εἶναι τὸν κριτήν.
75μγʹ. Ὅπως χρὴ τοὺς συκοφάντας τιμωρεῖσθαι. μδʹ. Ὅτι χρὴ τὸν διάκονον ἐπικουφίζειν τὸ βάρος τῶν ἐπισκόπων καὶ διευθύνειν τὰ κουφότερα. μεʹ. Ὅτι μὴ προσῆκον χριστιανοῖς ἀντιλογίαι καὶ διαπληκτισμοί. μϛʹ. Ὅτι οὐ χρὴ τοὺς πιστοὺς ἐπὶ τῶν ἀπίστων δικάζεσθαι, οὔτε
80μὴν ἐξ αὐτῶν τινα καλεῖν εἰς μαρτυρίαν τὴν κατὰ Χριστιανῶν. μζʹ. Ὅτι χρὴ ἐν δευτέρᾳ σαββάτων ποιεῖσθαι τὰς δίκας. μηʹ. Ὅτι μὴ χρὴ τὴν αὐτὴν ἐπάγειν τιμωρίαν ἐπὶ πάσης πλημμελείας, ἀλλὰ διάφορον πρὸς τὸ διάφορον τοῦ ἁμαρτάνοντος. μθʹ. Ὁποίους εἶναι χρὴ τοὺς κατηγόρους ἢ τοὺς μάρτυρας.
85νʹ. Ὅτι ἐγχωρεῖ τινὰ καὶ ἐκ προτέρων κακῶν μὴ ἀπιστεῖσθαι τὰ δεύτερα. ναʹ. Ὅτι οὐ χρὴ μονομερεῖς τὰς κρίσεις ποιεῖσθαι. νβʹ. Παράδειγμα τοῦ δικαίου κρίματος ἡ τῶν ἔξωθεν δικαστῶν περὶ τὰς ἀποφάσεις ἀσφάλεια.
90νγʹ. Ὅτι μὴ χρὴ κατ’ ἀλλήλων ἔχειν τοὺς πιστούς. νδʹ. Ὅτι χρὴ τοὺς ἐπισκόπους τὰ περὶ εἰρήνης διὰ τοῦ διακόνου ὑπομιμνήσκειν τῷ λαῷ. νεʹ. Ἀπαρίθμησις διαφόρου προνοίας, καὶ ὅπως ἐξ ἀρχῆς καθ’ ἑκάστην
γενεὰν ἐκάλεσεν ὁ Θεὸς εἰς μετάνοιαν ἅπαντας.
95νϛʹ. Ὅτι θέλημα τοῦ Θεοῦ ὁμόφρονας εἶναι τοὺς ἀνθρώπους περὶ τὴν εὐσέβειαν, παραπλησίως ταῖς ἐν οὐρανῷ δυνάμεσι. νζʹ. Διατύπωσις ἐκκλησίας καὶ κλήρου, καὶ τί ἕκαστος ἐπιτελεῖν ὀφείλει τῶν συναθροιζομένων κληρικῶν ἢ λαϊκῶν ἐν τῇ συνάξει. νηʹ. Περὶ συστατικῶν καὶ ὡς οὐ χρὴ ἀδιαφορεῖν.

2

pin

(100)

νθʹ. Ὅτι χρὴ ἕκαστον ὄρθρου καὶ ἑσπέρας σπουδαῖον εἶναι περὶ τὰς συνάξεις. ξʹ. Παράδειγμα πρὸς ζῆλον ἐνάγον ἡ Ἑλλήνων καὶ Ἰουδαίων μάταιος συνδρομὴ ἐπὶ τοὺς νεὼς καὶ τὰς συναγωγάς. ξαʹ. Ὅτι οὐχ ὅσιον προκρίνειν τὰ ἰδιωτικὰ τῶν θείων.
105Περὶ ἀδιαφορίας· καὶ ὅτι οὐ χρὴ συντρέχειν τὸν πιστὸν εἰς Ἰου‐ δαίων συναγωγὰς ἢ αἱρετικῶν εὐκτήριον ἢ Ἑλλήνων θεάματα. ξβʹ. Ὅτι πάντα τὰ τῶν Ἑλλήνων ἀσεβήματα ἀποστρέφεσθαι χρή. ξγʹ. Ὅτι ἀργὸν οὐ χρὴ ἐσθίειν τινὰ τῶν πιστῶν· ὡς οἱ περὶ Πέτρον ἁλιεῖς καὶ οἱ λοιποὶ ἀπόστολοι, οἱ δὲ περὶ Παῦλον καὶ Ἀκύλαν
110σκηνοποιοί, οἱ δὲ περὶ Ἰούδαν Ἰακώβου γῆς ἐργάται, ἱστορεῖ
Ἡγήσιππος καὶ Τερτυλιανὸς ὁ Ῥωμαῖος.

2

.

1

Περὶ δὲ τῶν ἐπισκόπων οὕτως ἠκούσαμεν παρὰ τοῦ Κυρίου ἡμῶν· τὸν ποιμένα τὸν καθιστάμενον ἐπίσκοπον εἰς τὰς Ἐκκλησίας ἐν πάσῃ παροικίᾳ δεῖ ὑπάρχειν ἀνέγ‐ κλητον, ἀνεπίληπτον, ἀνέπαφον πάσης ἀδικίας ἀνθρώπων,
5οὐκ ἔλαττον ἐτῶν πεντήκοντα, ὅτι τρόπῳ τινὶ τὰς νεωτερικὰς ἀταξίας καὶ τὰς ἔξωθεν διαβολὰς ἐκπεφευγὼς ὑπάρχει πρὸς τάς τινων ψευδαδέλφων εἰς πολλοὺς ἐπιφιρομένας βλασφημίας οὐ γινωσκόντων ῥῆμα Θεοῦ τὸ ἐν τῷ Εὐαγγελίῳ· «Ὃς ἂν λαλήσῃ ῥῆμα ἀργόν, ἀποδώσει περὶ αὐτοῦ λόγον τῷ
10Κυρίῳ ἐν ἡμέρᾳ κρίσεως». Καὶ πάλιν· «Ἐκ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ.» Ἔστω οὖν, εἰ δυνατόν, πεπαιδευμένος· εἰ δὲ καὶ ἀγράμ‐ ματος, ἀλλ’ οὖν ἔμπειρος τοῦ λόγου, καθήκων τῇ ἡλικίᾳ. Εἰ δὲ καὶ ἐν παροικίᾳ μικρᾷ ὑπαρχούσῃ που προβε‐
15βηκὼς τῷ χρόνῳ μὴ εὑρίσκηται μεμαρτυρημένος καὶ σοφὸς εἰς ἐπισκοπὴν κατασταθῆναι, νέος δὲ ᾖ ἐκεῖ, μεμαρτυρημένος ὑπὸ τῶν συνόντων αὐτῷ ὡς ἄξιος ἐπισκοπῆς, διὰ τῆς νεότητος ἐν πραότητι καὶ εὐταξίᾳ γῆρας ἐπιδεικνύμενος, δοκιμασθείς, εἰ ὑπὸ τῶν πάντων οὕτως μαρτυρεῖται, καθι‐
20στάσθω ἐν εἰρήνῃ. Καὶ γὰρ Σολομὼν δωδεκαετὴς τοῦ Ἰσραὴλ ἐβασίλευσεν, καὶ Ἰωσίας ἐν δικαιοσύνῃ ὀκτὼ ἐτῶν ἐβασίλευσεν, ὁμοίως δὲ καὶ Ἰωὰς ἑπτὰ ἐτῶν ἦρξεν τοῦ λαοῦ. Ὥστε εἰ καὶ νέος, ἀλλὰ πρᾶος ὑπαρχέτω δεῖλός τε
25καὶ ἡσύχιος, ὅτι λέγει διὰ τοῦ Ἡσαΐου Κύριος ὁ Θεός· «Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους διαπαντός;» Ὁμοίως καὶ ἐν τῷ Εὐαγγελίῳ οὕτως· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Ἔστω δὲ καὶ ἐλεήμων,
30ὅτι πάλιν εἴρηται· «Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.» Ἔστω δὲ καὶ εἰρηνοποιός, ὅτι πάλιν λέγει· «Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.» Γινέσθω δὲ καὶ εὐσυνείδητος, πάσης κακίας καὶ πονηρίας καὶ ἀδικίας κεκαθαρμένος, ὅτι πάλιν
35εἴρηται· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.»

2

.

2

Ἔστω οὖν καὶ νηφάλιος, σώφρων, κόσμιος, εὐσταθής, ἀτάραχος, μὴ πάροινος, μὴ πλήκτης, ἀλλ’
ἐπιεικής, ἄμαχος, ἀφιλάργυρος· μὴ νεόφυτος, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ὅτι· «Πᾶς ὁ
5ὑψῶν ἑαυτὸν ταπεινωθήσεται». Τοιοῦτον δὲ δεῖ εἶναι τὸν ἐπίσκοπον· μιᾶς γυναικὸς ἄνδρα γεγενημένον μονογάμου, καλῶς τοῦ ἰδίου οἴκου προεστῶτα. Οὕτως γὰρ δοκιμα‐ ζέσθω, ὁπόταν τὴν χειροτονίαν λαμβάνων καθίσταται ἐν τῷ τόπῳ τῆς ἐπισκοπῆς· εἰ ἔστι πιστὸς καὶ κόσμιος καὶ
10σεμνός, εἰ γυναῖκα πιστὴν καὶ σεμνὴν ἔχει ἢ ἔσχηκεν, εἰ τέκνα θεοσεβῶς ἀναθρέψας καὶ ἐν νουθεσίᾳ Κυρίου παι‐ δεύσας προήγαγεν, εἰ οἱ κατ’ οἶκον αὐτοῦ, εὐλαβούμενοι καὶ ἐντρεπόμενοι αὐτόν, ὑπήκοοι πάντες εἰσὶν αὐτῷ. Εἰ γὰρ οἱ κατὰ σάρκα ἴδιοι αὐτοῦ πρὸς αὐτὸν στασιάζουσιν
15καὶ ἀπειθοῦσιν, πῶς οἱ ἔξω τῆς οἰκίας αὐτοῦ ἴδιοι γενόμενοι αὐτῷ ὑποταγήσονται;

2

.

3

Δοκιμαζέσθω οὖν, εἰ ἄμωμός ἐστιν περὶ τὰς βιωτικὰς χρείας· γέγραπται γάρ· «Μωμοσκοπεῖσθε τὸν μέλλοντα εἰς ἱερωσύνην προχειρίζεσθαι.» Ὑπαρχέτω οὖν καὶ ἀόργητος, ὅτι λέγει ἡ Σοφία· «Ὀργὴ καὶ φρονίμους
5ἀπόλλυσιν.» Ἔστω δὲ εὔσπλαγχνος, ἀβάναυσος, ἀγαπητι‐ κός, ὅτι λέγει Κύριος· «Ἐν τούτῳ γνώσονται πάντες,
ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.»

2

.

4

Ἔστω καὶ εὐμετάδοτος, φιλόχηρος, φιλόξενος, ὑπηρετικός, εὐδιάκονος, εὔσκυλτος, ἀνεπαίσχυντος, εἰδὼς τὸν μᾶλλον ὄντα ἄξιον ὑπολήψεως. Εἰ γὰρ χήρα τις ὑπάρχουσα ἡ δυναμένη ἐπαρκεῖν ἐν τῷ βίῳ τὰ χρηστήρια,
5ἑτέρα δὲ οὐ χήρα, ἀλλ’ ἐνδεὴς ὑπάρχει καὶ διὰ νόσον ἢ τεκνοτροφίαν ἢ δι’ ἀσθένειαν χειρῶν, ἐπὶ ταύτην μᾶλλον ἐκτεινάτω τὴν χεῖρα. Εἰ δέ τις ὡς καταφαγᾶς ἢ μέθυσος ἢ ἀργὸς ἐν τοῖς βιωτικοῖς θλίβεται, οὐκ ἔστιν ἄξιος ἐπικου‐ ρίας, οὔτε μὴν Ἐκκλησίας Θεοῦ. Λέγει γὰρ ἡ γραφὴ περὶ
10τούτων φάσκουσα, ὅτι «Κρύψας ὀκνηρὸς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν κόλπον οὐ δυνήσεται ἀπενεγκεῖν αὐτὴν εἰς τὸ στόμα αὐτοῦ.» Καὶ πάλιν· «Ὁ ἀργὸς περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρωγότα πᾶς
15ὑπνώδης.» Καὶ ἐν ἄλλοις· «Ἐὰν δὲ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περι‐ πατήσεις γυμνότερος ὑπέρου.» Ὡς ἀληθῶς γὰρ μήτηρ ἐστὶν ἡ ἀργία τοῦ λιμοῦ.

2

.

5

Ἔστω δὲ ὁ ἐπίσκοπος ἀπροσωπόληπτος, μήτε πλούσιον ἐντρεπόμενος ἢ κολακεύων παρὰ τὸ προσῆκον, μήτε πένητα παρορῶν ἢ καταδυναστεύων. «Οὐ λήψῃ
γάρ, φησὶν ὁ Θεὸς τῷ Μωϋσῇ, πρόσωπον πλουσίου, καὶ
5πένητα οὐκ ἐλεήσεις ἐν κρίσει, ὅτι τοῦ Κυρίου ἡ κρίσις.» Καὶ πάλιν· «Δικαίως διώξει τὸ δίκαιον.» Τροφῇ καὶ ποτῷ λυσιτελὴς καὶ αὐτάρκης ὑπαρχέτω ὁ ἐπίσκοπος, ἵνα δυνηθῇ νήφειν πρὸς τὸ νουθετεῖν τοὺς ἀπαιδεύτους· ἔστω μὴ δάπανος, μὴ τρυφητής, μὴ ἡδύβιος, μὴ χρηστο‐
10φάγος. Ἔστω δὲ ἀνεξίκακος, μακρόθυμος ἐν ταῖς νουθεσίαις, πολυδιδακτικός, μελετῶν καὶ σπουδάζων ἐν ταῖς κυριακαῖς βίβλοις, πολὺ ἐν ἀναγνώσμασιν, ἵνα τὰς γραφὰς ἐπιμελῶς ἑρμηνεύῃ, ὁμοστοίχως τοῖς Προφήταις καὶ τῷ Νόμῳ τὸ
15Εὐαγγέλιον ἑρμηνεύων· ὁμοίως τῷ Εὐαγγελίῳ στοιχείτωσαν αἱ ἐκ Νόμου καὶ Προφητῶν ἑρμηνεῖαι. Λέγει γὰρ ὁ Κύριος Ἰησοῦς· «Ἐρευνᾶτε τὰς γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.» Καὶ πάλιν· «Περὶ γὰρ ἐμοῦ Μωϋσῆς ἔγραψεν.» Πρὸ πάντων δὲ διαστολεὺς ἀγαθὸς
20γινέσθω, νόμον καὶ δευτέρωσιν διαιρῶν, καὶ δεικνύων τί νόμος ἐστὶν πιστῶν καὶ τί δεσμὰ ἀπίστων, ἵνα μή τις ὑποπέσῃ τοῖς δεσμοῖς. Ἐπιμελοῦ οὖν τοῦ λόγου, ἐπίσκοπε, ἵνα, εἰ δυνατόν σοι, πάντα κατὰ λέξιν ἑρμηνεύσῃς καὶ ἐν πολλῇ διδαχῇ πλουσίως τρέφῃς καὶ ποτίζῃς τὸν λαόν σου
25τὸν φωτισμὸν τοῦ νόμου. «Φωτίσατε γάρ, φησὶν ὁ Θεός,
ἑαυτοῖς φῶς γνώσεως, ὡς ἔτι καιρός.»

2

.

6

Ἔστω δὲ ὁ ἐπίσκοπος μὴ αἰσχροκερδής, καὶ μάλιστα ἐπὶ τῶν ἐθνῶν, βλαπτόμενος μᾶλλον ἢ βλάπτων, μὴ πλεονέκτης, μὴ ἅρπαξ, μὴ ἀποστερητής, μὴ φιλοπλού‐ σιος, μὴ μισόπτωχος, μὴ κατάλαλος, μὴ ψευδομάρτυς, μὴ
5θυμώδης, μὴ φιλόμαχος, μὴ ταῖς τοῦ βίου πραγματείαις συμπεπλεγμένος, μὴ ἐγγυώμενός τινα ἢ συνηγορῶν δίκαις χρηματικαῖς, μὴ φίλαρχος, μὴ δίγνωμος, μὴ δίγλωσσος, μὴ πρὸς διαβολὴν ἢ καταλαλιὰν φιλήκοος, μὴ ὑποκριτής, μὴ ταῖς ἑορταῖς τῶν ἐθνῶν ἐπορεγόμενος, ἀπάταις κεναῖς
10μὴ χρώμενος, μηδὲ ἐπιθυμητικός, μὴ φιλάργυρος, ὅτι πάντα τὰ τοιαῦτα ἐχθρὰ τοῦ Θεοῦ ὑπάρχει καὶ δαιμόνων φίλα. Ταῦτα δὲ πάντα καὶ τοῖς λαϊκοῖς ὁ ἐπίσκοπος διαβε‐ βαιούμενος παραγγελλέτω, ἐνάγων αὐτοὺς μιμητὰς γίνεσθαι τοῦ ἑαυτοῦ τρόπου· «Εὐλαβεῖς γάρ, φησίν, ποιήσατε
15τοὺς υἱοὺς Ἰσραήλ.» Ἔστω δὲ σοφός, ταπεινόφρων, νουθετητικὸς ἐν ταῖς κυριακαῖς παιδείαις, καλογνώμων, ἀποτεταγμένος πᾶσιν τοῖς ἐν τῷ βίῳ πονηροῖς ἐπιτηδεύμασιν καὶ πάσαις ἐθνικαῖς ἐπιθυμίαις. Ἔστω εὐπρόστοχος, ὀξὺς πρὸς τὸ γνῶναι
20τοὺς φαύλους καὶ φυλάσσεσθαι ἀπ’ αὐτῶν, φίλος δὲ ὢν πάντων, δικαιοκριτικός, καὶ ὅσα καλὰ ἐν ἀνθρώποις ἔστιν
ἢ ὑπάρχει, ταῦτα ὁ ἐπίσκοπος ἐν ἑαυτῷ κεκτήσθω. Ὅτι ἀνεπίληπτος ἀδικίας ὢν ποιμὴν τοὺς ἰδίους αὐτοῦ μαθητὰς ἀναγκάσει καὶ διὰ τῆς ἀναστροφῆς αὐτοῦ προτρέ‐
25ψασθαι τῶν ἰδίων αὐτοῦ ποιημάτων μιμητὰς ἀξίους γενηθῆναι, ὡς λέγει που καὶ ὁ προφήτης· «Καὶ ἔσται καθὼς ὁ ἱερεύς, οὕτως καὶ ὁ λαός.» Καὶ γὰρ ὁ κύριος ἡμῶν καὶ διδάσκαλος Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ἤρξατο ποιεῖν πρῶτον καὶ τότε διδάσκειν, ὥς που λέγει·
30«Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν». Διό φησιν· «Ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσε‐ ται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.» Σκοποὺς γὰρ εἶναι δεῖ ὑμᾶς τῷ λαῷ τοὺς ἐπισκόπους, ὅτι καὶ ὑμεῖς σκοπὸν ἔχετε τὸν Χριστόν. Καὶ ὑμεῖς οὖν
35γίνεσθε σκοποὶ ἀγαθοὶ τῷ λαῷ τοῦ Θεοῦ, ὅτι λέγει Κύριος διὰ τοῦ Ἰεζεκιὴλ πρὸς ἕκαστον ὑμῶν φάσκων· «Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον καὶ διαφυλάξεις καὶ διαγγελεῖς αὐτὸν παρ’ ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ· Θανάτῳ
40ἀποθανῇ, καὶ οὐκ ἐλάλησας τοῦ διαστεῖλαι ἄνομον ἐκ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀπο‐ θανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω· σὺ δὲ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ ἀποστρέψαι
ἀπ’ αὐτῆς, καὶ μὴ ἀποστρέψῃ, αὐτὸς ἐν τῇ ἀνομίᾳ αὐτοῦ
45ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ἐρρύσω. Ὡσαύτως καὶ μάχαιρα πολέμου ἐὰν ᾖ ἐρχομένη, καὶ στήσῃ ὁ λαὸς σκοπὸν εἰς προφυλακὴν καὶ ἰδὼν αὐτὴν ἐρχομένην μὴ προμηνύσῃ καὶ λάβῃ ψυχήν, ἡ μὲν ψυχὴ τῇ ἁμαρτίᾳ αὐτῆς ἐλήφθη, τὸ δὲ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητηθήσεται,

2

.

6

(50)

ὅτι οὐκ ἐσήμανεν ἐν τῇ σάλπιγγι· ἐὰν δὲ σημάνῃ τῇ κερατίνῃ καὶ μὴ φυλάξηται ὁ ἀκούσας καὶ ἔλθῃ ἡ μάχαιρα καὶ λάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτὸν ἔσται, ὅτι οὐκ ἐφυλάξατο ἀκούσας τῆς κερατίνης, ὁ δὲ φυλαξάμενος τὴν ψυχὴν αὐτοῦ ἐρρύσατο, καὶ ὁ σκοπός, ὅτι ἐσήμανεν, ζωῇ
55ζήσεται.» Μάχαιρα μὲν ἔστιν ἡ κρίσις, σάλπιγξ δὲ τὸ ἱερὸν Εὐαγγέλιον, σκοπὸς δὲ ὁ κατασταθεὶς τῇ Ἐκκλησίᾳ ἐπίσκο‐ πος, ὃν δεῖ κηρύσσοντα διαμαρτύρεσθαι καὶ διαβεβαιοῦσθαι περὶ τῆς κρίσεως. Ἐὰν γὰρ μὴ διαγγείλητε καὶ δια‐
60μαρτύρησθε τῷ λαῷ, εἰς ὑμᾶς ἡ ἁμαρτία τῶν ἀγνοούντων εὑρεθήσεται· διὸ τοὺς ἀναστρεφομένους ἐν ἀπαιδευσίᾳ νουθετεῖτε καὶ ἐλέγχετε μετὰ παρρησίας, τοὺς ἀγνοοῦντας διδάσκετε, τοὺς ἐπισταμένους στηρίζετε, τοὺς πεπλανημένους ἐπιστρέφετε. Τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγοντες, ἀδελφοί,
65οὐχ ἁμαρτησόμεθα· ἐκ γὰρ τοῦ πολλάκις ἀκούειν εἰκός τινας δυσωπηθέντας κἂν ἅπαξ τι τῶν καλῶν ποιῆσαι καὶ τῶν πονηρῶν παραιτήσασθαι. Λέγει γὰρ διὰ τοῦ προφήτου
ὁ Θεὸς· «Διαμαρτύρει αὐτοῖς ταῦτα, ἴσως ἀκούσονται τῆς φωνῆς σου.» Καὶ πάλιν· «Ἐὰν ἄρα ἀκούσωσιν,
70ἐὰν ἄρα ἐνδῶσιν.» Καὶ ὁ Μωϋσῆς φησιν τῷ λαῷ· «Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν.» Καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ πολλάκις μιμνήσκεται λέγων· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.» Καὶ ὁ σοφὸς Σολομών φησιν· «Ἄκουε, υἱέ, παιδείαν πατρός σου, καὶ
75μὴ ἀπώσῃ θεσμοὺς μητρός σου.» Καὶ μέχρι σήμερον οὐκ ἤκουσαν· καὶ οἱ δοκοῦντες δὲ ἀκηκοέναι παρήκουσαν, καταλείψαντες τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν καὶ εἰς τὰς ὀλεθρίους καὶ δεινὰς αἱρέσεις κατασυρέντες, περὶ ὧν αὖθις ἐροῦμεν.

2

.

7

Γνωστὸν δὲ ἔστω ὑμῖν, ἀγαπητοί, ὅτι οἱ βαπτι‐ σθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου Ἰησοῦ, οὐκέτι ὀφείλουσιν ἁμαρτάνειν οἱ τοιοῦτοι. Ὡς γὰρ οἱ ἀποθανόντες ἀνενέργητοι πρὸς ἁμαρτίαν τυγχάνουσιν, οὕτως καὶ οἱ συναποθανόντες
5τῷ Χριστῷ ἄπρακτοι πρὸς ἁμαρτίαν. Οὐ πιστεύομεν οὖν, ἀδελφοί, λουσάμενόν τινα τὸ τῆς ζωῆς λουτρὸν ἔτι πράσσειν τὰ τῶν ἀνόμων ἀσελγήματα· ὁ δὲ ἁμαρτήσας μετὰ τὸ βάπτισμα, οὗτος, ἐὰν μὴ μεταγνῷ καὶ παύσηται
τοῦ πλημμελεῖν, εἰς γέενναν κατακριθήσεται.

2

.

8

Εἰ δέ τις ὑπὸ ἀπίστων συκοφαντηθῇ διὰ τὸ μηκέτι αὐτοῖς συνασελγαίνειν, γινωσκέτω ὁ τοιοῦτος ὅτι μακάριος ὑπάρχει παρὰ τῷ Θεῷ, καθὼς καὶ ὁ Κύριος ἡμῶν ἐν τῷ Εὐαγγελίῳ λέγει· «Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν
5ὑμᾶς καὶ διώξωσιν ἢ εἴπωσιν καθ’ ὑμῶν πᾶν πονηρὸν ῥῆμα ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.» Εἰ οὖν τις βλασφημηθείη ἐπὶ ψεύσματι, μακάριος ὁ τοιοῦτος· λέγει γὰρ ἡ γραφή· «Ἀνὴρ ἀδόκιμος ἀπείραστος παρὰ τῷ
10Θεῷ.» Εἰ δέ τις ἐλεγχθῇ πράξας τι ἄνομον, ὁ τοιοῦτος οὐ μόνον ἑαυτὸν ἔβλαψεν, ἀλλὰ καὶ βλασφημίαν προσέτριψεν τῷ κοινῷ τῆς Ἐκκλησίας σώματι καὶ τῇ διδασκαλίᾳ, ὡς μὴ ποιούντων ἐκεῖνα ἃ λέγομεν εἶναι καλά· καὶ ὀνει‐ δισθησόμεθα καὶ ἡμεῖς ὑπὸ τοῦ Κυρίου, ὅτι «Λέγουσιν
15καὶ οὐ ποιοῦσιν». Ὅθεν τοὺς τοιούτους ἐλεγχθέντας ἀληθῶς παραιτήσεται μετὰ παρρησίας ὁ ἐπίσκοπος, εἰ μὴ μεταβάλωνται τὸν τρόπον.

2

.

9

Οὐ γὰρ μόνον ἀπρόσκοπον εἶναι χρὴ τὸν ἐπίσκοπον, ἀλλὰ καὶ ἀπροσωπόληπτον, ἐν χρηστότητι σωφρονίζοντα τοὺς ἁμαρτάνοντας. Εἰ δὲ καὶ αὐτὸς οὐκ εὐσυνείδητος ὑπάρχων, προσωπολήπτης γενόμενος διά τινα αἰσχροκερδῆ
5δωροληψίαν φείσεται τοῦ ἀνόμως ἁμαρτήσαντος, ἐάσας
ἐν τῇ Ἐκκλησίᾳ μένειν αὐτόν, παρακούσας τῆς θείας καὶ δεσποτικῆς φωνῆς τῆς λεγούσης· «Δικαίως διώξει τὸ δίκαιον· οὐ λήψῃ πρόσωπον ἐν κρίσει· οὐ δικαιώσεις τὸν ἀσεβῆ· οὐ λήψῃ δῶρα ἐπὶ ψυχῇ, τὰ γὰρ δῶρα ἐκτυφλοῖ
10ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται ῥήματα δικαίων.» Καὶ ἐν ἄλλοις φησίν· «Ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν»· καὶ ὁ Σολομῶν λέγει ἐν Παροιμίαις· «Ἔκβαλε λοιμὸν ἐκ συνεδρίου, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος.»

2

.

10

Ὁ δὲ μὴ προσέχων τούτοις ἀκρίτως φείσεται ἐπὶ τῷ ὀφείλοντι τιμωρίαν, ὡς ὁ Σαοὺλ ἐπὶ τῷ Ἀγὰγ καὶ ὁ Ἡλεὶ ἐπὶ τοῖς υἱοῖς τοῖς οὐκ εἰδόσι τὸν Κύριον, ὁ τοιοῦτος ἐβεβήλωσεν καὶ τὴν οἰκείαν ἀξίαν καὶ τὴν τοῦ Θεοῦ Ἐκ‐
5κλησίαν τὴν κατὰ τὴν παροικίαν αὐτοῦ. Ἄδικος οὖν οὗτος καὶ Θεῷ καὶ ὁσίοις ἀνθρώποις, ὡς αἴτιος σκανδάλου πολλοῖς νεοφωτίστοις καὶ κατηχουμένοις γενόμενος, ἔτι δὲ νέοις καὶ νέαις τὴν ἡλικίαν· ὃν τὸ οὐαὶ περιμένει καὶ ὁ ὀνικὸς μύλος ἐν τῷ τραχήλῳ καὶ ὁ βυθός, ἐν ᾧ ὑπόδικος ὑπάρχει.
10Διὰ γὰρ τὴν τῆς ἀκρισίας ἀνομίαν, βλέποντες τὸν τοιοῦτον αὐτῶν ἄρχοντα, ἐν ἑαυτοῖς διακριθήσονται, καὶ χρησάμενοι τῇ αὐτῇ νόσῳ συναπολέσθαι αὐτῷ ἀναγκασθήσονται, ὡς τῷ Ἱεροβοὰμ ὁ λαὸς καὶ τῷ Κορὲ οἱ συναράμενοι αὐτῷ. Εἰ δὲ βλέποι ὁ ἁμαρτὼν τὸν ἐπίσκοπον καὶ τοὺς δια‐
15κόνους ἀθώους ἐγκλήματος καὶ τὸ ποίμνιον καθαρὸν ὑπάρχον, πρῶτον μὲν οὐ τολμήσει καταφρονήσας εἰς Ἐκκλησίαν Θεοῦ εἰσελθεῖν, πλησσόμενος τῇ συνειδήσει αὐτοῦ· εἰ δὲ καὶ παρ’ οὐδὲν ἡγησάμενος εἰσέλθοι, ἢ παραχρῆμα ἐλεγχθήσε‐ ται, ὡς ὁ Ὀζᾶ ἐπὶ τῆς κιβωτοῦ ἁψάμενος ὥστε ἑδράσαι,
20καὶ ὡς Ἄχαρ ἐπὶ τῇ κλοπῇ τοῦ ἀναθέματος, καὶ ὡς ὁ Γιεζεῖ ἐπὶ τοῖς τοῦ Νεεμὰν χρήμασιν, καὶ παραυτίκα τιμωρηθήσεται, ἢ νουθετούμενος ὑπὸ τοῦ ποιμένος εἰς μετάνοιαν ὑπαχθήσεται. Περιβλεψάμενος γὰρ τοὺς καθ’ ἕνα καὶ ἐν οὐδενὶ μῶμον εὑρίσκων οὔτε παρὰ τῷ ἐπισκόπῳ
25οὔτε μὴν παρὰ τῷ ὑπ’ αὐτὸν τεταγμένῳ λαῷ, αἰσχυνθεὶς μετὰ αἰδοῦς καὶ πολλῶν δακρύων ἐξελεύσεται εἰρηνικῶς κατανενυγμένος, καὶ μενεῖ κεκαθαρισμένον τὸ ποίμνιον, προσκλαύσει τε τῷ Θεῷ καὶ μετανοήσει ἐφ’ οἷς ἥμαρτεν, καὶ ἕξει ἐλπίδα· καὶ τὸ ποίμνιον ὅλον, θεασάμενον ἐκείνου
30τὰ δάκρυα, νουθεσίαν ἕξει, ὅτι ὁ ἁμαρτὼν διὰ μετάνοιαν οὐκ ἀπόλλυται.

2

.

11

Διὰ τοῦτο οὖν, ὦ ἐπίσκοπε, σπούδαζε καθαρὸς εἶναι τοῖς ἔργοις, γνωρίζων τὸν τόπον σου καὶ τὴν ἀξίαν, ὣς Θεοῦ τύπον ἔχων ἐν ἀνθρώποις τῷ πάντων ἄρχειν ἀνθρώπων, ἱερέων, βασιλέων, ἀρχόντων, πατέρων, υἱῶν,
5διδασκάλων καὶ πάντων ὁμοῦ τῶν ὑπηκόων. Καὶ οὕτως ἐν Ἐκκλησίᾳ καθέζου τὸν λόγον ποιούμενος, ὡς ἐξουσίαν
ἔχων κρίνειν τοὺς ἡμαρτηκότας, ὅτι ὑμῖν τοῖς ἐπισκόποις εἴρηται· «Ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένον
10ἐν τοῖς οὐρανοῖς.»

2

.

12

Κρῖνε οὖν, ὦ ἐπίσκοπε, μετὰ ἐξουσίας ὡς Θεός, ἀλλὰ τοὺς μετανοοῦντας προσλαμβάνου· ὁ Θεὸς γὰρ Θεός ἐστιν ἐλέους. Ἐπίπλησσε τοῖς ἁμαρτάνουσιν, νουθέτει τοὺς μὴ ἐπιστρέφοντας, παρακάλει τοὺς ἑστῶτας ἐμμένειν
5τοῖς καλοῖς, τοὺς μετανοοῦντας προσδέχου, ὅτι Κύριος ὁ Θεὸς μετὰ ὅρκου ἐπηγγείλατο ἄφεσιν παρασχεῖν τοῖς μετανοοῦσιν ἐφ’ οἷς ἥμαρτον. Λέγει γὰρ διὰ τοῦ Ἰεζεκιήλ· «Εἰπὸν πρὸς αὐτούς· Ζῶ ἐγώ, λέγει Κύριος Ἀδωναΐ, εἰ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ’ ἢ ἐν τῷ
10ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν. Ἐπιστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;» Ἐνταῦθα αὔθις ὁ λόγος εὐέλπιδας ἐποίησεν τοὺς ἡμαρτηκότας, ὅτι, ἐὰν μετανοήσωσιν, ἐλπίδα σωτηρίας ἕξουσιν, μή ποτε ὡς
15ἀπηλγηκότες ἑαυτοὺς ἐκδώσωσι ταῖς παρανομίαις, ἀλλ’ ἔχοντες ἐλπίδα σωτηρίας ἐπιστραφέντες προσκλαύσωσιν Θεῷ περὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ μετενοήσωσιν ἐκ καρδίας ἐξευμενισάμενοι αὐτόν, καὶ λήψονται παρ’ αὐτοῦ τὴν ἀμνη‐
στίαν ὡς παρὰ πατρὸς ἀγαθοῦ.

2

.

13

Τοὺς μέντοι ἀναμαρτήτους τοιούτους μένειν χρὴ καὶ μὴ χρείαν ἔχειν τῆς πείρας τῶν ἁμαρτιῶν, ὅπως μὴ δέωνται ὀδύνης, λύπης καὶ κλαυθμῶν ἀφέσεως. Τί γὰρ οἶδας, ἄνθρωπε, ἁμαρτήσας, εἰ ἡμέρας ἐν τῷδε τῷ βίῳ
5ζήσεις, ἵνα καὶ μετανοήσῃς; Ὅτι ἄδηλος ἡ ἔξοδός σου ἐκ τοῦ βίου ὑπάρχει, καὶ ἐν ἁμαρτίαις τελευτήσαντι μετάνοια οὐκ ἔστιν, ὡς λέγει διὰ τοῦ Δαυίδ· «Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Δεῖ οὖν ἕτοιμον εἶναι ἐν ἀγαθοῖς, ἵνα ἄνευ λύπης τὴν ὁδὸν ἐκείνην στειλώμεθα. Διὸ καὶ
10παραινεῖ ὁ θεῖος λόγος διὰ Σολομῶντος τοῦ σοφοῦ λέγων σοι· «Ἑτοίμαζε εἰς τὴν ἔξοδον σου τὰ ἔργα σου», ἵνα μὴ ἐπιλείψῃ ἡμῖν τι τῶν καλῶν, ὥσπερ καὶ ταῖς πέντε ἐν τῷ Εὐαγγελίῳ παρθένοις διὰ μωρίαν ἐπέλειπεν τὸ τῆς εὐσεβείας ἔλαιον, καὶ ἀπεβλήθησαν τοῦ νυμφῶνος. Διὰ
15τοῦτο ἀκίνδυνος μένει πᾶς ὁ φειδόμενος τῆς ἑαυτοῦ Ζωῆς καὶ μένων ἀναμάρτητος, ὅπως καὶ τὰς προγεγονυίας ὑπ’ αὐτοῦ δικαιοσύνας αὐτῷ συντηρήσῃ. Σὺ οὖν οὕτως κρῖνε ὡς Θεῷ δικάζων· «Τοῦ γὰρ Κυρίου, φησίν, ἡ κρίσις.» Πρῶτον οὖν ἀπ’ ἐξουσίας τὸν ἔνοχον καταδίκαζε· ἔπειτα
20μετὰ ἐλέους καὶ οἰκτιρμοῦ καὶ προσλήψεως οἰκειοῦ, ὑπισχνού‐ μενος αὐτῷ σωτηρίαν, εἰ μετάθοιτο τοῦ τρόπου καὶ εἰς
μετάνοιαν χωρήσει· μεταμελόμενον δὲ στύφων προσδέχου, μεμνημένος τοῦ Κυρίου εἰπόντος, ὅτι «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι».

2

.

14

Ἐὰν δὲ τὸν μετανοοῦντα μὴ προσδέξῃ, ἐπιβούλοις αὐτὸν ἔκδοτον παρέχεις, ἐπιλαθόμενος τοῦ Δαυὶδ λέγοντος· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» Διὸ καὶ παρορμῶν εἰς μετάνοιαν ὁ Ἱερεμίας λέγει.
5«Μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπι‐ στρέφει; Τί ὄτι ἀπέστρεψεν ὁ λαός μου ἀποστροφὴν πονηρὰν καὶ ἀναιδῆ καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν; Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, καὶ ἐγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» Δέξαι οὖν τὸν μετανοοῦντα, μὴ
10διστάζων ὅλως μηδὲ παρεμποδιζόμενος ὑπὸ τῶν ἀνηλεῶς λεγόντων μὴ δεῖν τοιούτοις συμμολύνεσθαι μήδε λόγου κοινωνεῖν· αἱ γὰρ τοιαῦται συμβουλίαι ἀγνοούντων εἰσὶν Θεὸν καὶ τὴν αὐτοῦ πρόνοιαν, ἀλόγων δὲ ἀγρίων καὶ θηρίων ἀμειλίκτων· οὐ γὰρ γὰρ γινώσκουσιν, ὅτι χρὴ φυλάσσεσθαι
15οὐ τὴν ἐν λόγῳ κοινωνίαν πρὸς τοὺς ἁμαρτάνοντας, ἀλλὰ τὴν ἐν τῷ ἔργῳ. «Δικαιοσύνη γὰρ δικαίου ἐπ’ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ’ αὐτὸν ἔσται.» Καὶ πάλιν· «Γῆ ἐὰν ἁμάρτῃ μοι ἀδίκημα ἀδικῆσαι, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτὴν καὶ συντρίψω ἐπ’ αὐτῆς στήριγμα
20ἄρτου καὶ ἐξαποστελῶ εἰς αὐτὴν λιμὸν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος· κἂν ὦσιν οἱ τρεῖς ἄνδρες
ἐν μέσῳ αὐτῆς, Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σώσουσιν τὰς ψυχὰς αὐτῶν, λέγει Ἀδωναῒ Κύριος.»
25 Σαφέστατα δεδήλωκεν ἡ γραφή, ὅτι συνὼν δίκαιος ἀδίκῳ οὐ συναπόλλυται μετ’ αὐτοῦ. Ἐν γὰρ τῷ κόσμῳ τούτῳ καὶ δίκαιοι καὶ ἄδικοι ἀλλήλοις συναγελάζονται κοινωνίᾳ βίου, οὐ μὴν καὶ ὁσιότητος, καὶ τοῦτο οὐχ ἁμαρτά‐ νουσιν οἱ θεοφιλεῖς· μιμηταὶ γάρ εἰσιν τοῦ Πατρὸς αὐτῶν
30τοῦ ἐν τοῖς οὐρανοῖς, τοῦ τὸν ἥλιον αὐτοῦ ἀνατέλλοντος ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχοντος αὐτοῦ τὸν ὑετὸν ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Καὶ οὐδὲν κινδυνεύει ὁ δίκαιος ἐν τουτῷ· ἐν γὰρ τῷ σταδίῳ καὶ νικηταὶ καὶ νικώμε‐ νοι εἰσίν, ἐν δὲ τῷ στεφάνῳ μόνοι οἱ γενναίως ἀγωνισάμε‐
35νοι· οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ἕκαστος γὰρ περὶ ἑαυτοῦ ἐξομολογήσεται, καὶ οὐ μὴ συναπολέσῃ ὁ Θεὸς τὸν δίκαιον μετὰ τοῦ ἀδίκου, ἐπείπερ παρ’ αὐτῷ τὸ ἀναμάρτητον ἀτιμώρητον. Οὔτε γὰρ τὸν Νῶε κατέκλυσεν, οὔτε τὸν Λὼτ κατέφλεξεν, οὔτε τὴν
40Ῥαὰβ συναπώλεσεν. Εἰ δὲ βούλεσθε γνῶναι καὶ τὰ ἐφ’ ἡμῶν γενόμενα, Ἰούδας σὺν ἡμῖν ὢν ἔλαβεν τὸν κλῆρον τῆς διακονίας, ὃν καὶ ἡμεῖς, καὶ Σίμων ὁ μάγος τὴν ἐν Κυρίῳ σφραγῖδα· ἀλλ’ ἑκάτερος αὐτῶν ἀναδειχθεὶς φαῦλος, ὁ μὲν ἀπήγξατο, ὁ δὲ παρὰ φύσιν ἱπτάμενος συνετρίβη. Καὶ
45ἐν τῇ κιβωτῷ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ ὑπῆρχον, ἀλλὰ πονηρὸς
ὁ Χὰμ εὑρεθεὶς μόνος καὶ εἷς τῶν υἱῶν ἐδέξατο τὴν τιμωρίαν. Εἰ δὲ καὶ πατέρες ὑπὲρ παίδων οὐ τιμωροῦνται οὔτε υἱοὶ ὑπὲρ πατέρων, δῆλον ὡς οὔτε γυναῖκες ὑπὲρ ἀνδρῶν, οὔτε οἰκέται ὑπὲρ δεσποτῶν, οὔτε συγγενεῖς ὑπὲρ συγγενῶν,

2

.

14

(50)

οὔτε φίλοι ὑπὲρ φίλων, οὔτε δίκαιοι ὑπὲρ ἀδίκων, ἀλλ’ ἕκαστος ὑπὲρ τοῦ οἰκείου ἔργου τὸν λόγον ἀπαιτηθήσεται. Οὔτε γὰρ Νῶε ὑπὲρ τοῦ κόσμου δίκην εἰσεπράχθη, οὔτε Λὼτ ὑπὲρ Σοδόμων ἐπυρπολήθη, οὔτε Ῥαὰβ ὑπὲρ τῶν Ἱερι‐ χουντίων ἐσφάγη, οὔτε Ἰσραὴλ ὑπὲρ Αἰγυπτίων· οὐ γὰρ
55ἡ συνοίκησις κατακρίνει τοὺς δικαίους σὺν τοῖς ἀδίκοις, ἀλλ’ ἡ τῆς γνώμης ὁμόνοια. Οὐ χρὴ τοίνυν τοῖς ἑτοι‐ μοθανάτοις καὶ μισανθρώποις καὶ φιλεγκλήμοσιν καὶ μετὰ προφάσεως θανατοποιοῖς προσέχειν. Ἕτερος γὰρ ὑπὲρ ἑτέρου οὐκ ἀποθανεῖται, ἀλλὰ· «Σειραῖς τῶν ἑαυτοῦ
60ἁμαρτιῶν ἕκαστος σφίγγεται». Καί· «Ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ.» Δεῖ δὲ ἡμᾶς βοηθεῖν τοῖς νοσοῦσιν καὶ κινδυνεύουσιν καὶ σφαλλομένοις, καὶ ὅσον οἷόν τε τῇ παραινέσει τοῦ λόγου ὑγιάζειν αὐτοὺς καὶ ῥύεσθαι ἐκ θανάτου· «Οὐ χρείαν γὰρ
65ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες, ἐπειδὴ καὶ οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ Πατρός, ἵνα ἀπόληται
εἷς τῶν μικρῶν.» Οὐ γὰρ τὴν τῶν σκληροκαρδίων ἀνθρώπων βούλησιν ἱστᾶν χρή, ἀλλὰ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων τὴν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου
70ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Οὐδὲ γὰρ δίκαιον κεφαλὴν ὄντα σε, ὦ ἐπίσκοπε, οὐρᾷ προσέχειν, τοῦτ’ ἔστιν λαϊκῷ στασιώδει ἀνθρώπῳ, εἰς ἑτέρου ἀπώλειαν, ἀλλὰ Θεῷ μόνῳ. Ἄρχειν γάρ σε χρὴ τῶν ὑπηκόων, οὐ μὴν καὶ ὑπ’ αὐτῶν ἄρχεσθαι· οὔτε γὰρ υἱὸς ἄρχει πατρὸς κατὰ
75τὸν τῆς γενέσεως λόγον, οὔτε δοῦλος τοῦ ἑαυτοῦ κυρίου κατὰ τὸν τῆς ἐξουσίας λόγον, οὔτε μαθητὴς διδασκάλου, οὔτε στρατιώτης βασιλέως, οὔτε μὴν λαϊκὸς ἐπισκόπου. Περὶ γὰρ τοῦ μὴ δοκεῖν τοὺς πλησιάζοντας ἀδίκοις τῇ τοῦ λόγου διδαχῇ συμμολύνεσθαι ἢ κοινωνεῖν ταῖς αὐτῶν
80ἁμαρτίαις ὁ Ἰεζεκιὴλ ἐκκόπτων τὴν τῶν κακοήθων ἐπίνοιαν λέγει· «Τί ὑμεῖς λέγετε αὑτοῖς τὴν παραβολὴν ταύτην ἐπὶ γῆς Ἰσραήλ· οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν; Ζῶ ἐγὼ Ἀδωναΐ, λέγει Κύριος, εἰ ἔσται ἔτι ἐν ὑμῖν λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ.
85Ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρός, οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ ἐμή ἐστιν. Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται· ὁ δὲ ἄνθρωπος, ὃς ἔσται δίκαιος, ποιῶν κρίμα καὶ δικαιοσύνην», καὶ ἑξῆς ἐπιλέγων τὰς λοιπὰς ἀρετὰς ἐπισφραγίζεται λέγων· «Ὁ τοιοῦτος
90δίκαιος ὑπάρχει, ζωῇ ζήσεται, λέγει Ἀδωναῒ Κύριος. Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμόν, ἐκχέοντα αἷμα, καὶ ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύθη», καὶ ἐπαγαγὼν τὰ ἑξῆς, ἐπάγει τοῖς τελευταίοις· «Ζωῇ οὐ ζήσεται· πάσας τὰς ἀνομίας ταύτας ἃς ἐποίησεν, θανάτῳ
95ἀποθανεῖται, τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτὸν ἔσται. Καὶ ἐρεῖτε· Τί ὅτι οὐκ ἔλαβεν ὁ υἱὸς τὴν ἀδικίαν τοῦ πατρὸς, ἢ τὴν δικαιοσύνην αὐτοῦ, δικαιοσύνην καὶ ἔλεος πεποιηκώς;» Καὶ ἐρεῖς αὐτοῖς· «Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθα‐ νεῖται· υἱὸς οὐ λήψεται ἀδικίαν πατρός, καὶ πατὴρ οὐ

2

.

14

(100)

λήψεται ἀδικίαν υἱοῦ· δικαιοσύνη δικαίου ἐπ’ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ’ αὐτὸν ἔσται.» Καὶ μετ’ ὀλίγα φησίν· «Ἐν τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν, κατὰ πάσας τὰς ἀνομίας αὐτοῦ πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν,
105οὐ μὴ μνησθῶσιν· ἐν τῇ ἀδικίᾳ αὐτοῦ ᾗ ἠδίκησεν, καὶ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ᾗ ἥμαρτεν, ἐν αὐτῇ ἀποθανεῖται.» Καὶ μετ’ ὀλίγα ἐπάγει· «Ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ ἧς ἐποίησεν, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν καὶ ἀπέστρεψεν
110ἀπὸ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ ὧν ἐποίησεν, ζωῇ ζήσεται καὶ οὐκ ἀποθανεῖται.» Καὶ ἑξῆς· «Ἕκαστον κατὰ τὰς ὁδοὺς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ, λέγει Ἀδωναῒ
Κύριος.»

2

.

15

Ὁρᾶτε, τέκνα ἡμῶν ἠγαπημένα, πῶς εὔσπλαγχνος μετὰ δικαιοσύνης Κύριος ὁ Θεὸς ἡμῶν, ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ ἀθωῶν οὐκ ἀθωώσει τὸν ἔνοχον, καὶ τὸν ἐπιστρέφοντα προσιέμενος καὶ ζωοποιῶν, μὴ
5καταλιπὼν τόπον ὑπονοίας τοῖς ἀπηνῶς βουλομένοις κρίνειν καὶ τέλεον ἀποστρέφεσθαι τοὺς ἁμαρτάνοντας καὶ μὴ κοινωνεῖν αὐτοῖς λόγων παρακλητικῶν πρὸς μετάνοιαν ἐπαναγαγεῖν δυναμένων, οἷς ἐκ τῶν ἐναντίων ὁ Θεὸς διὰ Ἡσαΐου λέγει πρὸς τοὺς ἐπισκόπους· «Παρακαλεῖτε,
10παρακαλεῖτε τὸν λαόν μου, ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ.» Χρὴ οὖν ὑμᾶς αὐτοῦ ἀκούοντας παρακα‐ λεῖν τοὺς ἡμαρτηκότας καὶ πρὸς μετάνοιαν παρορμᾶν καὶ εὐέλπιδας ποιεῖν, καὶ μὴ ὑπονοεῖν ὡς κοινωνικοὺς γινομένους τῶν πλημμεληθέντων αὐτοῖς ἕνεκεν τῆς εἰς αὐτοὺς ἀγάπης.
15Ἀσμένως δὲ τοὺς μετανοοῦντας προσδέχεσθε, χαίροντες ἐπ’ αὐτοῖς, μετὰ ἐλέους καὶ οἰκτιρμῶν κρίνοντες τοὺς ἁμαρτάνοντας· ἐὰν γὰρ τὸν παρὰ ποταμὸν βαδίζοντα καὶ μέλλοντα ὀλισθαίνειν κεραίαις ὤσας εἰς τὸν ποταμὸν ἐμβάλῃς ἀντὶ τοῦ χεῖρα μᾶλλον ὀρέξαι, ἐφόνευσάς σου τὸν ἀδελφόν,
20δέον μᾶλλον τῷ ὀλισθαίνοντι ἐπιδοῦναι δεξιάν, ἵνα μὴ τελείως ἀπόληται, ὅπως καὶ ὁ λαὸς νουθετῆται καὶ ὁ ἁμαρτήσας μὴ κατὰ πᾶν ἀπόληται. Δεῖ δέ σε, ὦ ἐπίσκοπε, μήτε παρορᾶν
τὰ ἁμαρτήματα τοῦ λαοῦ, μήτε τοὺς μετανοοῦντας ἀπο‐ στρέφεσθαι, ὅπως μὴ διαφθείρῃς ὡς ἄπειρος τὸ ποίμνιον
25τοῦ Χριστοῦ καὶ φαυλίσῃς αὐτοῦ τὸ ὄνομα τὸ καινὸν τὸ εἰς τὸν λαὸν αὐτοῦ ἐπιτεθέν, καὶ ὀνειδισθήσῃ καθάπερ καὶ οἱ παλαιοὶ ποιμένες, περὶ ὧν ἔλεγεν ὁ Θεὸς τῷ Ἱερεμίᾳ· «Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν κληρονομίαν μου.» Καὶ ἐν ἄλλοις· «Ἐπὶ τοὺς ποιμένας
30παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ὀργισθήσομαι.» Καὶ ἐν ἑτέροις· «Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου.»

2

.

16

Ἰδὼν δὲ σὺ τὸν ἡμαρτηκότα, πικρανθεὶς κέλευσον αὐτὸν ἔξω βληθῆναι· καὶ ἐξελθόντι αὐτῷ πικραινέσθωσαν οἱ διάκονοι, καὶ ἐπιζητοῦντες κατεχέτωσαν αὐτὸν ἔξω τῆς ἐκκλησίας, καὶ εἰσελθόντες ὑπὲρ αὐτοῦ σε ἐρωτάτωσαν·
5καὶ γὰρ ὑπὲρ τῶν ἡμαρτηκότων ὁ Σωτὴρ τὸν Πατέρα ἠξίου, ὡς γέγραπται ἐν τῷ Εὐαγγελίῳ· «Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν, τὶ ποιοῦσι.» Τότε σὺ κελεύσεις εἰσελθεῖν αὐτόν, καὶ ἀνακρίνας, εἰ μετανοεῖ καὶ ἄξιός ἐστιν εἰς ἐκκλησίαν ὅλως παραδεχθῆναι, στιβώσας αὐτὸν
10ἡμέραις νηστειῶν κατὰ τὸ ἁμάρτημα, ἑβδομάδας δύο ἢ τρεῖς ἢ πέντε ἢ ἑπτά, οὕτως αὐτὸν ἀπόλυσον, εἴπας αὐτῷ ὅσα ἁρμόζει εἰς νουθεσίαν ἡμαρτηκότι· 〈τὸν〉 ἐπιπλήσσοντα δὲ διδάσκειν δεῖ καὶ παραινεῖν, ὅπως μείνῃ παρ’ ἑαυτῷ
ταπεινοφρονῶν καὶ δεόμενος τοῦ θεοῦ τυχεῖν αὐτοῦ εὐμε‐
15νοῦς, καὶ λέγειν αὐτὸν· «Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.» Τοιοῦτον γάρ τι ὑπεμφαίνει καὶ τὸ ἐν τῇ Γενέσει εἰρημένον τῷ Καΐν· «Ἥμαρτες; Ἡσύχασον», τοῦτ’ ἔστιν μὴ προσθῇς. Ὅτι γὰρ τὸν ἁμαρτήσαντα δεῖ ὑπὲρ τοῦ οἰκείου
20πλημμελήματος αἰσχύνεσθαι, ἱκανὸν τὸ λόγιον τὸ Μωϋσῇ ὑπὲρ Μαρίας εἰρημένον, ἡνίκα ἠξίου ἀφεθῆναι αὐτῇ· φησὶν γὰρ αὐτῷ ὁ Θεός· «Εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἂν ἐνετράπη; Ἑπτὰ ἡμέρας ἀφορισθήτω ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσε‐
25λεύσεται.» Οὕτως οὖν καὶ ὑμᾶς δέον ἐστὶν ποιεῖν, τοὺς ἐφ’ ἁμαρτίας λέγοντας μετανοεῖν ἀφορίζειν χρόνον ὡρισμένον κατὰ τὴν ἀναλογίαν τοῦ ἁμαρτήματος, ἔπειτα μετανοοῦντας προσλαμβάνεσθαι, ὡς πατέρες υἱούς.

2

.

17

Εἰ δὲ ὁ ἐπίσκοπος αὐτὸς ἐν προσκόμματι ὑπάρχει, πῶς ἔτι ἐπεξέλθοι ἐκζητῆσαι ἀδίκημα τινος ἢ ἐπιτιμῆσαί τινι, διὰ προσωποληψίαν ἢ διὰ δωροληψίαν ἢ αὐτὸς ἢ οἱ διάκονοι αὐτοῦ οὐχ ὑπάρχοντες εὐσυνείδητοι; Ὅταν γὰρ
5ὁ ἄρχων αἰτῇ καὶ ὁ κριτὴς λαμβάνῃ, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα· κοινωνοὶ δὲ κλεπτῶν καὶ κρίσει χηρῶν οὐ προσέχοντες, οὐ δυνήσονται οἱ ὑπὸ τὸν ἐπίσκοπον συνε‐ πιμαχεῖν τῷ ἐπισκόπῳ. Ἐροῦσιν γὰρ αὐτῷ τὸ ἐν τῷ Εὐαγγελίῳ γεγραμμένον· «Τί βλέπεις τὸ κάρφος τὸ ἐν
10τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;» Εὐλαβείσθω οὖν ὁ ἐπίσκοπος σὺν τοῖς διακόνοις αὐτοῦ ἀκοῦσαι ῥῆμά τι τοιοῦ‐ τον· τοῦτ’ ἔστιν μὴ διδότω ἀφορμήν. Ὁ γὰρ ἁμαρτάνων ἐπὰν ἴδῃ τινὰ ὅμοια αὐτῷ δρῶντα, οἰκοδομηθήσεται εἰς
15τὸ τὰ αὐτὰ ποιεῖν· εἶτα ὁ πονηρός, δι’ ἑνὸς ἀφορμὴν λαβών, εἰς ἑτέρους ἐνεργεῖ, ὃ μὴ γένοιτο· καὶ οὕτως διαστραφήσεται τὸ ποίμνιον· πλειόνων γὰρ ὄντων τῶν ἁμαρτανόντων, πλείων ἔσται καὶ ἡ δι’ αὐτῶν ἐπιτελουμένη κακία. Ἁμαρτία γὰρ ἀνεξέλεγκτος ἑαυτῆς χείρων γίνεται καὶ εἰς ἄλλους τὴν
20διανομὴν λαμβάνει· ἐπεὶ καὶ ζύμη μικρὰ πλήρωμα φυράματος δολοῖ, καὶ εἷς κλέπτης εἰς ὅλον ἔθνος τὸ μύσος ἐπήγαγεν, καὶ μυῖαι θανοῦσαι σαπριοῦσιν σκευασίαν ἡδύσματος ἐλαίου, καὶ βασιλέως ὑπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπ’ αὐτὸν ὑπηρέται παράνομοι· οὕτω καὶ πρόβατον ψωραλέον
25μεταδίδωσιν ἑτέροις τῆς νόσου, μὴ χωρισθὲν τῶν ὑγι‐ αινόντων προβάτων, καὶ ἄνθρωπος λοιμώσσων πολλοῖς φυλακτέος, καὶ κύων λύσσῃ συσχεθεὶς ἐπικίνδυνος παντί, ᾧ δ’ ἂν προσάψῃ. Ἐὰν οὖν καὶ ἄνθρωπον παράνομον μὴ τῆς Ἐκκλησίας τοῦ Θεοῦ χωρίσωμεν, ποιήσομεν τὸν οἶκον
30Κυρίου σπήλαιον λῃστῶν. Δεῖ γὰρ ἐπὶ τῶν ἁμαρτανόντων μὴ παρασιωπᾶν, ἀλλ’ ἐλέγχειν, νουθετεῖν, ὑποπιέζειν, στι‐
βοῦν νηστείαις, ὅπως καὶ τοῖς ἑτέροις εὐλάβειαν ἐμποιήσῃ. «Εὐλαβεῖς γάρ, φησίν, ποιήσατε τοὺς υἱοὺς Ἰσραήλ.» Χρὴ γὰρ τὸν ἐπίσκοπον καὶ τῶν ἁμαρτιῶν κωλυτὴν
35διὰ τῆς νουθεσίας γίνεσθαι, καὶ τῆς δικαιοσύνης σκοπὸν καὶ τῶν ἡτοιμασμένων ὑπὸ Θεοῦ ἀγαθῶν κήρυκα καὶ τῆς μελλούσης ὀργῆς ἐν τῇ κρίσει διαγγελτῆρα, ὅπως μὴ κατα‐ φρονήσας τῆς τοῦ Θεοῦ φυτουργίας ἀκούσῃ διὰ ἀμέλειαν τὸ ἐν τῷ Ὠσηὲ εἰρημένον· «Ἵνα τί παρεσιωπήσατε ἀσέβειαν
40καὶ τὸν καρπὸν αὐτῆς ἐτρυγήσατε;»

2

.

18

Πάντων οὖν ὁ ἐπίσκοπος φροντιζέτω, καὶ τῶν μὴ ἡμαρτηκότων, ἵνα μένωσιν ἀναμάρτητοι, καὶ τῶν ἁμαρτανόντων, ἵνα μετανοῶσιν· λέγει γὰρ ὁ Κύριος πρὸς ὑμᾶς· «Ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν
5τούτων.» Καὶ τοῖς μετανοοῦσιν ἄφεσιν διδόναι χρή· ἅμα γὰρ τῷ εἰπεῖν τινα τῶν πλημμελησάντων γνησίᾳ διαθέσει· «Ἡμάρτηκα τῷ Κυρίῳ», ἀποκρίνεται τὸ Πνεῦμα τὸ ἅγιον· «Καὶ Κύριος ἀφῆκέν σοι τὴν ἁμαρτίαν· θάρσει, οὐ μὴ ἀποθάνῃς.» Γνώριζε οὖν, ὦ ἐπίσκοπε,
10τὸ ἀξίωμά σου, ὅτι ὡς τοῦ δεσμεῖν ἐκληρώσω τὴν ἐξουσίαν, οὕτως καὶ τοῦ λύειν. Ἐξουσίαν οὖν ἔχων τοῦ λύειν γνώριζε σεαυτὸν καὶ ἀξίως τοῦ τόπου σου ἐν τῷδε τῷ βίῳ ἀναστρέ‐ φου, εἰδὼς ὅτι πλείονα αὐτὸς ἀπαιτηθήσῃ τὸν λόγον. «Ὧι γάρ, φησί, παρέθεντο πολύ, περισσότερον ἀπαιτήσου‐
15σιν παρ’ αὐτοῦ.» Ἀναμάρτητος μὲν γὰρ ἀνθρώπων οὐδεὶς παρὲξ τοῦ γενομένου δι’ ἡμᾶς ἀνθρώπου, ἐπεὶ γέγραπται· «Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ.» Διὰ τοῦτο καὶ τῶν προγεγενημένων δικαίων τε καὶ
20πατριαρχῶν οἱ βίοι καὶ αἱ ἀναστροφαὶ ἀνεγράφησαν, οὐχ ἵνα ἐκείνους ὀνειδίζωμεν ἀναγινώσκοντες, ἀλλ’ ἵνα ἡμεῖς μετανοῶμεν καὶ εὐέλπιδες γινώμεθα ὡς ἀφέσεως τευξόμενοι. Τὰ γὰρ ἐκείνων ῥύπη ἡμετέρα ἀσφάλεια καὶ παραίνεσις, ὅτι καὶ ἡμεῖς ἁμαρτήσαντες, ἐὰν μετανοήσωμεν, συγγνώμην
25ἕξομεν, ἐπεὶ γέγραπται· «Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας;» Οὐδεὶς γὰρ ἀναμάρτητος· σὺ οὖν κατὰ δύναμιν σπούδαζε ἀνεπίληπτος εἶναι, καὶ περὶ πάντων μερίμνα, μὴ διὰ σέ τις σκανδαλισθεὶς ἀπόληται. Ὁ γὰρ λαϊκὸς περὶ ἑαυτοῦ
30μόνου μεριμνᾷ, σὺ δὲ περὶ πάντων, πλεῖον ἔχων βάρος καὶ μεῖζον βαστάζων φορτίον· γέγραπται γάρ· «Καὶ εἶπεν Κύριος πρὸς Μωϋσῆν· σὺ καὶ Ἀαρὼν λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας.» Ὡς περὶ πλειόνων οὖν ἀπολογούμενος περὶ πάντων
35φρόντιζε, καὶ τοὺς μὲν ὑγιεῖς συντήρει, τοὺς δὲ ἡμαρτηκότας νουθέτει, καὶ στιβῶν ἐν τῇ νηστείᾳ ἐν τῇ ἀφέσει ἐλάφρυνον, καὶ προσκλαύσαντα εἰσδέχου πάσης τῆς Ἐκκλησίας ὑπὲρ
αὐτοῦ δεομένης, καὶ χειροθετήσας αὐτὸν ἔα λοιπὸν εἶναι ἐν τῷ ποιμνίῳ· τοὺς δὲ ὑπνώδεις καὶ παρειμένους ἐπίστρεφε,
40ὑποστήριζε, παρακάλει, θεράπευε, ἐπιστάμενος, ἡλίκον μισθὸν ἔχεις ταῦτα ἐπιτελῶν, ὥσπερ οὖν καὶ κίνδυνον, ἐὰν ἀμελῇς τούτων. Λέγει γὰρ πρὸς τοὺς ἀμελοῦντας τοῦ λαοῦ ἐπισκόπους Ἰεζεκιήλ· «Οὐαὶ τοῖς ποιμέσι τοῦ Ἰσραὴλ οἳ ἐποίμαινον
45ἑαυτούς· οὐ τὰ πρόβατα ποιμαίνουσιν οἱ ποιμένες, ἀλλ’ ἑαυτούς. Τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε, τὸ ἰσχυρὸν σφάζετε, τὰ πρόβατα οὐ ποιμαίνετε· τὸ ἐνοχλού‐ μενον οὐκ ἐνισχύσατε καὶ τὸ ἀρρωστοῦν οὐκ ἰάσασθε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, τὸ ἐξωσμένον οὐκ ἐπιστρέ‐

2

.

18

(50)

ψατε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ ἐν κράτει ἐπαι‐ δεύσατε αὐτὰ μετὰ ἐμπαιγμοῦ· καὶ διεσπάρησαν παρὰ τὸ μὴ εἶναι ποιμένα, καὶ ἐγένοντο εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ.» Καὶ πάλιν· «Οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐποίμαινον οἱ ποιμένες
55ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐποίμαινον.» Καὶ μετ’ ὀλίγον· «Ἰδοὺ ἐγὼ πρὸς τοὺς ποιμένας, καὶ ἐκζητήσω ἐγὼ τὰ πρόβατά μου ἐκ χειρὸς αὐτῶν, καὶ καταπαύσω αὐτοὺς τοῦ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ ποιμανοῦσιν ἔτι οἱ ποιμένες ἑαυτούς, καὶ ῥύσομαι τὰ πρόβατά μου ἐκ χειρὸς
60αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς εἰς κατάβρωμα.» Καὶ ἐπιφέρει καὶ πρὸς τὸν λαὸν λέγων· «Ἰδοὺ ἐγὼ κρινῶ
ἀνὰ μέσον προβάτου εἰς πρόβατον, καὶ κριὸν πρὸς κριόν, Μὴ μικρὸν ἦν ὑμῖν, ὅτι τὴν νομὴν τὴν καλὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν,
65καὶ τὰ πρόβατα τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἤσθιον;» Καὶ ἐπιφέρει μετ’ ὀλίγον· «Καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος καὶ ὑμεῖς πρόβατα τῆς νομῆς μου· ἄνθρωποί μου ἐστέ, καὶ ἐγὼ Θεὸς ὑμῶν, λέγει Ἀδωναῒ Κύριος.»

2

.

19

Ἀκούσατε, οἱ ἐπίσκοποι, καὶ ἀκούσατε, οἱ λαϊκοί, ὥς φησιν ὁ Θεός· «Κρινῶ κριὸν πρὸς κριὸν καὶ πρόβατον πρὸς πρόβατον», καὶ πρὸς τοὺς ποιμένας λέγει· Κριθήσεσθε ἕνεκεν τῆς ἀπειρίας αὑτῶν καὶ τῆς εἰς τὰ πρόβατα διαφθορᾶς,
5τοῦτ’ ἔστιν ἐπίσκοπον πρὸς ἐπίσκοπον κρινῶ καὶ λαϊκὸν πρὸς λαϊκὸν καὶ ἄρχοντα πρὸς ἄρχοντα. Λογικὰ γὰρ τὰ πρόβατα καὶ οἱ κριοὶ οὗτοι, ἀλλ’ οὐκ ἄλογα, ἵνα μήποτε εἴπῃ ὁ λαϊκός· ἐγὼ πρόβατόν εἰμι καὶ οὐ ποιμήν. Ὥσπερ δὲ τῷ καλῷ ποιμένι τὸ μὴ ἀκολουθοῦν πρόβατον λύκοις
10ἔκκειται εἰς διαφθοράν, οὕτως τῷ πονηρῷ ποιμένι τὸ ἀκολουθοῦν πρόδηλον ἔχει τὸν θάνατον, ὅτι κατατρώξεται αὐτό. Διὸ φευκτέον ἀπὸ τῶν φθοροποιῶν ποιμένων.

2

.

20

Τὸν μέντοι ποιμένα τὸν ἀγαθὸν ὁ λαϊκὸς τιμάτω, ἀγαπάτω, φοβείσθω ὡς πατέρα, ὡς κύριον, ὡς δεσπότην, ὡς ἀρχιερέα Θεοῦ, ὡς διδάσκαλον εὐσεβείας· ὁ γὰρ αὐτοῦ
ἀκούων Χριστοῦ ἀκούει, καὶ ὁ αὐτὸν ἀθετῶν Χριστὸν ἀθετεῖ,
5καὶ ὁ τὸν Χριστὸν μὴ δεχόμενος οὐ δέχεται τὸν αὐτοῦ Θεὸν καὶ Πατέρα. «Ὁ ὑμῶν γάρ, φησίν, ἀκούων ἐμοῦ ἀκούει, καὶ ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, καὶ ὁ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.» Ὁμοίως ὁ ἐπίσκοπος τοὺς λαϊκοὺς ὡς τέκνα ἀγαπάτω, θέλγων καὶ θερμαίνων
10τῇ σπουδῇ τῆς ἀγάπης ὡς ὠὰ εἰς περιποίησιν νοσσίων ἢ ὡς νοσσία ἀγκαλιζόμενος εἰς περιποίησιν ὀρνίθων, πάντας νουθετῶν, πᾶσι τοῖς πληκτισμοῦ δεομένοις ἐπιπλήσσων, ἀλλὰ μὴ πλήσσων, ὑποπιέζων εἰς ἐντροπήν, ἀλλὰ μὴ εἰς ἀνατροπήν, νουθετῶν εἰς ἐπιστροφήν, ἐπιτιμῶν εἰς διόρθωσιν
15καὶ εὐθύτητα πορείας. Τὸ ἰσχυρὸν φυλάσσων, τοῦτ’ ἔστι τὸ ἑδραῖον τῇ πίστει ἀσφαλὲς τηρῶν, τὸν λαὸν εἰρηνικῶς ποιμαίνων· τὸ ἐνοχλούμενον ἐνισχύων, τοῦτ’ ἔστι τὸ πειραζόμενον τῇ νουθεσίᾳ στερροποιῶν· τὸ ἀρρωστοῦν ἰώμενος, τοῦτ’ ἔστι
20τὸ νοσοῦν ἐκ τῆς πίστεως ἐν διχονοίᾳ διὰ τῆς διδασκα‐ λίας θεραπεύων. Τὸ συντετριμμένον καταδεσμῶν, τοῦτ’ ἔστι τὸ πεπλανημένον ἢ τὸ τεθραυσμένον ἢ τὸ κατεαγμένον ἐν ἁμαρτίαις εἰς χωλείαν ὁδοῦ ἐπιδεσμῶν διὰ παρακλητικῆς νουθεσίας, ἐλαφρύνων ἀπὸ παραπτωμάτων καὶ εὔελπιν
25ποιῶν, οὕτως ῥωμαλέον ἐν τῇ Ἐκκλησίᾳ ἀποκαθίστα, ἐπα‐ νάγων ἐν τῇ ποίμνῃ· τὸ ἐξωσμένον ἐπίστρεφε, τοῦτ’ ἔστι
τὸ ἐν ἁμαρτίαις γενόμενον καὶ εἰς ἐπιτίμησιν ἐκβεβλημένον μὴ ἐῶν ἔξω διαμένειν, ἀλλὰ προσλαμβανόμενος καὶ ἐπι‐ στρέφων ἀποκαθίστα ἐν τῇ ποίμνῃ, τοῦτ’ ἔστιν ἐν τῷ λαῷ
30τῆς ἀμώμου Ἐκκλησίας, Τὸ ἀπολωλὸς ἐκζήτει, τοῦτ’ ἔστι τὸ ὑπὸ πλήθους παραπτωμάτων ἑαυτοῦ ἀπελπίσαν τῆς σωτηρίας μὴ ἐάσῃς τελέως ἀπολέσθαι, τὸ ὑπὸ πολλῆς ψύξεως καὶ νωχελίας κάθυπνον γενόμενον καὶ διὰ βαρέος ὕπνου τῆς ἑαυτοῦ ζωῆς ἐπιλαθόμενον καὶ μακρὰν ἀποστα‐
35τῆσαν τῆς ἰδίας ποίμνης, ὡς καὶ λύκοις περιπεσεῖν εἰς βοράν, ἀναζήτει καὶ νουθετῶν ἐπίστρεφε καὶ νήφειν παρακάλει καὶ ἐλπίδα ὑπόσπειρε, μὴ συγχωρῶν αὐτῷ λέγειν τὸ ὑπό τινων εἰρημένον, ὅτι· «Τὰ ἀσεβήματα ἡμῶν ἐφ’ ἡμῖν, καὶ ἡμεῖς ἐν αὐτοῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα;»
40 Εἰ οἷόν τε οὖν, ἰδιοποιείσθω ὁ ἐπίσκοπος τὸ πλημ‐ μέλημα, καὶ λεγέτω τῷ ἡμαρτηκότι, ὅτι σὺ μόνον ἐπί‐ στρεψον, κἀγὼ τὸν ὑπὲρ σοῦ θάνατον ἀναδέξομαι, ὡς ὁ Κύριος τὸν ὑπὲρ ἐμοῦ καὶ πάντων. Ὁ ποιμὴν γὰρ ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ὁ δὲ μισθωτὸς
45καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, τοῦτ’ ἔστιν τὸν διάβολον, καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτά. Εἰδέναι οὖν προσήκει, ὅτι τοῖς ἡμαρτηκόσιν εὔσπλαγχνος ὢν ὁ Θεὸς μετὰ ὅρκου μετάνοιαν ἐπηγγείλατο· ὁ δὲ

2

.

20

(50)

ἁμαρτήσας καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ τὴν περὶ μετανοίας ἀγνοῶν καὶ τὸ μακρόθυμον καὶ ἀνεξίκακον αὐτοῦ μὴ ἐπι‐
στάμενος, ἔτι μὴν καὶ τὰς ἁγίας γραφὰς τὰς ταύτην κηρυσ‐ σούσας οὐ γινώσκων, ἅτε μὴ μεμαθηκὼς παρὰ σοῦ, ὑπὸ ἀνοίας ἀπόλλυται. Σὺ δὲ ὡς φιλόστοργος ποιμὴν καὶ ὡς
55σπουδαῖος νομεὺς ἀναζήτει ἀριθμῶν τὴν ποίμνην, τὸ λεῖπον ἐκζήτει, ὡς Κύριος ὁ Θεὸς ὁ ἀγαθὸς Πατὴρ ἡμῶν, ἀπο‐ στείλας τὸν ἑαυτοῦ Υἱὸν ποιμένα καλὸν καὶ σωτῆρα τὸν διδάσκαλον ἡμῶν Ἰησοῦν, ἐπιτρέψας αὐτῷ ἐάσαι τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, καὶ πορευθῆναι ἐπὶ τὴν
60ζήτησιν τοῦ πεπλανημένου, καὶ εὑρόντα ἆραι ἐπὶ τοὺς ἑαυτοῦ ὤμους καὶ φέρειν ἐπὶ τὴν ποίμνην, χαίροντα ἐπὶ τῇ εὑρέσει τοῦ ἀπολωλότος. Οὕτως οὖν ὑπήκοος γίνου καὶ σύ, ὦ ἐπίσκοπε, ἐκζητῶν τὸ ἀπολωλός, κατευθύνων τὸ πεπλανημένον, ἐπι‐
65στρέφων τὸ ἀφεστός· ἐξουσίαν γὰρ ἔχεις ἐπιστρέφειν καὶ ἀποστέλλειν τεθραυσμένους ἐν ἀφέσει. Διὰ σοῦ ὁ σωτὴρ λέγει τῷ παρειμένῳ ἐν ἁμαρτίαις· «Ἀφέονταί σου αἱ ἁμαρτίαι, ἡ πίστις σου σέσωκέν σε, πορεύου εἰς εἰρήνην.» Εἰρήνη δὲ γαληνός ἐστιν ἡ τοῦ Θεοῦ Ἐκκλησία, εἰς
70ἣν λύων τοὺς ἡμαρτηκότας ἀποκαθίστα ὑγιεῖς καὶ ἀμώμους, εὐέλπιδας, σπουδαίους, ἐργοπόνους ἐν τοῖς ἀγαθοῖς ἔργοις· ὡς ἔμπειρος καὶ συμπαθὴς ἰατρὸς πάντας ἰῶ τοὺς ἐν ἁμαρτίαις πεπληγμένους. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ἰσχύοντες
ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ
75ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ πεπλανημένον. Ἰατρὸς οὖν ὢν τῆς Ἐκκλησίας τοῦ Κυρίου, προσάγε θεραπείαν κατάλληλον ἑκάστῳ τῶν νοσούντων, παντὶ τρόπῳ θεράπευε, ὑγίαζε, σώους ἀποκαθίστα τῇ Ἐκκλησίᾳ. Ποίμαινε τὸ ποίμνιον μὴ ἐν κράτει μετὰ ἐμπαιγμοῦ ὡς κατεξου‐
80σιάζων, ἀλλ’ ὡς ποιμὴν χρηστὸς τῷ κόλπῳ συνάγων τὰ ἀρνία καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλῶν.

2

.

21

Ἔσο δὲ χρηστός, ἀγαθός, ἤπιος, ἄδολος, ἀψευδής, μὴ σκληρός, μὴ αὐθάδης, μὴ ἀπότομος, μὴ ἀλαζών, μὴ ἀνηλεής, μὴ τετυφωμένος, μὴ ἀνθρωπάρεσκος, μὴ δειλός, μὴ δίγνωμος, μὴ ἐμπαίζων τοῖς ὑπὸ σὲ λαοῖς, μὴ ἀπο‐
5κρύπτων ἀπ’ αὐτῶν τὰ τοῦ Θεοῦ νόμιμα καὶ τοὺς περὶ μετανοίας λόγους, μὴ πρόχειρος πρὸς τὸ ἐξῶσαι καὶ ἐκβαλεῖν, ἀλλὰ ἀσφαλής, μὴ φιλεπιτιμητής, μὴ προπετής, μὴ παρα‐ δεχόμενος κατά τινος μαρτυρίαν ἄνευ τριῶν μαρτύρων, καὶ τούτων ἂν ὁ τρόπος ᾖ μεμαρτυρημένος πάλαι, καὶ εἰ
10μὴ ἀπὸ ἔχθρας κινούμενοι καὶ φθόνου. Εἰσὶ γὰρ πολλοὶ ἐπιχαιρεσίκακοι, πρόγλωσσοι, τριττὴν γλώσσαν ἔχοντες, μισάδελφοι, ἔργον τιθέμενοι σκορπίζειν τὰ Χριστοῦ πρόβατα, ὧν εἰ παραδέχεσθαι θέλεις τοὺς λόγους ἀκρίτως, διασπερεῖς σου τὸ ποίμνιον καὶ παραδώσεις λύκοις εἰς κατάβρωμα,
15τοῦτ’ ἔστι δαίμοσιν καὶ πονηροῖς ἀνθρώποις, μᾶλλον δὲ οὐκ ἀνθρώποις, ἀλλὰ θηρίοις ἀνθρωποειδέσιν, ἐθνικοῖς καὶ Ἰουδαϊσταῖς καὶ αἱρεσιώταις ἀθέοις. Τῷ γὰρ ἐκβληθέντι τῆς Ἐκκλησίας εὐθὺς προσπε‐ λάζουσιν οἱ λυμεῶνες ὡς λύκοι καὶ ὡς ἄρνα βορὰν ἡγοῦνται,
20κέρδος ἴδιον ἡγούμενοι τὴν ἐκείνου ἀπώλειαν· καὶ γὰρ ὁ τούτων πατὴρ διάβολος ἀνθρωποκτόνος ἐστίν· καὶ ὁ διὰ τῆς σῆς ἀκρισίας ἀδίκως ἀφορισθεὶς καὶ ἀθυμίᾳ συσχεθεὶς καὶ ὀλιγοψυχήσας ἢ εἰς ἔθνη ἀποπλανηθήσεται ἢ εἰς αἱρέσεις συμποδισθήσεται, καὶ παντελῶς τῆς Ἐκκλησίας καὶ τῆς
25εἰς Θεὸν ἐλπίδος ἀπαλλοτριωθήσεται καὶ συμποδισθήσεται ὑπὸ ἀσεβείας, καὶ γενήσῃ σὺ τῆς ἐκείνου ἀπωλείας ἔνοχος. Οὐ γὰρ δίκαιόν ἐστιν, ἕτοιμον μὲν εἶναι ἐκβάλλειν τὸν ἡμαρτηκότα, ὀκνηρὸν δὲ ὑπάρχειν εἰς τὸ προσδέχεσθαι τὸν ἐπιστρέφοντα, καὶ πρόχειρον μὲν εἰς τὸ ἀποκόπτειν, ἀνηλεῆ
30δὲ εἰς τὸ τὸν ἀλγοῦντα ἰᾶσθαι· περὶ δὲ τῶν τοιούτων λέγει ἡ θεία γραφή· «Οἱ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοί εἰσιν τοῦ ἐκχέειν αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.» Ὁδὸς
35δὲ εἰρήνης ἐστὶν ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστός, ὃς καὶ ἐδίδαξεν ἡμᾶς λέγων· «Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν· δίδοτε, καὶ δοθήσεται ὑμῖν», τοῦτ’ ἔστιν δίδοτε ἄφεσιν ἁμαρτιῶν, καὶ ἀφεθήσεται ὑμῖν τὰ παραπτώματα, ὡς καὶ
διὰ τῆς εὐχῆς ἡμᾶς ἐπαίδευσεν λέγειν πρὸς Θεόν· «Ἄφες
40ἡμῖν τὰ παραπτώματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.» Ἐὰν οὖν μὴ ἀφῆτε τοῖς ἡμαρτηκόσιν, πῶς ὑμεῖς λήψεσθε τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν; Οὐχὶ τοὐναντίον ἑαυτὸν δεσμεύεις, λέγων ἀφιέναι καὶ μὴ ἀφιῶν; Τῷ ἑαυτῶν στόματι ἐναντιωθήσεσθε, λέγοντες ἀφιέναι καὶ
45μὴ ἀφιέντες. Γινώσκετε γάρ, ὅτι ὁ τὸν μὴ ἀδικήσαντα ἐκβάλλων ἢ τὸν ἐπιστρέφοντα μὴ προσδεχόμενος φονεύει τὸν ἀδελφὸν αὐτοῦ καὶ αἷμα ἐκχέει ὡς Καῒν Ἄβελ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ τὸ αἷμα αὐτοῦ βοῶν πρὸς τὸν Θεὸν ἐκζητηθήσεται.

2

.

21

(50)

Δίκαιος γὰρ ἀδίκως φονευθεὶς ὑπὸ τινὸς παρὰ Θεῷ ἐν ἀναπαύσει ἔσται εἰς τὸν αἰῶνα, ὡσαύτως καὶ ὁ ματαίως ἀφορισθεὶς ὑπὸ τοῦ ἐπισκόπου. Ὁ μέντοι ἐκβάλλων ὡς λοιμὸν τὸν ἀναίτιον, πικρότερος φονέως ὁ τοιοῦτος, οὐκ ἀφορῶν εἰς τὸ τοῦ Θεοῦ ἔλεος, οὐδὲ μνημονεύων αὐτοῦ τὴν
55ἐπὶ τοῖς μετανοοῦσιν ἀγαθωσύνην, οὐδὲ λαμβάνων σκοποὺς τῶν τοιούτων τοὺς ἐκ πλήθους παραπτωμάτων ἐν μετανοίᾳ εἰληφότας ἄφεσιν. Διὰ τοῦτο ἰταμώτερος σωματικοῦ φονέως ὁ τὸν ἀναίτιον ἀπορρίπτων. Ὡσαύτως καὶ ὁ μὴ προσδεχόμενος τοὺς μετανοοῦντας σκορπίζει τὰ τοῦ Χριστοῦ,
60κατ’ αὐτοῦ γινόμενος· ὡς γὰρ δίκαιός ἐστιν ὁ Θεὸς ἐν τῷ κρίνειν τοὺς ἁμαρτωλούς, οὕτως ἐλεήμων ἐν τῷ προσδέ‐ χεσθαι τοὺς ἐπιστρέφοντας. Ἔλεος γὰρ καὶ κρίσιν ᾖδεν
αὐτῷ ὁ θεοφιλὴς Δαυίδ.

2

.

22

Χρὴ δέ σε, ὦ ἐπίσκοπε, πρὸ ὀφθαλμῶν ἔχειν καὶ τὰ προωδευκότα καὶ ἐμπείρως αὐτοῖς κεχρῆσθαι πρὸς νουθεσίαν τῶν στυπτικῶν ἢ παρακλητικῶν δεομένων λόγων· ἔτι καὶ ἐν τῷ κρίνειν σε δίκαιον τῷ τοῦ Θεοῦ ἐξακολουθεῖν
5θελήματι, καὶ ᾗ ὁ Θεὸς δικάζει τοὺς ἁμαρτάνοντας καὶ ἐπιστρέφοντας, παραπλησίως καὶ σὲ κρίνειν. Ἢ γὰρ οὐχὶ καὶ τὸν Δαυὶδ ὀλισθήσαντα ὀνειδίσας διὰ τοῦ Νάθαν καὶ εἰπόντα μετανοεῖν εὐθὺς καὶ τοῦ θανάτου λυτροῦται λέγων· «Θάρσει, οὐ μὴ ἀποθάνῃς»; Ἰωνᾶν μὴ θελήσαντα Νινευί‐
10ταις κηρῦξαι ὑπὸ θαλάσσης καὶ κήτους καταποθῆναι ποιήσας, εὐξαμένου ἐν κοιλίᾳ, ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωὴν αὐτοῦ; Ἐζεκίαν πρὸς ὀλίγον τυφωθέντα, εὐξάμενον μετὰ δακρύων, ἀφῆκεν τοῦ ἐγκλήματος; Ἀκούσατε δή, ὦ ἐπίσκοποι, πρὸς τὰ τοιαῦτα ὠφέλιμον ὑπόδειγμα· γέγραπται γὰρ ἐν
15τῇ τετάρτῃ τῶν Βασιλειῶν καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλει‐ πομένων τῇ τῶν ἡμερῶν οὕτως· «Μανασσῆς υἱὸς Ἐζεκίου ἐν τῷ βασιλεύειν αὐτὸν δωδεκαετής, καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἐψιβά. Καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον
20Κυρίου καὶ οὐκ ἀπέστρεψεν ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξωλόθρευσεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ ἐπέστρεψεν Μανασσῆς καὶ ᾠκοδόμησεν τὰ ὑψηλά, ἃ κατέσπασεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἔστησεν στήλας τῇ Βάαλ καὶ ἀνέστησεν θυσιαστήριον τῇ Βάαλ, καὶ
25ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραήλ· καὶ ἐποίησεν θυσιαστήρια πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ᾠκοδόμησεν θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ἐν ᾧ εἶπεν Κύριος πρὸς Δαυὶδ καὶ πρὸς Σολομῶνα τὸν υἱὸν αὐτοῦ λέγων, ὅτι ἐν αὐτῷ θήσω τὸ ὄνομά μου. Καὶ ἔστησεν
30Μανασσῆς θυσιαστήρια, καὶ ἐν αὐτοῖς ἐδούλευσεν τῇ Βάαλ, καὶ εἶπεν· Ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα. Καὶ ᾠκο‐ δόμησε θυσιαστήρια ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ αὐτὸς διῆγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν Γὲ Βενεννόμ, καὶ ἐκληδονίζετο καὶ ἐφαρμακεύετο
35καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπαοιδοὺς καὶ γνώστας καὶ θεραφείν, καὶ ἐπλήθυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου τοῦ παροργίσαι αὐτόν. Καὶ ἔθηκεν τὸν χωνευτὸν καὶ τὸν γλυπτὸν τοῦ ἄλσους, τὴν εἰκόνα ἣν ἐποίησεν, ἐν οἴκῳ Κυρίου, ἐν ᾧ ἐξελέξατο
40Κύριος θέσθαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐν Ἱερουσαλὴμ τῇ ἁγίᾳ πόλει εἰς τὸν αἰῶνα, καὶ εἶπεν· Οὐ προσθήσω τὸν πόδα μου σαλεῦσαι ἀπὸ τῆς γῆς Ἰσραὴλ, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάξωνται κατὰ πάντα ὅσα ἐνετειλάμην αὐτοῖς, κατὰ πᾶσαν ἐντολήν, ἣν ἐνετείλατο Μωϋσῆς ὁ
45δοῦλός μου. Καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου ὑπὲρ τὰ ἔθνη ἃ ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. Καὶ ἐλάλησεν Κύριος ἐπὶ Μανασσῆν καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων· Ἀνθ’ ὧν ὅσα

2

.

22

(50)

ἐποίησεν Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα τὰ πονηρὰ ταῦτα ἀπὸ πάντων ὧν ἐποίησεν ὁ Ἀμορραῖος ἔμπροσθεν αὐτοῦ, καὶ ἐξήμαρτεν τὸν Ἰούδαν ἐν τοῖς εἰδώλοις αὐτοῦ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν, ὥστε παντὸς ἀκούοντος
55αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, καὶ ἐκτενῶ ἐπὶ Ἱερουσαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸν σταθμὸν τοῦ οἴκου Ἀχαάβ, καὶ ἀπαλείψω τὴν Ἱερουσαλήμ, καθὼς ἀπαλείφεται τὸ πυξίον ἀπαλειφόμενον, καὶ καταστρέψω ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἀποδώσομαι τὸ ὑπόλειμμα τῆς κληρο‐
60νομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ προνομὴν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν· ἀνθ’ ὧν ὅσα ἐποίησαν πονηρὰ ἐν ὀφθαλμοῖς μου, καὶ ἦσαν παροργίζοντές με ἀφ’ ἧς ἡμέρας ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας
65ταύτης». «Καί γε αἷμα ἀθῶον ἐξέχεεν Μανασσῆς πολὺ σφόδρα, ἕως οὗ ἐπλήρωσεν τὴν Ἱερουσαλὴμ στόμα ἐπὶ στόματι,
πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐξήμαρτεν τὸν Ἰούδαν ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου. Καὶ ἤγαγεν
70Κύριος ἐπ’ αὐτὸν τοὺς ἄρχοντας τῆς δυνάμεως τοῦ βασιλέως Ἀσούρ, καὶ κατελάβοντο τὸν Μανασσῆν ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαῖς καὶ ἤγαγον αὐτὸν εἰς Βαβυλῶνα.» Καὶ ἦν δεδεμένος καὶ κατασεσιδηρωμένος ὅλος ἐν οἴκῳ φυλακῆς, καὶ ἐδίδοτο αὐτῷ ἐκ πιτύρων ἄρτος
75ἐν σταθμῷ βραχὺς καὶ ὕδωρ σὺν ὄξει ὀλίγον ἐν μέτρῳ, ὥστε ζῆν αὐτόν, καὶ ἦν συνεχόμενος καὶ ὀδυνώμενος σφόδρα. Καὶ ὡς βιαίως ἐθλίβη, ἐζήτησεν τὸ πρόσωπον Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ τῶν πατέρων αὐτοῦ, καὶ προσηύξατο
80πρὸς Κύριον τὸν Θεὸν λέγων· «Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν, ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ
85προστάγματός σου, ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμε‐ νος αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ
90ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου· ὅτι σὺ εἶ Κύριος μακρόθυμος, εὔσπλαγχνος καὶ πολυέλεος, μετανοῶν ἐπὶ ταῖς κακίαις τῶν ἀνθρώπων· ὅτι σύ, ὁ Θεός, κατὰ τὴν χρηστότητα τῆς ἀγαθωσύνης σου ἐπηγγείλω μετανοίας ἄφεσιν τοῖς ἡμαρτηκόσιν, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν
95σου ὥρισας μετάνοιαν ἁμαρτωλοῖς εἰς σωτηρίαν. Σὺ οὖν, Κύριε ὁ Θεὸς τῶν δικαίων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσιν σοι, ἀλλ’ ἔθου μετάνοιαν ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ, διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης. Ἐπλήθυναν

2

.

22

(100)

αἱ ἀνομίαι μου, Κύριε, ἐπλήθυναν αἱ ἀνομίαι μου, καὶ οὐκέτι εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου, κατακαμπτόμενος πολλῷ δεσμῷ σιδηρῷ, διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ
105πληθύνας προσοχθίσματα. Καὶ νῦν κλίνω γόνυ καρδίας μου, δεόμενος τῆς παρὰ σοῦ χρηστότητος. Ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω· ἀλλ’ αἰτοῦμαι δεόμενός σου· ἄνες μοι, Κύριε, ἄνες μοι, καὶ μὴ συναπολέσῃς με ταῖς
110ἀνομίαις μου, μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι, μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς· ὅτι σὺ εἶ ὁ Θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξεις πᾶσαν τὴν ἀγαθωσύνην σου, ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου· καὶ αἰνέσω σε διαπαντὸς ἐν
115πάσαις ταῖς ἡμέραις τῆς ζωῆς μου, ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας·
ἀμήν.» Καὶ ἐπήκουσεν Κύριος τῆς φωνῆς αὐτοῦ καὶ ᾠκτείρη‐ σεν αὐτόν· καὶ ἐγένετο περὶ αὐτὸν φλὸξ πυρός, καὶ ἐτάκησαν
120πάντα τὰ περὶ αὐτὸν σίδηρα, καὶ ἰάσατο Κύριος τὸν Μανασσῆν ἐκ τῆς θλίψεως αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ. Καὶ ἔγνω Μανασσῆς, ὅτι Κύριος ὁ Θεὸς αὐτός ἐστιν Θεὸς μόνος, καὶ ἐλάτρευσεν μόνῳ Κυρίῳ τῷ Θεῷ ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ψυχῇ
125αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, καὶ ἐλογίσθη δίκαιος. Καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου καὶ πάντα τὰ θυσιαστήρια, ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου καὶ ἐν Ἱερουσαλήμ, καὶ ἐξέβαλεν ἔξω τῆς πόλεως· καὶ κατώρθωσε τὸ θυσια‐
130στήριον Κυρίου, καὶ ἐθυσίασεν ἐπ’ αὐτῷ θυσίαν σωτηρίου καὶ αἰνέσεως, καὶ εἶπεν Μανασσῆς τῷ Ἰούδᾳ τοῦ δουλεύειν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ. Καὶ ἐκοιμήθη ἐν εἰρήνῃ μετὰ τῶν πατέρων αὐτοῦ· καὶ ἐβασίλευσεν Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ
135πάντα, ὅσα ἐποίησε ὁ πατὴρ αὐτοῦ ἐν πρώτοις, καὶ παρώξυνεν Κύριον τὸν Θεὸν αὐτοῦ».

2

.

23

Ἠκούσατε, τέκνα ποθητὰ ἡμῶν, ὅπως Κύριος ὁ Θεὸς τὸν εἰδώλοις προσανασχόντα καὶ πολλοὺς ἀθώους φονεύσαντα, βραχέως τιμωρησάμενος, μεταγνόντα προσε‐ λάβετο, καὶ ἀφεὶς αὐτῷ τὰ πλημμελήματα ἐπέστρεψεν
5αὐτὸν εἰς τὴν βασιλείαν αὐτοῦ· οὐ μόνον γὰρ ἀφίησιν τοῖς
μετανοοῦσιν, ἀλλὰ καὶ εἰς τὴν προτέραν ἀξίαν αὐτοὺς ἐπανάγει. Μείζων εἰδωλολατρείας οὐκ ἔστιν ἁμαρτία, εἰς Θεὸν γάρ ἐστιν δυσσέβεια· ἀλλ’ ὅμως καὶ αὐτὴ διὰ γνησίας μετανοίας συγκεχώρηται.
10 Ἐὰν δέ τις ἐκ παρατάξεως ἁμαρτάνῃ, πειράζων τὸν Θεὸν ὡς μὴ ἐπεξιόντα τοῖς πονηροῖς, ὁ τοιοῦτος ἄφεσιν οὐχ ἕξει, κἂν λέγῃ παρ’ ἑαυτῷ· «Ὅσιά μοι γένοιτο, ὅτι πορεύσομαι ἐν τῆ ἀναστροφῇ τῆς καρδίας μου τῆς πονηρᾶς.» Τοιοῦτος γάρ τις ἐγένετο καὶ Ἀμὼς ὁ τοῦ Μανασσῆ
15υἱός. Φησὶν γὰρ ἡ γραφή· «Καὶ ἐλογίσατο Ἀμὼς λογισμὸν παραβάσεως ἐν ἑαυτῷ κακὸν καὶ εἶπεν· Ὁ πατήρ μου πολλὰ ἐκ νεότητος παρηνόμησεν καὶ ἐν τῷ γήρει μετέγνω· καὶ νῦν ἐγὼ πορεύσομαι καθὰ ἐπιθυμεῖ ἡ ψυχή μου, καὶ ὕστερον ἐπιστρέψω πρὸς Κύριον. Καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον
20Κυρίου παρὰ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ, καὶ ἐξωλόθρευσεν αὐτὸν Κύριος ὁ Θεὸς ἐν τάχει ἐκ τῆς γῆς τῆς ἀγαθῆς αὐτοῦ· καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ καὶ ἐθανάτωσαν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἐβασίλευσεν ἔτη δύο μόνα.»

2

.

24

Προσέχετε οὖν, οἱ λαϊκοί, μή τις ἐξ ὑμῶν τὸν λογισμὸν τοῦ Ἀμὼς ἐπὶ καρδίαν ἑαυτοῦ στηρίξῃ, καὶ ἔσται συντόμως ἀπολλύμενος. Ὁμοίως ὁ ἐπίσκοπος συντηρείτω,
καθὸ δύναται, τοὺς μὴ ἡμαρτηκότας ἀναμαρτήτους μεῖναι,
5καὶ τοὺς ἀπὸ ἁμαρτιῶν ἐπιστρέφοντας θεραπεύων δεχέσθω. Ἐὰν δὲ μετεγνωκότα ἀνηλεὴς ὢν μὴ προσδέξηται, ἁμαρτήσει εἰς Κύριον τὸν Θεὸν αὐτοῦ, δικαιῶν ἑαυτὸν ὑπὲρ τὴν ἐκείνου δικαιοσύνην καὶ μὴ προσλαμβανόμενος ὃν προσεδέξατο διὰ Χριστοῦ, δι’ ὃν ἀπέστειλεν τὸν υἱὸν
10αὐτοῦ ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις ὡς ἄνθρωπον, δι’ ὃν εὐδόκησεν ἐκ γυναικὸς αὐτὸν γεννηθῆναι τὸν ποιητὴν ἀνδρὸς καὶ γυναικός· οὗ χάριν, μὴ φεισάμενος σταυρῷ καὶ θανάτῳ καὶ ταφῇ, συνεχώρησεν παθεῖν τὸν τῇ φύσει ἀπαθῆ, τὸν Υἱὸν τὸν ἀγαπητόν, τὸν Θεὸν Λόγον, τὸν τῆς μεγάλης
15αὐτοῦ βουλῆς ἄγγελον, ὅπως τοὺς ὑποκειμένους θανάτῳ ῥύσηται τοῦ θανάτου. Τοῦτον παροργίζουσιν οἱ μὴ προσδεχόμενοι τοὺς μετανοοῦντας. Οὗτος γὰρ Ματθαῖον ἐμὲ τελώνην ὄντα τὸ πρότερον οὐκ ἐπῃσχύνθη· καὶ Πέτρον, ἀρνησάμενον αὐτὸν
20διὰ δέος τρίτον καὶ διὰ μετανοίας ἐξιλεωσάμενον καὶ προσκλαύσαντα πικρῶς, προσήκατο καὶ ποιμένα τῶν ἰδίων ἀρνίων κατέστησεν· καὶ Παῦλον δὲ τὸν συναπόστολον ἡμῶν, πολλὰ τὸ πρότερον εἰς ἡμᾶς ἐντριψάμενον κακὰ καὶ βλασφημήσαντα εἰς τὸ ὄνομα τὸ ἅγιον, ἀπόστολον ἀντὶ
25διώκτου προεχειρίσατο, σκεῦος αὐτὸν ἐκλογῆς ἀναδείξας.
Καὶ ἄλλῃ τινὶ ἁμαρτωλῷ γυναικὶ λέγει· «Ἀφέωνταί σου αἱ ἁμαρτίαι αἱ πολλαί, ὅτι ἠγάπησας πολύ». Ἑτέραν δέ τινα ἡμαρτηκυῖαν ἔστησαν οἱ πρεσβύτεροι ἔμπροσθεν αὐτοῦ, καὶ ἐπ’ αὐτῷ θέμενοι τὴν κρίσιν ἐξῆλθον· ὁ δὲ
30καρδιογνώστης Κύριος, πυθόμενος αὐτῆς, εἰ κατέκριναν αὐτὴν οἱ πρεσβύτεροι, καὶ εἰπούσης ὅτι οὔ, εἶπεν πρὸς αὐτήν· «Ὕπαγε, οὐδὲ ἐγώ σε κατακρίνω.» Τοῦτον τὸν σωτῆρα, βασιλέα καὶ Κύριον καὶ Θεὸν ἡμῶν, Ἰησοῦν, ὦ ἐπίσκοποι, σκοπὸν ὑμᾶς ἔχειν δεῖ, τούτου
35μιμητὰς εἶναι, πραεῖς, ἡσυχίους, εὐσπλάγχνους, ἐλεήμονας, εἰρηνικούς, ἀοργήτους, διδακτικούς, ἐπιστρεπτικούς, εἰσδε‐ κτικούς, παρακλητικούς, μὴ πλήκτας, μὴ ὀργίλους μὴ ὑβριστάς, μὴ ἀλαζόνας, μὴ ὑπεροπτικούς, μὴ οἰνόφλυγας, μὴ μεθύσους, μὴ εἰκαιοδαπάνους, μὴ τρυφητάς, μὴ πολυ‐
40δαπάνους, μὴ ὡς ἀλλοτρίοις, ἀλλ’ ὡς ἰδίοις τοῖς τοῦ Θεοῦ δόμασιν χρωμένους ὡς καθεστῶτας ἀγαθοὺς οἰκονόμους, ὡς μέλλοντας ἀπαιτεῖσθαι παρὰ τοῦ Θεοῦ τὸν λόγον.

2

.

25

Αὐτάρκη ἐχέτω τροφὴν καὶ ἀμφιασμὸν ὁ ἐπίσκοπος τὸν τῇ χρείᾳ καὶ τῇ σεμνότητι προσήκοντα· μὴ τοῖς κυρια‐ κοῖς ὡς ἀλλοτρίοις κεχρήσθω, ἀλλὰ μεμετρημένως· «Ἄξιος
γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστιν.» Μὴ σπαταλὸς
5μηδὲ πέρπερος, ἀλλὰ μόνων τῶν πρὸς σύστασιν ἐφιέμενος, τὰ διδόμενα κατ’ ἐντολὴν Θεοῦ τῶν δεκατῶν καὶ τῶν ἀπαρχῶν ὡς Θεοῦ ἄνθρωπος ἀναλισκέτω· τὰ εἰσφερόμενα ἐπὶ προφάσει πενήτων ἑκούσια καλῶς οἰκονομείτω ὀρφανοῖς καὶ χήραις καὶ θλιβομένοις καὶ ξένοις ἀπορουμένοις, ὡς
10ἔχων Θεὸν λογιστευτὴν τούτων τὸν ἐγχειρίσαντα αὐτῷ ταύτην τὴν οἰκονομίαν. Πᾶσι δὲ τοῖς δεομένοις μετὰ δικαιοσύνης ἐπιμερίζοντες, καὶ ὑμεῖς αὐτοὶ χρώμενοι ἐκ τῶν κυριακῶν, ἀλλὰ μὴ παραχρώμενοι, ἐσθίοντες ἐξ αὐτῶν, ἀλλὰ μὴ κατεσθίοντες αὐτὰ μόνοι, κοινωνοῦντες δὲ τοῖς
15χρῄζουσιν, ἀπρόσκοποι Θεῷ γίνεσθε· ἐὰν γὰρ μόνοι αὐτὰ ἀναλώσητε, ὀνειδισθήσεσθε παρὰ Θεοῦ λέγοντος ὡς πρὸς ἀπλήστους καὶ μονοφάγους· «Τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε», καὶ ἐν ἄλλοις· «Μὴ οἰκήσητε μόνοι ἐπὶ τῆς γῆς;» Διὸ καὶ ἐν τῷ Νόμῳ προστέτακται ὑμῖν·
20«Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.» Καὶ ταῦτα λέγομεν, οὐχ ἵνα μὴ μεταλαμβάνητε ὑμῶν τῶν πόνων, γέγραπται γάρ· «Οὐ φιμώσεις βοῦν ἀλοῶντα», ἀλλ’ ἵνα μεμετρημένως μετὰ δικαιοσύνης. Ὃν τρόπον οὖν ὁ βοῦς, ἐργαζόμενος ἐν τῇ ἅλῳ ἀκήμωτος, ἐσθίει μέν,
25ἀλλ’ οὐ τὸ πᾶν κατεσθίει, οὕτως καὶ ὑμεῖς, ἐργαζόμενοι
εἰς τὴν ἅλω, τοῦτ’ ἔστιν εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐκ τῆς Ἐκκλησίας ἐσθίετε, ὃν τρόπον καὶ οἱ λευῖται οἱ λει‐ τουργοῦντες τῇ σκηνῇ τοῦ μαρτυρίου, ἥτις ἦν τύπος τῆς Ἐκκλησίας κατὰ πάντα, προσέτι δὲ καὶ ἐκ τοῦ ὀνόματος
30μαρτύριον τῆς Ἐκκλησίας ἡ σκηνὴ προωρίζετο. Ἐνταῦθα γοῦν οἱ λευῖται τῇ σκηνῇ προσεδρεύοντες ἐκ τῶν εἰς τὴν προσφορὰν τοῦ Θεοῦ διδομένων ὑπὸ παντὸς τοῦ λαοῦ δώρων καὶ ἀφαιρεμάτων καὶ ἀπαρχῶν καὶ δεκατῶν καὶ θυσιῶν καὶ προσφορῶν μετεῖχον ἀκωλύτως, αὐτοὶ καὶ αἱ γυναῖκες
35αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες αὐτῶν· ἐπειδὴ δὲ τὸ ἔργον αὐτῶν ἦν λειτουργία τῆς σκηνῆς, διὰ τοῦτο κληροδοσίαν γῆς οὐκ ἔλαβον ἐν τοῖς υἱοῖς Ἰσραήλ, ὅτι αἱ εἰσφοραὶ τοῦ λαοῦ κληροδοσία τοῦ Λευὶ καὶ κληρονομία τῆς φυλῆς αὐτοῦ. Ὑμεῖς οὖν σήμερον, ὦ ἐπίσκοποι, ἐστὲ τῷ λαῷ ὑμῶν
40ἱερεῖς λευῖται, οἱ λειτουργοῦντες τῇ ἱερᾷ σκηνῇ, τῇ ἁγίᾳ καὶ καθολικῇ Ἐκκλησίᾳ, καὶ παρεστῶτες τῷ θυσιαστηρίῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν καὶ προσάγοντες αὐτῷ τὰς λογικὰς καὶ ἀναιμάκτους θυσίας διὰ Ἰησοῦ Χριστοῦ τοῦ μεγάλου ἀρχιερέως· ὑμεῖς τοῖς ἐν ὑμῖν λαϊκοῖς ἐστε προφῆται,
45ἄρχοντες καὶ ἡγούμενοι καὶ βασιλεῖς, οἱ μεσῖται Θεοῦ καὶ τῶν πιστῶν αὐτοῦ, οἱ δοχεῖς τοῦ λόγου καὶ ἀγγελτῆρες, οἱ γνῶσται τῶν γραφῶν καὶ φθόγγοι τοῦ Θεοῦ καὶ μάρτυρες τοῦ θελήματος αὐτοῦ, οἱ πάντων τὰς ἁμαρτίας βαστάζοντες
καὶ περὶ πάντων ἀπολογούμενοι· οἷς, ὡς ἠκούσατε, ἐμβριθῶς

2

.

25

(50)

ὁ λόγος ἀπειλεῖ, ἐὰν κρύψητε ἐξ ἀνθρώπων τὴν τῆς γνώσεως κλεῖδα· οἷς κίνδυνος ὀλέθριος, ἐὰν μὴ διαγγείλητε τὸ θέλημα αὐτοῦ τῷ ὑφ’ ὑμᾶς λαῷ· οἷς παρὰ Θεοῦ μισθὸς ἀψευδὴς καὶ κλέος ἀνεκδιήγητον ἐν δόξῃ, καλῶς λειτουργή‐ σασιν τῇ σκηνῇ τῇ ἁγίᾳ. Ὡς γὰρ τὸ βάρος ὑμέτερον,
55οὕτως καὶ τὰς διακονίας τῶν τροφῶν καὶ τὰς ἄλλας χρείας ὑμεῖς καρποῦσθε. Μιμηταὶ γὰρ ἔστε Χριστοῦ τοῦ Κυρίου, καὶ ὡς αὐτὸς πάντων ἡμῶν τὰς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ ξύλον, σταυρω‐ θεὶς ὁ ἄμωμος ὑπὲρ τῶν κολάσεως ἀξίων, οὕτως καὶ ὑμᾶς
60τοῦ λαοῦ τὰς ἁμαρτίας ἐξιδιοποιεῖσθαι χρή. Εἴρηται γὰρ περὶ τοῦ σωτῆρος ἐν Ἡσαΐᾳ, ὅτι «Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται.» Καὶ πάλιν· «Ὁ αὐτὸς τὰς ἁμαρτίας πολλῶν ἀνήνεγκεν καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη.» Ὥσπερ οὖν ὑμεῖς σκοποί
65ἐστε, οὕτως καὶ σκοπὸν ἔχετε τὸν Χριστόν· ὡς οὖν αὐτὸς πάντων ὑμῶν, οὕτως καὶ ὑμεῖς τῶν ὑφ’ ὑμᾶς λαϊκῶν. Μὴ γὰρ νομίζετε, ὅτι εὐχερὲς ἢ ἐλαφρὸν φορτίον ἐστὶν ἡ ἐπισκοπή. Χρὴ οὖν, ὡς τὸ βάρος φέρετε, οὕτως καὶ τῶν καρπῶν πρώτους μεταλαμβάνειν καὶ τοῖς δεομένοις
70μεταδιδόναι, ὡς λόγον ὑφέξοντας τῷ ἀπαραλογίστως ὑμᾶς
μέλλοντι λογιστεύειν. Δεῖ γὰρ τοὺς τῇ Ἐκκλησίᾳ προσεδρεύοντας ἐκ τῆς Ἐκκλησίας διατρέφεσθαι, ἅτε ἱερεῖς, λευίτας, προέδρους, λειτουργοὺς Θεοῦ, καθὼς ἐν βίβλῳ τῶν Ἀριθμῶν γέγραπται περὶ τῶν ἱερέων· «Καὶ
75εἶπεν Κύριος πρὸς Ἀαρών· σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος πατριᾶς σου λήψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων, τῆς ἱερατείας ὑμῶν. Ἰδοὺ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σέ,
80νόμιμον αἰώνιον· καὶ τοῦτο ἔσται ὑμῖν ἀπὸ τῶν ἡγιασμένων, ἐκ τῶν καρπωμάτων καὶ ἀπὸ τῶν δώρων καὶ ἀπὸ πάντων τῶν θυσιῶν καὶ ἀπὸ πάσης πλημμελείας καὶ περὶ ἁμαρτιῶν, καὶ ὅσα ἀποδιδόασίν μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου· ἐν τῷ ἁγίῳ φάγεσθε αὐτά.» Καὶ
85μετ’ ὀλίγα· «Πᾶσα ἀπαρχὴ ἐλαίου καὶ οἴνου καὶ σίτου, ὅσα ἂν δίδωσιν Κυρίῳ, σοὶ δέδωκα αὐτά, καὶ τὰ πρωτογεν‐ νήματα πάντα σοι δέδωκα, καὶ σοὶ ἐρεῖ πᾶν ἀνάθεμα· πᾶν πρωτότοκον ἀνθρώπου καὶ κτήνους καθαροῦ καὶ ἀκαθάρτου καὶ θυσίας καὶ στηθυνίου καὶ βραχίονος δεξιοῦ τοῖς ἱερεῦσιν
90προσανήκει καὶ τοῖς λοιποῖς τοῖς παραμένουσιν αὐτοῖς λευίταις.»

2

.

26

Ἀκούσατε ταῦτα καὶ ὑμεῖς, οἱ λαϊκοί, ἡ ἐκλεκτὴ Ἐκκλησία τοῦ Θεοῦ· καὶ γὰρ ὁ λαὸς πρότερον Θεοῦ λαὸς
καὶ ἔθνος ἅγιον ὠνομάζετο, καὶ ὑμεῖς οὖν ἐστὲ ἁγία ἱερὰ Ἐκκλησία τοῦ Θεοῦ ἀπογεγραμμένη ἐν οὐρανῷ, βασίλειον
5ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, νύμφη κεκαλλωπισμένη Κυρίῳ τῷ Θεῷ· Ἐκκλησία μεγάλη, Ἐκκλησία πιστή· ἃ πρότερον ἐρρέθη, νῦν ἐνωτίζου· ἀφαι‐ ρέματα καὶ δεκάται καὶ ἀπαρχαὶ τῷ ἀρχιερεῖ Χριστῷ καὶ τοῖς λειτουργοῦσιν αὐτῷ, δεκάται σωτηρίου, ἀρχὴ ὀνόματος
10Ἰησοῦ. Ἄκουε, ἱερὰ καθολικὴ Ἐκκλησία, ἡ τὴν δεκά‐ πληγον πεφευγυῖα καὶ τὴν δεκάλογον εἰληφυῖα καὶ τὸν νόμον μεμαθηκυῖα καὶ τὴν πίστιν κεκρατηκυῖα καὶ ἐπὶ τὸν Κύριον Ἰησοῦν πεπιστευκυῖα καὶ τὴν δεκάδα ἐγνωκυῖα καὶ ἐπὶ τὸ ἰῶτα, ὅπερ ἐστὶν ἀρχὴ ὀνόματος Ἰησοῦ, πεπιστευκυῖα
15καὶ τὸ ὄνομα αὐτοῦ ὀνομαζομένη καὶ ἐπὶ τῇ τελειώσει τῆς δόξης αὐτοῦ ἐστηριγμένη· αἱ τότε θυσίαι νῦν εὐχαὶ καὶ δεήσεις καὶ εὐχαριστίαι, αἱ τότε ἀπαρχαὶ καὶ δεκάται καὶ ἀφαιρέματα καὶ δῶρα νῦν προσφοραὶ αἱ διὰ τῶν ὁσίων ἐπισκόπων προσφερόμεναι Κυρίῳ τῷ Θεῷ διὰ Ἰησοῦ
20Χριστοῦ τοῦ ὑπὲρ αὐτῶν ἀποθανόντος. Οὗτοι γὰρ ὑμῶν εἰσιν οἱ ἀρχιερεῖς· οἱ δὲ ἱερεῖς ὑμῶν οἱ πρεσβύτεροι, καὶ οἱ λευῖται ὑμῶν οἱ νῦν διάκονοι καὶ οἱ ἀναγινώσκοντες ὑμῖν καὶ οἱ ᾠδοὶ καὶ οἱ πυλωροί, αἱ διάκονοι ὑμῶν καὶ αἱ χῆραι καὶ αἱ παρθένοι καὶ οἱ ὀρφανοὶ ὑμῶν.
25 Ὁ δὲ τούτων πάντων ἀνώτερος ὁ ἀρχιερεύς ἐστιν, ὁ ἐπίσκοπος. Οὗτος λόγου διάκονος, γνώσεως φύλαξ, μεσίτης Θεοῦ καὶ ὑμῶν ἐν ταῖς πρὸς αὐτὸν λατρείαις· οὗτος διδάσκαλος εὐσεβείας, οὗτος μετὰ Θεὸν πατὴρ ὑμῶν, δι’ ὕδατος καὶ πνεύματος ἀναγεννήσας ὑμᾶς εἰς υἱοθεσίαν·
30οὗτος ἄρχων καὶ ἡγούμενος ὑμῶν, οὗτος ὑμῶν βασιλεὺς καὶ δυνάστης, οὗτος ὑμῶν ἐπίγειος θεὸς μετὰ Θεὸν, ὃς ὀφείλει τῆς παρ’ ὑμῶν τιμῆς ἀπολαύειν. Περὶ γὰρ τούτου καὶ τῶν ὁμοίων αὐτοῦ ὁ Θεὸς ἔλεγεν· «Ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες», καί· «Θεοὺς τοῦ λαοῦ
35σου οὐ κακολογήσεις.» Ὁ μὲν οὖν ἐπίσκοπος προκαθεζέ‐ σθω ὑμῶν ὡς Θεοῦ ἀξίᾳ τετιμημένος, ᾗ κρατεῖ τοῦ κλήρου καὶ τοῦ λαοῦ παντὸς ἄρχει. Ὁ δὲ διάκονος τούτῳ παρι‐ στάσθω ὡς ὁ Χριστὸς τῷ Πατρί, καὶ λειτουργείτω αὐτῷ ἐν πᾶσιν ἀμέμπτως, ὡς ὁ Χριστός, ἀφ’ ἑαυτοῦ ποιῶν
40οὐδέν, τὰ ἀρεστὰ ποιεῖ τῷ Πατρὶ πάντοτε. Ἡ δὲ διάκονος εἰς τύπον τοῦ ἁγίου Πνεύματος τετιμήσθω ὑμῖν, μηδὲν ἄνευ τοῦ διακόνου φθεγγομένη ἢ πράττουσα, ὡς οὐδὲ ὁ παράκλητος ἀφ’ ἑαυτοῦ τι ποιεῖ ἢ λαλεῖ, ἀλλὰ δοξάζων τὸν Χριστὸν περιμένει τὸ ἐκείνου θέλημα· καὶ ὡς οὐκ ἔστιν
45εἰς τὸν Χριστὸν πιστεῦσαι ἄνευ τῆς τοῦ Πνεύματος διδασκα‐
λίας, οὕτως ἄνευ τῆς διακόνου μηδεμία προσίτω γυνὴ τῷ διακόνῳ ἢ τῷ ἐπισκόπῳ. Οἵ τε πρεσβύτεροι εἰς τύπον ἡμῶν τῶν ἀποστόλων ὑμῖν νενομίσθωσαν· διδάσκαλοι ἔστωσαν θεογνωσίας, ἐπειδὴ καὶ ὁ Κύριος ἡμᾶς ἀποστέλλων

2

.

26

(50)

ἔλεγεν· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί‐ ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν.» Αἵ τε χῆραι καὶ οἱ ὀρφανοὶ εἰς τύπον τοῦ θυσιαστηρίου λελογίσθωσαν ὑμῖν· αἵ τε παρθένοι εἰς
55τύπον τοῦ θυμιατηρίου τετιμήσθωσαν καὶ τοῦ θυμιάματος.

2

.

27

Ὡς οὖν οὐκ ἦν ἐξὸν ἀλλογενῆ, μὴ ὄντα λευίτην, προσενέγκαι τι ἢ προσελθεῖν εἰς τὸ θυσιαστήριον ἄνευ τοῦ ἱερέως, οὕτως καὶ ὑμεῖς ἄνευ τοῦ ἐπισκόπου μηδὲν ποιεῖτε. Εἰ δέ τις ἄνευ τοῦ ἐπισκόπου ποιεῖ τι, εἰς μάτην ποιεῖ
5αὐτό· οὐ γὰρ αὐτῷ εἰς ἔργον λογισθήσεται. Ὡς γὰρ ὁ Σαοὺλ ἄνευ τοῦ Σαμουὴλ προσενέγκας ἤκουσεν ὅτι «Μεμα‐ ταίωταί σοι», οὕτως καὶ πᾶς λαϊκὸς ἄνευ τοῦ ἱερέως ἐπιτελῶν τι ματαιοπονεῖ. Καὶ ὡς Ὀζίας ὁ βασιλεύς, οὐκ ὢν ἱερεὺς τὰ τῶν ἱερέων ἐπιτελῶν, ἐλεπρώθη διὰ
10παρανομίαν, οὕτως καὶ πᾶς λαϊκὸς οὐκ ἀτιμώρητος ἔσται, καταφρονήσας Θεοῦ καὶ τῶν αὐτοῦ καταμανεὶς ἱερέων καὶ τὴν τιμὴν ἁρπάσας ἑαυτῷ, μὴ μιμησάμενος Χριστόν, ὃς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερεύς, ἀλλὰ περιέμεινεν ἀκοῦσαι τοῦ Πατρός· «Ὤμοσεν Κύριος καὶ οὐ μετα‐
15μεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Εἰ οὖν ἄνευ τοῦ Πατρὸς ὁ Χριστὸς οὐ δοξάζει ἑαυτόν, πῶς οἷόν τε ἄνθρωπον ἑαυτὸν εἰς ἱερωσύνην ἐπιρρίπτειν, μὴ λαβόντα τὸ ἀξίωμα παρὰ κρείττονος, καὶ ποιεῖν ἐκεῖνα, ἃ μόνοις τοῖς ἱερεῦσιν ἔξεστιν; Ἢ οὐχὶ
20οἱ Κορεῖται, καίτοι τῆς Λευὶ φυλῆς ὄντες, πυρίκαυστοι ἐγένοντο, ἐπαναστάντες Μωϋσῇ καὶ Ἀαρὼν καὶ περὶ τῶν μὴ καθηκόντων αὐτοῖς ἁμιλλώμενοι; Καὶ Δαθὰν καὶ Ἀβειρὼν ζῶντες κατέβησαν εἰς ἅδου, καὶ ῥάβδος βλα‐ στήσασα ἔστειλεν τῶν πολλῶν τὴν ἄνοιαν καὶ τὸν ὑπὸ Θεοῦ
25χειροτονηθέντα ἀρχιερέα ἀνέδειξεν; Προσήκει οὖν καὶ ὑμᾶς, ἀδελφοί, τὰς θυσίας ὑμῶν ἤτοι προσφορὰς τῷ ἐπισκόπῳ προσφέρειν ὡς ἀρχιερεῖ, ἢ δι’ ἑαυτῶν ἢ διὰ τῶν διακόνων. Οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας καὶ τὰ ἑκούσια αὐτῷ προσάγετε· αὐτὸς γὰρ σαφῶς γινώσκει τοὺς
30θλιβομένους καὶ ἑκάστῳ δίδωσι πρὸς τὸ ἁρμόζον, ὅπως μηδεὶς ἢ τῇ αὐτῇ ἡμέρᾳ ἢ τῇ αὐτῇ ἑβδομάδι λαμβάνῃ δίς,
ἕτερος δὲ μηδὲ ὅλως· δίκαιον γάρ ἐστιν μᾶλλον τοῖς θλι‐ βομένοις κατὰ ἀλήθειαν ἐπαρκεῖν, ἢ τοῖς νομιζομένοις θλίβεσθαι.

2

.

28

Τοῖς εἰς ἀγάπην, ἤτοι δοχὴν ὡς ὁ Κύριος ὠνόμα‐ σεν, προαιρουμένοις καλεῖν πρεσβυτέρας, ἃς ἐπίστανται οἱ διάκονοι θλιβομένας, ταύτας πλειστάκις πεμπέτωσαν. Ἀφοριζέσθω δὲ ἐν τῇ δοχῇ τὸ τῷ ποιμένι ἔθιμον, λέγω
5δὴ τὸ τῆς ἀπαρχῆς, ὡς ἱερεῖ, κἂν μὴ παρῇ τῇ δοχῇ, εἰς τιμὴν Θεοῦ τοῦ τὴν ἱερατείαν αὐτῷ ἐγχειρίσαντος. Ὡσεὶ δὲ ἑκάστῃ τῶν πρεσβυτίδων δίδοται, διπλοῦν διδόσθω τοῖς διακόνοις εἰς γέρας Χριστοῦ. Τοῖς δὲ πρεσβυτέροις, ὡς ἂν κάμνωσιν περὶ τὸν τῆς διδασκαλίας λόγον, διπλῆ καὶ
10αὐτοῖς ἀφοριζέσθω ἡ μοῖρα εἰς χάριν τῶν τοῦ Χριστοῦ ἀποστόλων, ὧν καὶ τὸν τόπον φυλάσσουσιν ὡς σύνεδροι τοῦ ἐπισκόπου καὶ τῆς Ἐκκλησίας στέφανος· εἰσὶν γὰρ συνέδριον καὶ βουλὴ τῆς Ἐκκλησίας. Εἰ δὲ καὶ ἀναγνώστης ἔστιν, λαμβανέτω καὶ αὐτὸς μοῖραν μίαν εἰς τιμὴν τῶν προφητῶν·
15ὡσαύτως καὶ ψαλτῳδὸς καὶ πυλωρός. Ἑκάστῳ οὖν ἀξιώματι οἱ λαϊκοὶ τὴν προσήκουσαν τιμὴν νεμέτωσαν ἐν τοῖς δόμασι
καὶ τῇ κατὰ τὸν βίον ἐντροπῇ. Μὴ ῥᾳδίως δὲ ἐνοχλείτωσαν τῷ ἄρχοντι, ἀλλὰ διὰ τῶν ὑπηρετῶν ἃ βούλονται σημαινέτωσαν, τοῦτ’ ἔστι διὰ
20τῶν διακόνων, πρὸς οὓς πλεῖον παρρησιαζέσθωσαν· οὐδὲ γὰρ τῷ παντοκράτορι Θεῷ προσελθεῖν ἔστιν, ἐὰν μὴ διὰ τοῦ Χριστοῦ. Οὕτως οὖν καὶ οἱ λαϊκοὶ πάντα ὅσα βούλονται διὰ τοῦ διακόνου φανερὰ τῷ ἐπισκόπῳ ποιείτωσαν, καὶ οὕτω κατὰ τὸ δοκοῦν ἐκείνῳ ἐπιτελείτωσαν. Οὐδὲ γὰρ
25πρότερον ἐν τῷ ἱερῷ ἁγίασμά τι προσεφέρετο ἢ ἐγίνετό τι ἄνευ τοῦ ἱερέως. «Χείλη γὰρ ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ τοῦ στόματος αὐτοῦ», φησίν που ὁ προφήτης. Εἰ γὰρ καὶ οἱ τῶν δαιμόνων θεραπευταὶ ἐν τοῖς μυσαροῖς καὶ βδελυκτοῖς καὶ ἀκαθάρτοις προσ‐
30οχθίσμασιν αὐτῶν ἄχρι τοῦ δεῦρο τὰ ἅγια μιμοῦνται· καὶ μακρὰν μὲν ἐπὶ συγκρίσεως τὸ βδέλυγμα κεχωρίσθω τῶν ἁγίων, πλὴν ἐν τοῖς ἐμπαίγμασιν αὐτῶν ἄνευ τοῦ μιερέως οὐδὲν προσφέρουσιν οὐδὲ ἐπιτελοῦσιν, ἀλλὰ στόμα νομίζουσι τῶν λίθων τὸν μιερέα, περιμένοντες τί προστάξει
35ποιεῖν αὐτοῖς, καὶ πάντα ἃ ἂν προστάξῃ αὐτοῖς, ἐκεῖνα καὶ ἐπιτελοῦσι καὶ ἄνευ αὐτοῦ ποιοῦσιν οὐδὲν καὶ τιμῶσιν αὐτὸν τὸν μιερέα καὶ σεπτὸν αὐτοῦ ἡγοῦνται τὸ ὄνομα εἰς
τιμὴν τῶν ἀψύχων ξοάνων καὶ εἰς λατρείαν τῶν πονηρῶν πνευμάτων. Εἰ οὖν ἐκεῖνοι, μάταια καὶ ἐψευσμένα
40δοξάζοντες καὶ ἐπ’ οὐδενὶ βεβαίῳ ἔχοντες τὴν ἑαυτῶν ἐλπίδα, ἐπιτηδεύουσι μιμεῖσθαι τὰ ἅγια, πόσῳ δίκαιον ὑμᾶς, τοὺς τὴν φανοτάτην πίστιν καὶ ἀψευδῆ ἐλπίδα ἔχοντας καὶ ἔνδοξον καὶ αἰώνιον καὶ ἀδιάπτωτον ἐπαγγελίαν ἀπεκδε‐ χομένους, τιμᾶν διὰ τῶν προεστώτων Κύριον τὸν Θεόν,
45ἡγουμένους στόμα Θεοῦ εἶναι τοὺς ἐπισκόπους;

2

.

29

Εἰ γὰρ Ἀαρών, ἐπειδὴ ἤγγελλεν τῷ Φαραὼ παρὰ Μωϋσέως τοὺς λόγους, προφήτης εἴρηται, Μωϋσῆς δὲ θεὸς τοῦ Φαραὼ ὡς βασιλεὺς καὶ ἀρχιερεύς, ὥς φησιν ὁ Θεὸς πρὸς αὐτόν· «Θεὸν τέθεικά σε τῷ Φαραώ, καὶ
5Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης», διατί μὴ καὶ ὑμεῖς τοὺς μεσίτας ὑμῶν τοῦ λόγου προφήτας εἶναι νομίσητε καὶ ὡς θεοὺς σεβασθήσεσθε;

2

.

30

Νῦν γὰρ ὑμῖν μέν ἐστιν Ἀαρὼν ὁ διάκονος, Μωϋσῆς δὲ ὁ ἐπίσκοπος· εἰ οὖν ἐρρέθη Μωϋσῆς ὑπὸ κυρίου θεός, καὶ ὑμῖν ὁ ἐπίσκοπος εἰς θεὸν τετιμήσθω καὶ ὁ διάκονος ὡς προφήτης αὐτοῦ. Ὡς γὰρ ὁ Χριστὸς ἄνευ τοῦ Πατρὸς
5οὐδὲν ποιεῖ, οὕτως οὐδὲ ὁ διάκονος ἄνευ τοῦ ἐπισκόπου· καὶ ὥσπερ Υἱὸς ἄνευ τοῦ Πατρὸς οὐκ ἔστιν, οὕτως οὐδὲ διάκονος ἄνευ τοῦ ἐπισκόπου· καὶ ὥσπερ ὑπόχρεως Υἱὸς
Πατρί, οὕτω καὶ πᾶς διάκονος ἐπισκόπῳ· καὶ ὥσπερ ὁ Υἱὸς ἄγγελός ἐστιν καὶ προφήτης τοῦ Πατρός, οὕτως καὶ
10ὁ διάκονος ἄγγελος καὶ προφήτης ἐστὶν τοῦ ἐπισκόπου.

2

.

31

Διὸ καὶ πάντα τὰ ἐπιτελούμενα ὑπ’ αὐτοῦ εἴς τινα ἐμφανῆ τῷ ἐπισκόπῳ γινέσθω καὶ δι’ αὐτοῦ τελειούσθω, μηδὲν δὲ ποιείτω τὸ σύνολον ἄνευ τοῦ ἐπισκόπου μηδέ τινι διδότω τι ἄνευ τῆς ἐκείνου γνώμης. Ἐὰν γὰρ ὡς
5θλιβομένου τινὸς λάθρα τοῦ ἐπισκόπου δῷ τινι, εἰς λοιδορίαν τοῦ ἐπισκόπου δίδωσιν, καὶ διαβάλλει αὐτὸν ὡς ἀμελοῦντα τῶν θλιβομένων. Ὁ δὲ ἐπίσκοπον ἢ λόγῳ ἢ ἔργῳ κακο‐ λογῶν Θεῷ προσπταίει, οὐκ ἀκούσας αὐτοῦ εἰπόντος· «Θεούς σου οὐ κακολογήσεις.» Οὐ γὰρ περὶ λίθων ἢ
10ξύλων προσοχθισμάτων ἐνομοθέτει, βδελυκτῶν ὄντων διὰ τὴν ψευδωνυμίαν, ἀλλὰ περὶ τῶν ἱερέων καὶ τῶν κριτῶν, οἷς καὶ εἶπεν ὅτι «Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες».

2

.

32

Εἰ οὖν γινώσκεις, ὦ διάκονε, θλιβόμενόν τινα, ὑπομνήσας τὸν ἐπίσκοπον, οὕτως δίδου· ἀλλὰ μὴ λαθραίως εἰς λοιδορίαν αὐτοῦ τι ἐπιτέλει, ἵνα μὴ καὶ γογγυσμὸν ἐπεγείρῃς κατ’ αὐτοῦ. Οὐ γὰρ κατ’ αὐτοῦ ὁ γογγυσμὸς
5γενήσεται, ἀλλὰ κατὰ Κυρίου τοῦ Θεοῦ, καὶ ἀκούσεται ὁ διάκονος καὶ οἱ λοιποί, ὡς Ἀαρὼν καὶ Μαριὰμ καταλα‐
λήσαντες Μωϋσέως ἤκουσαν· «Πῶς οὐκ ἐφοβήθητε κατα‐ λαλῆσαι κατὰ Μωϋσῆ τοῦ θεράποντός μου;» Καὶ πάλιν αὐτὸς ὁ Μωϋσῆς φησιν τοῖς ἐπισυναχθεῖσιν αὐτῷ· «Οὐ
10γὰρ καθ’ ἡμῶν ὁ γογγυσμός ἐστιν, ἀλλὰ κατὰ Κυρίου τοῦ Θεοῦ ἡμῶν.» Εἰ γὰρ ὁ λαϊκὸν εἰρηκὼς ῥακὰν ἢ μωρὸν οὐκ ἀτι‐ μώρητος, ὡς ὑβρίσας τὸ τοῦ Χριστοῦ ὄνομα, τί ἄν τις κατὰ ἐπισκόπου εἴπῃ; Δι’ οὗ τὸ ἅγιον Πνεῦμα ἐν ὑμῖν ὁ Κύριος
15ἔδωκεν ἐν τῇ χειροθεσίᾳ, δι’ οὗ ἅγια δόγματα μεμαθήκατε καὶ Θεὸν ἐγνώκατε καὶ εἰς Χριστὸν πεπιστεύκατε, δι’ οὗ ἐγνώσθητε ὑπὸ Θεοῦ, δι’ οὗ ἐσφραγίσθητε ἐλαίῳ ἀγαλλιάσεως καὶ μύρῳ συνέσεως, δι’ οὗ υἱοὶ φωτὸς ἀνεδείχθητε, δι’ οὗ Κύριος ἐν τῷ φωτισμῷ ὑμῶν, τῇ τοῦ
20ἐπισκόπου χειροθεσίᾳ μαρτυρῶν, ἐφ’ ἑκατέρων ὑμῶν τὴν ἱερὰν ἐξέτεινεν φωνὴν λέγων· «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.»

2

.

33

Διὰ τοῦ ἐπισκόπου σου ὁ Θεὸς υἱοποιεῖταί σε, ἄνθρωπε· γνώριζε οὖν, υἱέ, τὴν δεξιάν, τὴν μητέρα σου καὶ στέργε, καὶ τὸν μετὰ Θεὸν γενόμενόν σου πατέρα σέβου. Εἰ γὰρ περὶ τῶν κατὰ σάρκα γονέων φησὶν τὸ θεῖον
5λόγιον· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ
σοι γένηται», καί· «Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω», πόσῳ μᾶλλον περὶ τῶν πνευματικῶν γονέων ὑμῖν ὁ λόγος παραινέσει τιμᾶν αὐτοὺς καὶ στέργειν, ὡς εὐεργέτας καὶ πρεσβευτὰς πρὸς Θεόν; Τοὺς δι’ ὕδατος
10ὑμᾶς ἀναγεννήσαντας, τοὺς τῷ ἁγίῳ Πνεύματι πληρώσα‐ ντας, τοὺς τῷ λόγῳ γαλακτοτροφήσαντας, τοὺς ἐν τῇ διδασκαλίᾳ ἀναθρεψαμένους, τοὺς ἐν ταῖς νουθεσίαις στηρί‐ ξαντας, τοὺς τοῦ σωτηρίου σώματος καὶ τοῦ τιμίου αἵματος ἀξιώσαντας ὑμᾶς, τοὺς τῶν ἁμαρτιῶν λύσαντας καὶ τῆς
15ἁγίας καὶ ἱερᾶς εὐχαριστίας μετόχους ποιήσαντας καὶ τῆς ἐπαγγελίας τοῦ Θεοῦ κοινωνοὺς καὶ συγκληρονόμους θεμένους ὑμᾶς. Τούτους εὐλαβούμενοι τιμᾶτε παντοίαις τιμαῖς· οὗτοι γὰρ παρὰ Θεοῦ ζωῆς καὶ θανάτου ἐξουσίαν εἰλήφασιν ἐν τῷ δικάζειν τοὺς ἡμαρτηκότας καὶ κατα‐
20δικάζειν εἰς θάνατον πυρὸς αἰωνίου καὶ λύειν ἁμαρτιῶν τοὺς ἐπιστρέφοντας καὶ Ζωογονεῖν αὐτούς.

2

.

34

Τούτους ἄρχοντας ὑμῶν ἡγεῖσθε καὶ βασιλεῖς νομίζετε, καὶ δασμοὺς ὡς βασιλεῦσι προσφέρετε· ἐξ ὑμῶν γὰρ αὐτούς τε καὶ τοὺς ἐνοίκους αὐτῶν τρέφεσθαι χρή. Ὡς Σαμουὴλ διετάξατο πρὸς τὸν λαὸν περὶ τοῦ βασιλέως
5ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν καὶ Μωϋσῆς περὶ τῶν ἱερέων, οὕτως καὶ ἡμεῖς ὑμῖν περὶ τῶν ἐπισκόπων διατασσόμεθα. Εἰ γὰρ ἐκεῖ πλῆθος τηλικούτου βασιλέως ἀναλόγως τὰς
ὑπηρεσίας ἐδίδου, πόσῳ μᾶλλον οὐχὶ καὶ νῦν ὁ ἐπίσκοπος λαμβάνειν ὀφείλει παρ’ ὑμῶν τὰ ἐκ τοῦ Θεοῦ αὐτῷ ὡρισμένα
10πρὸς διατροφὴν αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ κληρικῶν; Εἰ δὲ δεῖ καί τι προσθεῖναι τῷ λόγῳ, πλεῖον οὗτος λαμβα‐ νέτω, ἢ ἐκεῖνος τὸ παλαιόν· ὁ μὲν γὰρ στρατιωτικὰ μόνα διεῖπεν, πόλεμον καὶ εἰρήνην ἀναδεδεγμένος εἰς φυλακὴν σωμάτων· ὁ δὲ τὴν εἰς Θεὸν ἱερωσύνην, σῶμα καὶ ψυχὴν
15παραιτούμενος κινδύνων. Ὅσῳ τοίνυν ψυχὴ σώματος κρείττων, τοσούτῳ καὶ ἱερωσύνη βασιλείας· δεσμεύει γὰρ αὐτὴ καὶ λύει τοὺς τιμωρίας ἢ ἀφέσεως ἀξίους. Διὸ τὸν ἐπίσκοπον στέργειν ὀφείλετε ὡς πατέρα, φοβεῖσθαι ὡς βασιλέα, τιμᾶν τε ὡς κύριον, τοὺς καρποὺς ὑμῶν καὶ τὰ
20ἔργα τῶν χειρῶν ὑμῶν εἰς εὐλογίαν ὑμῶν προσφέροντες αὐτῷ, τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς δεκάτας ὑμῶν καὶ τὰ ἀφαιρέματα ὑμῶν καὶ τὰ δῶρα ὑμῶν διδόντες αὐτῷ ὡς ἱερεῖ Θεοῦ, ἀπαρχὴν σίτου, οἴνου, ἐλαίου, ὀπώρας, ἐρέας, καὶ πάντων ὧν Κύριος ὁ Θεὸς ἐπιχορηγεῖ ὑμῖν. Καὶ
25ἔσται σοι ἡ προσφορά σου δεκτὴ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ τῷ Θεῷ σου, καὶ εὐλογήσει Κύριος τὰ ἔργα τῶν χειρῶν σου καὶ πληθυνεῖ τὰ ἀγαθὰ τῆς γῆς σου, ἐπείπερ «Εὐλογία εἰς κεφαλὴν τοῦ μεταδιδόντος».

2

.

35

Χρὴ δὲ ὑμᾶς γινώσκειν ὅτι, εἰ καὶ ἐρρύσατο ὑμᾶς Κύριος τῆς δουλείας τῶν ἐπεισάκτων δεσμῶν καὶ ἐξήγαγεν ὑμᾶς εἰς ἀνάψυξιν, μηκέτι ἐάσας ὑμᾶς θύειν
ἄλογα ζῷα περὶ ἁμαρτιῶν καὶ καθαρισμοῦ καὶ ἀποπομπαίων
5καὶ λουτρῶν συνεχῶν καὶ περιραντηρίων, οὐ δήπου καὶ τῶν εἰσφορῶν ὑμᾶς ἠλευθέρωσεν ὧν ὀφείλετε τοῖς ἱερεῦσιν, καὶ τῶν εἰς τοὺς δεομένους εὐποιϊῶν. Λέγει γὰρ ὁ Κύριος ὑμῖν ἐν τῷ Εὐαγγελίῳ· «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ
10μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Οὕτως οὖν πλεονάσει ἡ δικαιοσύνη ὑμῶν, ἐν τῷ πλέον ὑμᾶς πρόνοιαν ποιεῖσθαι τῶν ἱερέων καὶ τῶν ὀρφανῶν καὶ τῶν χηρῶν, ὡς γέγραπται· «Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιο‐ σύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Καὶ πάλιν·
15«Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.» Καὶ πάλιν· «Ψυχὴ εὐλογημένη πᾶσα ἁπλῆ.» Οὕτως οὖν ποιήσεις σύ, ὡς ὁ Κύριος διετάξατο, καὶ δώσεις τῷ ἱερεῖ τὰ ὀφειλόμενα αὐτῷ, ἀπαρχὴν ἅλωνος καὶ ληνοῦ καὶ περὶ ἁμαρτιῶν, ὡς μεσίτῃ Θεοῦ καὶ τῶν δεομένων καθάρσεως
20καὶ παραιτήσεως. Σὲ μὲν γὰρ διδόναι προσήκει, οἰκονομεῖν δὲ ἐκεῖνον ἅτε οἰκονόμον καὶ διοικητὴν τῶν ἐκκλησιαστικῶν πραγμάτων. Οὐ μέντοι λογιστεύσεις τὸν ἐπίσκοπον οὐδὲ παρατηρήσεις τὴν οἰκονομίαν αὐτοῦ, πῶς ἐπιτελεῖ ἢ πότε ἢ τίσιν ἢ ποῦ ἢ εἰς καλῶς ἢ φαύλως ἢ δεόντως· ἔχει γὰρ
25λογιστὴν Κύριον τὸν Θεὸν τὸν ἐγχειρίσαντα εἰς τὰς χεῖρας αὐτοῦ τὴν οἰκονομίαν ταύτην καὶ καταξιώσαντα αὐτὸν
τῆς ἱερωσύνης τοῦ τηλικούτου τόπου.

2

.

36

Πρὸ ὀφθαλμῶν ἔχε τὸν τοῦ Θεοῦ φόβον, πάντοτε μεμνημένος τῶν δέκα τοῦ Θεοῦ λογίων· Ἀγαπᾶν Κύριον τὸν Θεὸν τὸν ἕνα καὶ μόνον ἐξ ὅλης τῆς ἰσχύος, μὴ προσα‐ νέχειν εἰδώλοις ἤ τισιν ἑτέροις, ὡς θεοῖς ἀψύχοις ἢ ἀλόγοις
5ἢ δαίμοσιν. Γίνωσκε δημιουργίαν Θεοῦ διάφορον, ἀρχὴν λαβοῦσαν διὰ Χριστοῦ· καὶ σαββατιεῖς διὰ τὸν παυσάμενον μὲν τοῦ ποιεῖν, οὐ παυσάμενον δὲ τοῦ προνοεῖν, σαβ‐ βατισμὸν μελέτης νόμων, οὐ χειρῶν ἀργίαν. Πᾶσαν ἔκνομον ἐπιθυμίαν ἄπωσαι, πᾶσαν λύμην τὴν ἐπὶ διαφθορᾷ ἀνθρώπων,
10πᾶσαν ὀργήν. Γονεῖς τίμα ὡς αἰτίους γενέσεως. Ἀγάπα τὸν πλησίον σου ὡς σεαυτόν· κοινώνει βίου τοῖς δεομένοις. Ἐπιορκίαν καὶ πολυορκίαν μάταιον φεῦγε· οὐ γὰρ ἀθωωθήσῃ. Μὴ ὀφθῇς παρὰ τοῖς ἱερεῦσιν κενός, καὶ τὰ ἑκούσιά σου ἐνδελεχίζων πρόσφερε Κυρίῳ· καὶ τῆς
15Χριστοῦ Ἐκκλησίας μὴ ἀπολείπου, ὀρθρίζων εἰς αὐτὴν πρὸ παντὸς ἔργου, καὶ πάλιν ἑσπέρας εἰς αὐτὴν ἀπάντα, εὐχαριστῶν τῷ Θεῷ ὑπὲρ ὧν σοι τὴν ζωὴν κεχάρισται. Ἐργοπόνει, ἐνδελέχιζε, κοπία, πρόσφερε Κυρίῳ τὰ ἑκούσιά σου· «Τίμα γάρ, φησίν, τὸν Κύριον ἀπὸ σῶν
20δικαίων πόνων.» Εἰς τὸν κορβανᾶν ὃ δύνασαι βάλλων,
κοινώνει τοῖς ξένοις ἓν ἢ δύο ἢ πέντε λεπτά· θησαύριζε σεαυτῷ τὸν οὐράνιον πλοῦτον, ὃν οὔτε σὴς οὔτε κλέπται λυμανοῦνται. Καὶ ποιῶν οὕτως, μὴ κρῖνε τὸν ἐπίσκοπόν σου ἢ τὸν συλλαϊκόν· ἐὰν γὰρ κρίνῃς τὸν ἀδελφόν σου,
25κριτὴς ἐγένου μηδενός σε προχειρισαμένου· τοῖς γὰρ ἱερεῦσιν ἐπετράπη κρίνειν μόνοις, ὅτι εἴρηται αὐτοῖς· «Κρίμα δίκαιον κρίνατε», καὶ πάλιν· «Γίνεσθε τραπεζῖται δόκιμοι.» Ὑμῖν δὲ οὐκ ἐπιτέτραπται· τοὐναντίον γὰρ εἴρηται τοῖς ἔξω τοῦ ἀξιώματος τοῦ δικαστικοῦ ὑπάρχου‐
30σιν· «Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε».

2

.

37

Τὸν μέντοι ἐπίσκοπον δεῖ κρίνειν ὀρθῶς, καθὼς γέγραπται· «Τὴν δικαίαν κρίσιν κρίνατε», καὶ ἀλλαχοῦ· «Τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;» Γίνεσθε οὖν ὡς ἀργυρονόμοι ἐπιστήμονες· καθάπερ γὰρ ἐκεῖνοι
5τὰ μὲν φαῦλα τῶν νομισμάτων ἀποκρίνουσιν, τὰ δὲ δόκιμα οἰκειοῦνται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸν ἐπίσκοπον χρὴ τὰ μὲν ἄμωμα κατέχειν, τὰ δὲ ἐπίμωμα ἢ θεραπεύειν ἢ ἀνιάτως νοσοῦντα ἀπορρίπτειν, καὶ μὴ ταχέως κόπτειν μηδὲ οἱσδήποτε πιστεύειν. Ἐγχωρεῖ γάρ τινας καὶ διὰ ζῆλον ἢ φθόνον
10κατά τινος ἀδελφοῦ ἐνστήσασθαι ψευδῆς κατηγορίαν, ὡς οἱ
δύο πρεσβύτεροι ἐπὶ τῆς Σωσάννης ἐν Βαβυλῶνι, καὶ ἡ Αἰγυπτία ἐπὶ τῷ Ἰωσήφ. Σὺ οὖν ὡς Θεοῦ ἄνθρωπος τὰ τοιαῦτα μὴ προχείρως παραδέχου, ἵνα μὴ ἀνέλῃς τὸν ἀθῶον καὶ ἀποκτείνῃς τὸν δίκαιον. Ὁ γὰρ τοιαῦτα παρα‐
15δέχεσθαι θέλων ὀργῆς πατήρ ἐστιν μᾶλλον ἢ εἰρήνης· ὅπου δὲ ὀργή, ἐκεῖ Κύριος οὐκ ἔστιν· ἡ γὰρ ὀργή, τοῦ σατανᾶ ὑπάρχουσα φίλη, λέγω δὴ ἡ παρὰ τὸ δίκαιον κινου‐ μένη διὰ τῶν ψευδαδέλφων, οὐδέποτε ὁμόνοιαν ἀφίησιν γενέσθαι ἐν τῇ Ἐκκλησίᾳ. Ὅθεν ἐπιγινώσκοντες τοὺς
20τοιούτους ἄφρονας, ἐριστάς, ζηλωτὰς, ἐπιχαιρεσικάκους, μὴ πιστεύετε αὐτοῖς, ἀλλὰ καὶ παρατηρεῖσθε τοὺς τοιούτους, ἀκούοντές τι παρ’ αὐτῶν κατὰ ἀδελφοῦ, ὅτι οὐδὲν ἐν ὀφθαλμοῖς αὐτῶν φόνος, καὶ οὗ τις οὐχ ὑπονοεῖ καταβάλ‐ λουσιν ἄνδρα.

2

.

38

Σὺ οὖν πρόσεχε τῷ κατηγορηθέντι, ἐν σοφίᾳ παρατηρῶν τὴν ἀναστροφὴν αὐτοῦ, τίς καὶ ὁποία τυγχάνει· καὶ εἰ εὕροις αὐτὸν ἀληθεύοντα, κατὰ τὴν τοῦ Κυρίου διδαχὴν ποίησον, καὶ μόνον παραλαβὼν τὸν κατηγορηθέντα
5ἔλεγξον αὐτόν, ὅπως μεταγνῷ, μηδενός σοι συμπαρόντος. Εἰ δὲ οὐ πεισθείη, γενόμενος δεύτερος ἢ τρίτος, οὕτως αὐτῷ ὑπόδειξον τὸ πλημμέλημα, νουθετήσας αὐτὸν ἐν πραότητι καὶ παιδείᾳ, ὅτι «Ἐν καρδίᾳ ἀγαθῇ ἀναπαύσεται σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.»
10Ἐὰν οὖν πεισθῇ ἐπὶ στόματος τῶν τριῶν ὑμῶν, εὖ ἂν ἔχοι. Εἰ δέ τι σκληρύνοιτο, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ ταύτης παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης, καὶ μηκέτι αὐτὸν ὡς Χριστιανὸν παραδέχου ἐν τῇ Ἐκκλησίᾳ, ἀλλ’ ὡς ἐθνικὸν παραιτοῦ. Εἰ δὲ βούλοιτο μετανοεῖν,
15προσλαμβάνου· οὐδὲ γὰρ τὸν ἐθνικὸν ἢ τὸν τελώνην εἰς κοινωνίαν παραδέχῃ, πρὶν ἢ μεταγνῷ ἕκαστος αὐτῶν ἐκ τῶν προτέρων ἀσεβημάτων· τοῖς γὰρ μεταμελομένοις τόπον μετανοίας ὥρισεν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.

2

.

39

Καὶ γὰρ ἐγὼ Ματθαῖος, ἐκ τῶν δώδεκα τῶν ἐν τῇδε τῇ διδασκαλίᾳ λαλούντων ὑμῖν, εἰμὶ ἀπόστολος, καὶ αὐτὸς ὢν τελώνης μὲν πρότερον, νῦν δὲ διὰ τοῦ πιστεύειν ἠλεημένος μετεγνωκώς τε τῶν προτέρων πραξέων καὶ
5ἠξιωμένος ἀπόστολος εἶναι καὶ κῆρυξ τοῦ λόγου. Καὶ Ζακχαῖος, ὃν ὁ Κύριος προσελάβετο ἐν μετανοίᾳ δεηθέντα αὐτοῦ, ὁμοίως καὶ αὐτὸς τελώνης ὑπῆρχεν τὸ πρότερον. Ἤδη δὲ καὶ στρατιῶται καὶ τελωνῶν ὄχλος, προσελθόντες τῷ κυριακῷ περὶ μετανοίας λόγῳ, ἀκούσουσι παρὰ τοῦ
10προφήτου Ἰωάννου μετὰ τὸ βάπτισμα· «Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν ποιεῖτε.» Ὁμοίως δὲ καὶ
τοῖς ἐθνικοῖς οὐκ ἀπέγνωσται ἡ ζωή, ἐὰν μετανοήσαντες τὴν ἀπιστίαν ἀποβάλωσιν. Ὡς τελώνην οὖν ἢ ἐθνικὸν ἔχε τὸν ἐπὶ κακῷ ἔργῳ ἐλεγχθέντα καὶ μὴ μεταγινώσκοντα.
15Ἐὰν δὲ ὕστερον μετανοῇ, ὡς καὶ τοὺς ἐθνικούς, ὁπόταν θέλωσι μετανοεῖν καὶ ἐπιστρέφειν ἐκ τῆς πλάνης, εἰς Ἐκκλησίαν προσδεχόμεθα, ὅπως τοῦ λόγου ἀκούωσιν, οὐ μὴν κοινωνοῦμεν αὐτοῖς μέχρις οὗ τὴν σφραγῖδα λαβόντες τελειωθῶσιν, οὕτω καὶ τοῖς τοιούτοις, μέχρις οὗ μετανοίας
20καρπὸν ἐπιδείξωσιν, ἐπιτρέπομεν εἰσέρχεσθαι, ὅπως τοῦ λόγου ἀκούοντες μὴ τελείως ἄρδην ἀπόλωνται· μὴ κοινωνεί‐ τωσαν δὲ ἐν τῇ προσευχῇ, ἀλλ’ ἐξερχέσθωσαν μετὰ τὴν ἀνάγνωσιν τοῦ Νόμου καὶ τῶν Προφητῶν καὶ τοῦ Εὐαγ‐ γελίου, ὅπως διὰ τοῦ ἐξιέναι ἐπιβελτιωθῶσιν τὴν ἀναστροφὴν
25τοῦ βίου, σπουδάζοντες περὶ τὰς συνάξεις ἀπαντᾶν ὁσημέραι καὶ τῇ δεήσει σχολάζειν, ὅπως καὶ αὐτοὶ δυνηθῶσιν εἰσδε‐ χθῆναι, καὶ οἱ θεώμενοι αὐτοὺς κατανυγῶσιν καὶ ἀσφαλέστε‐ ροι γένωνται, εὐλαβούμενοι τοῖς ὁμοίοις περιπεσεῖν.

2

.

40

Οὐ μέντοιγε βδελύξῃ τὸν περιπεσόντα ἑνὶ καὶ
δευτέρῳ σφάλματι, ὦ ἐπίσκοπε, οὐδὲ κωλύσεις αὐτὸν τοῦ κυριακοῦ λόγου, οὐδὲ κοινῆς αὐτὸν διαίτης ἐξώσεις, ἐπείπερ οὐδὲ ὁ Κύριος παρῃτεῖτο μετὰ τῶν τελωνῶν καὶ τῶν
5ἁμαρτωλῶν ἐσθίειν, καὶ ὑπὸ τῶν Φαρισαίων ἐγκαλούμενος περὶ τούτου ἔλεγεν· «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.» Τοῖς οὖν δι’ ἁμαρτίας ἀφορισθεῖσιν παρ’ ὑμῶν καὶ συναναστρέφεσθε καὶ συναυ‐ λίζεσθε, ἐπιμελούμενοι, παρακρατοῦντες, ὑποστηρίζοντες,
10λέγοντες αὐτοῖς· «Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα.» Παρακαλεῖν γὰρ χρὴ τοὺς πενθοῦντας καὶ τοῖς ὀλιγοψυχοῦσιν προθυμίαν διδόναι, ὅπως μὴ τῇ ἀμετρίᾳ τῆς λύπης εἰς ἀφροσύνην χωρήσωσιν, ἐπείπερ· «Ὁ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων».

2

.

41

Εἰ δέ τις ἐπιστραφεὶς μετανοίας καρπὸν ἐπι‐ δείξηται, τότε καὶ εἰς προσευχὴν εἰσδέξασθε αὐτόν, ὡς τὸν υἱὸν τὸν ἀπολωλότα, τὸν ἄσωτον, τὸν μετὰ πορνῶν μειώσαντα τὴν πατρικὴν οὐσίαν, τὸν χοίρους βόσκοντα καὶ
5κερατίων ἐμπλησθῆναι ἐπιθυμοῦντα καὶ μὴ τυγχάνοντα, μεταγνόντα καὶ παλινδρομήσαντα πρὸς τὸν πατέρα καὶ εἰπόντα· «Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος καλεῖσθαι υἱός σου», μετὰ μουσικῶν ὁ φιλότεκνος πατὴρ προσελάβετο, καὶ τὴν ἀρχαίαν στολὴν
10καὶ τὸν δακτύλιον καὶ τὰ ὑποδήματα ἀποδούς, σφάξας τε τὸν σιτευτὸν μόσχον ηὐφραίνετο μετὰ τῶν φίλων. Οὕτως οὖν καὶ σὺ ποίει, ὦ ἐπίσκοπε· ἀλλ’ ὥσπερ τὸν ἐθνικὸν λούσας εἰσδέχῃ μετὰ τὴν διδασκαλίαν, οὕτω καὶ τοῦτον χειροθετήσας, ὡς ἂν μετανοίᾳ κεκαθαρμένον, πάντων
15ὑπὲρ αὐτοῦ προσευχομένων, ἀποκαταστήσεις αὐτὸν εἰς τὴν ἀρχαίαν αὐτοῦ νομήν, καὶ ἔσται αὐτῷ ἀντὶ τοῦ λούσματος ἡ χειροθεσία· καὶ γὰρ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἡμετέρων ἐδίδοτο τὸ Πνεῦμα τὸ ἅγιον τοῖς πιστεύουσιν. Κἄν τις τῶν μὴ σεσαλευμένων ἀδελφῶν αὐτοῦ ἐγκαλέσῃ
20σοι, ὅτι δὴ κατηλλάγης αὐτῷ, εἰπὲ πρὸς αὐτόν· «Σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα σά ἐστιν· εὐφραν‐ θῆναι δὲ ἔδει καὶ χαρῆναι, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς καὶ εὑρέθη.» Ὅτι γὰρ οὐ μόνον προσδέχεται ὁ Θεὸς τοὺς μετανοοῦντας, ἀλλὰ καὶ
25εἰς τὴν προτέραν ἀξίαν ἀποκαθίστησιν, ἱκανὸς μάρτυς ὁ ἅγιος Δαυίδ, ὃς μετὰ τὴν εἰς τὸν Οὐρίαν ἁμαρτίαν ηὔχετο τῷ Θεῷ λέγων· «Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με», καὶ πάλιν· «Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου,
30καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον· καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.» Καὶ σὺ οὖν ὡς συμπαθὴς ἰατρὸς τοὺς ἡμαρτηκότας
35πάντας θεράπευε, χρώμενος σωτηρίοις πρὸς βοήθειαν ἀγωγαῖς, μὴ μόνον τέμνων ἢ καίων ἢ ξήρια προσφέρων, ἀλλὰ καὶ ἐπιδεσμῶν καὶ μοτῶν καὶ ἐνιεὶς γλυκέα φάρμακα ἐπουλωτικὰ καὶ καταβρέχων λόγοις παρακλητικοῖς. Ἐὰν δὲ κοῖλον ᾖ τὸ τραῦμα, θρέψον αὐτὸ δι’ ἐμπλάστρων, ἵνα
40γεμισθὲν ἶσον τῷ ἀρτίῳ ἀποτελεσθῇ· ἐὰν δὲ ῥυπανθῇ, τότε κάθαρον ξηρίῳ, τοῦτ’ ἔστιν λόγῳ ἐπιτιμητικῷ· ἐὰν δὲ ὑπέρογκον γένηται, δριμεῖ κολλυρίῳ ἐξομάλισον αὐτό, ἀπειλῇ κρίσεως· κἂν νομὴ γένηται, καυτηρίασον αὐτὸ καὶ τὴν σηπεδόνα ἔκκοψον, στιβώσας νηστείαις. Ἐὰν δὲ ταῦτα
45ποιήσῃς καὶ γνῷς ὅτι ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους, ἀλλ’ ἐπεκτείνεται ἡ νομὴ καὶ προλαμβάνει πᾶσαν ἴασιν, ὡς ἡ γάγγραινα πᾶν μέλος σήπουσα, τότε μετὰ πολλῆς σκέψεως καὶ συμβουλίας καὶ ἑτέρων ἰατρῶν ἐμπείρων ἀπόκοψον τὸ

2

.

41

(50)

διασαπὲν μέλος, ἵνα μὴ τὸ πᾶν φθαρῇ σῶμα τῆς Ἐκκλησίας. Μὴ ῥᾳδίως οὖν ἴσθι πρόχειρος εἰς τὸ ἀποκόπτειν, μηδὲ ταχέως εἰς τὸν μυριόδοντα πρίονα ὅρμα, ἀλλὰ πρῶτον χρῶ σμίλῃ, τὰ ἀποστήματα διαιρῶν, ὅπως τὸ ἐντὸς ἐγκεί‐ μενον αἴτιον τῶν πόνων ποιῶν ἐκκριθὲν ἀναλγὲς τὸ σῶμα
55τηρήσῃ. Ἐὰν δέ τινα ἀμετανοήτως ἔχοντα βλέπῃς καὶ ἀπεσκληκότα, τότε μετὰ λύπης καὶ πένθους ἀνιάτως ἔχοντα
τῆς Ἐκκλησίας ἀπόκοπτε· «Ἐξαρεῖτε γὰρ τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν», καί· «Εὐλαβεῖς ποιήσατε τοὺς υἱοὺς Ἰσραήλ», καὶ πάλιν· «Οὐ λήψῃ πρόσωπον ἐν κρίσει
60πλουσίου», καί· «Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει, ὅτι τοῦ Κυρίου ἡ κρίσις.»

2

.

42

Ἐὰν δὲ ψευδὴς ᾖ ἡ κατηγορία τῆς διαβολῆς καὶ ὑμεῖς οἱ ποιμένες σὺν τοῖς διακόνοις τὸ ψεῦδος ὡς ἀλήθειαν παραδέξησθε ἢ διὰ προσωποληψίαν ἢ διὰ δώρων ἐξαλλαγήν, βουλόμενοι τὸ ἀρεστὸν τῷ διαβόλῳ ποιεῖν, τὸν κατηγορού‐
5μενον μέν, ἀλλότριον ὑπάρχοντα δὲ τοῦ ἐγκλήματος, ἀπώσησθε τῆς Ἐκκλησίας, λόγον ὑφέξετε ἐν τῇ ἡμέρᾳ Κυρίου, ὅτι γέγραπται· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτε‐ νεῖς· οὐ λήψῃ δῶρα πατάξαι ψυχήν· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται ῥήματα δικαίων». Καὶ
10πάλιν· «Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες.» Προσέχετε οὖν, μήπως προσωπολῆπται γενόμενοι ὑποπέσητε τῇ φωνῇ τοῦ Κυρίου ταύτῃ. Φυλάσσεσθε οὖν τὸ κατακρίνειν τινὰς ἀδίκως καὶ συνηγορεῖν τοῖς πονηροῖς· «Οὐαὶ γὰρ τῷ λέγοντι τὸ
15πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν, τῷ τιθέντι τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς.» Ἐὰν γὰρ ἑτέρους ἀδίκως κατακρίνητε, καθ’
ἑαυτῶν ἀποφαίνεσθε, ὅτι λέγει ὁ Κύριος· «Ὧι κρίματι κρίνετε, κριθήσεσθε, καὶ ὡς καταδικάζετε, καταδικα‐
20σθήσεσθε.» Εἰ οὖν ἀπροσωπολήπτως κρίνετε, ἐπιγνώσεσθε τὸν κατηγοροῦντα κατὰ τοῦ πλησίον αὐτοῦ μαρτυρίαν ψευδῆ, καὶ ἀποδείξας αὐτὸν συκοφάντην, βάσκανον, φονέα, ταράσ‐ σοντα ὡς κακὸν ἀντιλογίαις, ἄστατον ἐν τοῖς λόγοις, ἑαυτοῦ
25ἐναντίον ἐφ’ οἷς φθέγγεται καὶ ἁλισκόμενον ῥήμασιν ἰδίου στόματος. Παγὶς γὰρ αὐτῷ ἰσχυρὰ ἐφέστηκεν τὰ ἴδια χείλη. Ὃν μετὰ τοὺς ἐλέγχους τῆς ψευδολογίας κρινεῖς ἀποτόμως καὶ τῇ μαχαίρᾳ τοῦ πυρὸς παραδώσεις, καὶ ποιήσεις αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίον.
30Ὅσον γὰρ τὸ ἐπ’ αὐτῷ ἐφόνευσεν τὸν ἀδελφόν, προλαβὼν τὰ ὦτα τοῦ κριτοῦ· γέγραπται δέ, ὅτι «Ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται», καί· «Ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἀπὸ σοῦ, τὸ ἐκχυθὲν μάτην.»

2

.

43

Ποιήσεις οὖν αὐτὸν ἀποσυνάγωγον ὡς φονέα ἀδελφοῦ. Ἔπειτα χρόνου διαστάντος, ἐὰν λέγῃ μετανοεῖν, στιβώσατε αὐτὸν νηστείαις, καὶ μετὰ ταῦτα χειροθετήσαντες προσδέξασθε αὐτὸν, ἀσφαλισάμενοι μέντοι αὐτόν, μή τινα
5ταράξῃ πάλιν. Εἰ δὲ πάλιν εἰσελθὼν ὁμοίως στασιάζει, οὐ παυόμενος τοῦ ταράσσειν καὶ κατακερτομεῖν τῶν ἀδελφῶν,
ἐκ φιλονεικίας μώμους ἐπιτηδεύων, ἐκβάλετε αὐτὸν ὡς λοιμόν, ἵνα μὴ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ λυμαίνηται· «Ὁ τοιοῦτος γὰρ ταραχὰς συνίστησι πόλει.» Οὗτος γὰρ
10κἂν ἔσω ᾖ, μὴ πρέπων τῇ Ἐκκλησίᾳ, περισσὸς καὶ μάταιος τυγχάνει, σπιλῶν ὅσον τὸ ἐπ’ αὐτῷ τὸ σῶμα τοῦ Χριστοῦ. Εἰ γάρ τινες τῶν ἀνθρώπων, γεννώμενοι καὶ περισσὰ τῶν σωμάτων μέλη προσηρτημένα ἔχοντες, οἷον δακτύλους ἢ ὑπερσαρκώματα, περικόπτουσιν ἀφ’ ἑαυτῶν ταῦτα διὰ
15τὴν ἀπρέπειαν, καὶ οὐδεμία προσγίνεται ἀπρέπεια, ἀπο‐ λαβόντος τοῦ ἀνθρώπου διὰ τοῦ τεχνίτου τὴν φυσικὴν εὐκοσμίαν, πόσῳ μᾶλλον ὑμεῖς, οἱ ποιμένες, τῆς Ἐκκλησίας ὑπαρχούσης σώματος ἀρτίου καὶ μελῶν ὑγιεινῶν τῶν ἐπὶ Θεὸν πιστευόντων ἐν φόβῳ Κυρίου καὶ ἀγάπῃ, ὅταν εὑρεθῇ
20ἓν μέλος περισσόν, πονηρὰ φρονοῦν καὶ τῷ λοιπῷ σώματι ἀπρέπειαν ἐμποιοῦν καὶ χειμάζον αὐτὸ στάσει καὶ μάχῃ καὶ καταλαλιᾷ, παρέχον αὐτῷ ψόγους, πράγματα, μώμους, καταλαλιάς, ἐγκλήματα, ἀκαταστασίας, καὶ τὰ τοιαῦτα τοῦ διαβόλου ἐνεργήματα ἐκτελῶν ὡς ἂν κεχειροτονημένος
25ὑπὸ τοῦ διαβόλου σκυβαλίζειν τὴν Ἐκκλησίαν διὰ βλασφημιῶν καὶ πολλῆς ἀκαταστασίας καὶ ἔριδος καὶ διχοστασίας; Οὗτος οὖν, δεύτερον ἔξω τῆς Ἐκκλησίας βληθείς, ἀξίως ἀπετμήθη τῆς τοῦ Κυρίου συναγωγῆς· καὶ μᾶλλον νῦν
κεκόσμηται ἡ τοῦ Κυρίου Ἐκκλησία ἢ τὸ πρῶτον, ὅτε τὸ
30περιττὸν ἐκέκτητο καὶ ἑαυτῆς ἀνοίκειον μέλος· διὸ ἀπὸ τοῦ νῦν ἀβλασφήμητός ἐστιν καὶ ἀσκυβάλιστος, πονηρῶν ἀπαλλαγεῖσα, δολίων, λοιδόρων, ἀνημέρων, προδοτῶν, μισο‐ κάλων, φιληδόνων, κενοδόξων, ἀπατηλῶν, δοξοσόφων, ἔργον θεμένων διασπείρειν, μᾶλλον δὲ διασκορπίζειν τὰ τοῦ Κυρίου
35ἀρνία.

2

.

44

Σὺ οὖν, ὦ ἐπίσκοπε, σπούδαζε ἅμα τῷ ὑπὸ σὲ κλήρῳ ὀρθοτομεῖν τὸν λόγον τῆς ἀληθείας, ὅτι λέγει Κύριος· «Ἐὰν πλάγιοι πορεύησθε, κἀγὼ πρὸς ὑμᾶς πλαγίως πορεύσομαι.» Καὶ ἀλλαχοῦ· «Μετὰ ὁσίου
5ὁσιωθήσῃ, καὶ μετὰ ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.» Ὁσίως οὖν πορεύεσθε, ἵνα μᾶλλον ἐπαίνου καταξιωθῆτε ὑπὸ τοῦ Κυρίου ἢ μέμψεως ἐκ τοῦ ἐναντίου. Ὁμόφρονες οὖν ὄντες πρὸς ἀλλήλους, ὦ ἐπίσκοποι, εἰρηνεύετε μετ’ ἀλλήλων, ὡς συμπαθεῖς καὶ φιλάδελφοι,
10καὶ μετὰ ἀκριβείας ποιμαίνετε τὸν λαόν, ὁμοφρόνως διδάσ‐ κοντες τοὺς ὑφ’ ὑμᾶς ὁμογνωμονεῖν καὶ τὸ αὐτὸ περὶ τῶν αὐτῶν δοξάζειν, ὅπως μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ ἓν σῶμα καὶ ἓν πνεῦμα, κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ κατὰ τὴν κυριακὴν θέσιν.
15Καὶ πάντα μὲν ὁ διάκονος τῷ ἐπισκόπῳ ἀναφερέτω,
ὡς ὁ Χριστὸς τῷ Πατρί· ἀλλ’ ὅσα δύναται, εὐθυνέτω δι’ ἑαυτοῦ, λαβὼν παρὰ τοῦ ἐπισκόπου τὴν ἐξουσίαν, ὡς ὁ Χριστὸς παρὰ τοῦ Πατρὸς τὸ προνοεῖν· τὰ δὲ ὑπέρογκα ὁ ἐπίσκοπος κρινέτω. Πλὴν ἔστω ὁ διάκονος τοῦ ἐπισκόπου
20ἀκοὴ καὶ ὀφθαλμὸς καὶ στόμα, καρδία τε καὶ ψυχή, ἵνα μὴ ᾖ τὰ πολλὰ μεριμνῶν ὁ ἐπίσκοπος, ἀλλὰ μόνα τὰ κυριώτερα, ὥσπερ καὶ ὁ Ἰοθὼρ τῷ Μωϋσῇ διετάξατο, καὶ ἀπεδέχθη αὐτοῦ ἡ συμβουλία.

2

.

45

Καλὸν μὲν οὖν ἐστι τῷ Χριστιανῷ ἐγκώμιον πρὸς μηδένα ἔχειν πράγματα· εἰ δὲ ἔκ τινος ἐνεργείας ἢ πειρασμοῦ ἐπισυμβῇ τινι πρᾶγμα, σπουδαζέτω διαλύεσθαι αὐτό, κἂν δέῃ βλαβῆναί τι, καὶ μὴ ἐρχέσθω ἐπὶ κριτήριον ἐθνικόν. Ἀλλὰ
5μὴν μηδὲ ἀνέχεσθε κοσμικοὺς ἄρχοντας κατὰ τῶν ἡμετέρων δικάζειν· διὰ γὰρ αὐτῶν ὁ διάβολος ἐπιτηδεύει τοῖς δούλοις τοῦ Θεοῦ, καὶ ὄνειδος ἐπεγείρει ὡς μὴ ἐχόντων ἡμῶν ἕνα σοφὸν τὸν δυνάμενον μεταξὺ ἡμῶν βραβεῦσαι τὸ δίκαιον ἢ τὰς ἀντιλογίας διαλῦσαι.

2

.

46

Μὴ οὖν γινωσκέτωσαν τὰ ἔθνη τὰς πρὸς ἀλλήλους ὑμῶν διαφοράς, μήτε καθ’ ἑαυτῶν μαρτυρίαν παραδέχεσθε
τοὺς ἀπίστους, μήτε κρίνεσθε ἐπ’ αὐτῶν, μήτε ὀφείλετέ τι τούτοις πρὸς συντέλειαν ἢ φόρον, ἀλλὰ ἀπόδοτε τὰ Καίσα‐
5ρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ, οἷον φόρον ἢ κῆνσον ἢ δίδραχμον, ὡς καὶ ὁ Κύριος ἡμῶν δοὺς τὸν στατῆρα ἀπηλλάγη πραγμάτων. Αἱροῦ οὖν μᾶλλον βλάπτεσθαι καὶ τὰ πρὸς εἰρήνην σπουδάζειν, οὐ μόνον πρὸς τοὺς ἀδελφούς, ἀλλὰ καὶ πρὸς
10τοὺς ἀπίστους· βλαβεὶς γάρ τι τῶν βιωτικῶν τὰ πρὸς Θεὸν οὐ ζημιωθήσῃ, ἅτε θεοσεβὴς ὑπάρχων καὶ κατ’ ἐντολὴν Χριστοῦ ζῶν. Εἰ δὲ ἀδελφοὶ εἰς ἀλλήλους ἔχουσιν, ὃ μὴ γένοιτο, αὐτόθεν νοεῖν ὀφείλετε οἱ προηγούμενοι, ὅτι οἱ τοιοῦτοι οὐκ ἀδελφῶν ἐν Κυρίῳ ἔργον ἐπιτελοῦσιν, ἀλλὰ
15μᾶλλον ἐχθρῶν πολεμίων. Καὶ εἷς μὲν αὐτῶν εὑρεθήσεται ἤπιος, ἐπιεικής, φωτὸς τέκνον, ἕτερος δὲ ἀνήμερος, αὐθάδης, πλεονέκτης· ὁ οὖν καταγινωσκόμενος ἐπιτιμάσθω, ἀφορι‐ ζέσθω, δίκην τῆς μισαδελφίας τιννύτω, εἶτα μεταμελόμενος προσλαμβανέσθω· καὶ οὕτω σωφρονιζόμενοι, ἐπικουφίσουσιν
20ὑμῖν τὰ κριτήρια. Χρὴ δὲ καὶ συγχωρεῖν τὰ εἰς ἀλλήλους ἀδικήματα, οὐ τοὺς κρίνοντας, ἀλλὰ τοὺς ἔχοντας εἰς ἑαυτούς, καθὼς καὶ ὁ Κύριος ἀπεφήνατο ἐμοῦ Πέτρου ἐρωτήσαντος αὐτόν· «Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω
25αὐτῷ; ἕως ἑπτάκις;» Καὶ εἰπόντος· «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά.» Οὕτως γὰρ
θέλει ὁ Κύριος ἀληθῶς εἶναι αὐτοῦ μαθητὰς καὶ μηδὲν ἔχειν κατὰ μηδενὸς πώποτε, οἷον ὀργὴν ἄμετρον ἢ θυμὸν ἀνήμερον ἢ ἐπιθυμίαν ἄδικον ἢ μῖσος ἄσπονδον. Τοὺς
30οὖν ὀργιζομένους συμβιβάζετε εἰς φιλίαν, τοὺς ἐχθραίνοντας εἰς ὁμόνοιαν, ὅτι λέγει Κύριος· «Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.»

2

.

47

Τὰ δικαστήρια ὑμῶν γινέσθω δευτέρᾳ σαββάτων, ὅπως, ἐὰν ἀντιλογία τῇ ἀποφάσει ὑμῶν γένηται, ἕως σαββά‐ του ἔχοντες ἄδειαν δυνηθείητε εὐθῦναι τὴν ἀντιλογίαν καὶ εἰρηνεῦσαι εἰς τὴν κυριακὴν τοὺς διαφερομένους πρὸς
5ἀλλήλους. Συμπαρέστωσαν δὲ τῷ δικαστηρίῳ καὶ οἱ διάκονοι καὶ οἱ πρεσβύτεροι, ἀπροσωπολήπτως κρίνοντες ὡς Θεοῦ ἄνθρωποι μετὰ δικαιοσύνης. Παραγενομένων οὖν ἑκατέρων τῶν προσώπων, καθὼς καὶ ὁ Νόμος λέγει· «Στήσονται ἑκάτεροι ἐν μέσῳ τῷ κριτηρίῳ, οἷς ἔστιν ἡ ἀντιλογία»·
10καὶ ἀκούσαντες αὐτῶν, ὁσίως ἀνενέγκατε τὰς ψήφους, σπουδάζοντες φίλους αὐτοὺς ἀμφοτέρους ποιῆσαι πρὶν ἀποφάσεως τῆς τοῦ ἐπισκόπου, ὅπως μὴ ἐξέλθοι ἐπὶ γῆς κρίσις κατὰ τοῦ ἁμαρτήσαντος, καθότι καὶ ἐν τῷ δικαστηρίῳ σύμψηφον ἔχει καὶ συνίστορα τῆς δίκης τὸν Χριστὸν τοῦ
15Θεοῦ. Εἰ δέ τινες ἐν βλασφημίαις τοῦ μὴ καλῶς ὁδεύειν ἐν Κυρίῳ ἐλέγχοιντο ὑπό τινος, ὁμοίως ἀκούσαντες ἑκα‐ τέρων τῶν προσώπων, τοῦ τε κατηγοροῦντος καὶ τοῦ
κατηγορουμένου, ἀλλὰ μὴ προλήψει μηδὲ μονομερῶς, ἀλλὰ μετὰ δικαιοσύνης, ὡς ὑπὲρ ζωῆς αἰωνίου ἢ θανάτου διδόντες
20ἀπόφασιν· «Δικαίως γάρ, φησὶν ὁ Θεός, διώξει τὸ δίκαιον.» Ὁ γὰρ δικαίως τιμωρηθεὶς καὶ ἀφορισθεὶς παρ’ ὑμῶν αἰωνίου ζωῆς καὶ δόξης ἀπόβλητος γέγονεν καὶ παρὰ ἀνθρώποις ὁσίοις ἄτιμος καὶ παρὰ Θεῷ κατάδικος.

2

.

48

Μὴ πάσης δὲ ἁμαρτίας ποιεῖσθε τὴν αὐτὴν ἀπόφασιν, ἀλλ’ ἑκάστης ἰδίαν, μετὰ πολλῆς φρονήσεως κρίνοντες ἕκαστα τῶν πλημμελουμένων, τά τε σμικρὰ καὶ τὰ μεγάλα, καὶ ἄλλως ἔργου, καὶ λόγου πάλιν ἑτέρως, καὶ
5προθέσεως ἢ λοιδορίας ἢ ὑπολήψεως διαφόρως· καὶ τοὺς μὲν ὑποβαλεῖς μόναις ἀπειλαῖς, τοὺς δὲ πενήτων χορηγίαις, ἄλλους δὲ νηστείαις στιβώσεις, καὶ ἑτέρους ἀφορίσεις πρὸς τὸ μέγεθος τοῦ ἐγκλήματος αὐτῶν. Καὶ γὰρ καὶ ὁ Νόμος οὐ παντὸς ἁμαρτήματος τὴν αὐτὴν ἐποιεῖτο τιμωρίαν,
10ἀλλὰ ἄλλως μὲν τὰ εἰς Θεὸν καὶ εἰς ἱερέα καὶ εἰς ἱερὸν καὶ εἰς ἱερεῖον, ἑτέρως δὲ τὰ εἰς βασιλέα καὶ εἰς ἄρχοντα καὶ στρατιώτην καὶ ὑπήκοον, ὁμότιμον ἢ οἰκέτην, ἢ εἰς κτῆμα ἢ εἰς ἄλογον, καὶ πάλιν παρηλλαγμένως τὰ εἰς γονεῖς καὶ συγγενεῖς, ἄλλως τὰ ἐξ ἐφόδου, καὶ τὰ ἑκουσίως ἑτέρως·
15καὶ τοῖς μὲν θάνατον ἢ διὰ σταυροῦ ἢ τὸν διὰ λίθων, τοῖς δὲ
ζημίαν ἢ μάστιγας ἢ τὸ τὰ ὅμοια παθεῖν οἷς ἔδρασαν. Οὐκοῦν καὶ ὑμεῖς τῶν διαφόρων ἁμαρτημάτων διαφόρους ποιεῖσθε καὶ τὰς τιμωρίας, ἵνα μή τις ἀδικία παρεμπεσοῦσα κινήσῃ τὸν Θεὸν εἰς ἀγανάκτησιν· ἧς γὰρ ἂν ἀδίκου κρίσεως
20μεσῖται γένησθε, ταύτης καὶ τὸν ἀπὸ Θεοῦ λήψεσθε μισθόν· «Ὧι γὰρ κρίματι κρίνετε, κριθήσεσθε.»

2

.

49

Καθίσαντες οὖν ἐπὶ τὸ κριτήριον, παρόντων ἑκατέρων τῶν προσώπων, οὐ γὰρ ἐροῦμεν ἀδελφῶν, μέχρις οὗ ἐν εἰρήνῃ ἑαυτοὺς ἀπολάβωσιν, ἐρευνᾶτε ἀκριβῶς περὶ τῶν ἐνεχομένων· καὶ πρῶτον περὶ τοῦ κατηγοροῦντος,
5εἰ πρώτου τούτου κατηγορεῖ ἢ καὶ ἑτέροις τισὶν ἐγκλήματα κατενήνοχεν, καὶ εἰ μὴ ἐκ μέμψεως αὐτῶν ἡ φιλονεικία καὶ τὸ ἔγκλημα ὑπόκειται, καὶ ὁποία τις ἡ ἀναστροφὴ αὐτοῦ ὑπάρχει. Καὶ τοιοῦτος δὲ ὢν εὐσυνείδητος, μὴ πιστευέσθω μόνος, παράνομον γὰρ τὸ τοιοῦτον, ἀλλ’ ἐχέτω καὶ ἑτέρους
10μάρτυρας ὁμοίους αὐτῷ τὸν τρόπον, καθὼς καὶ ὁ Νόμος λέγει· «Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» Διατί δὲ εἴπομεν τὸν τρόπον αὐτῶν ἐπι‐ ζητεῖσθαι ὁποῖος τυγχάνει; Ἐπειδὴ πολλάκις ἐγχωρεῖ καὶ τοὺς δύο καὶ τοὺς πλείονας ἐπὶ κακῷ μαρτυρῆσαι καὶ
15συμφώνως προστῆναι τοῦ ψεύδους, ὡς τοὺς δύο πρεσβυτέ‐ ρους κατὰ Σωσάννης ἐν Βαβυλῶνι, καὶ τοὺς υἱοὺς τῶν παρανόμων κατὰ τοῦ Ναβουθὲ ἐν Σαμαρείᾳ, καὶ τὸ πλῆθος
τῶν Ἰουδαίων κατὰ τοῦ Κυρίου ἐν Ἱερουσαλὴμ καὶ κατὰ Στεφάνου τοῦ πρωτομάρτυρος αὐτοῦ. Ἔστωσαν οὖν
20οἱ μάρτυρες πραεῖς, ἀόργητοι, ἐπιεικεῖς, ἀγαπητικοί, σώφρονες, ἐγκρατεῖς, ἀπόνηροι, πιστοί, θεοσεβεῖς· ἡ γὰρ τῶν τοιούτων μαρτυρία καὶ διὰ τοῦ τρόπου αὐτῶν βεβαία καὶ διὰ τῆς ἀναστροφῆς αὐτῶν ἀληθὴς ὑπάρχει. Τῶν δὲ μὴ τοιούτων μὴ παραδέχεσθε τὴν μαρτυρίαν, εἰ καὶ
25συμφωνεῖν δοκοῦσιν ἐπὶ τῇ ψευδομαρτυρίᾳ· προστέτακται γὰρ ἐν τοῖς Νόμοις· «Οὐκ ἔσῃ μετὰ πολλῶν ἐπὶ κακίᾳ, οὐ παραδέξῃ ἀκοὴν ματαίαν, οὐ συγκαταθήσῃ μετὰ πλήθους ἐκκλῖναι τὸ δίκαιον.»

2

.

50

Ἐν μέρει δὲ καὶ τὸν κρινόμενον εἰδέναι ὀφείλετε, ὁποῖός ἐστιν τῇ τοῦ βίου συνηθείᾳ καὶ ἀναστροφῇ· εἰ μεμαρτυρημένος τὸν βίον, εἰ ἀνέγκλητος, εἰ ὁσιότητα ἐζηλωκώς, εἰ φιλόχηρος καὶ φιλόξενος καὶ φιλόπτωχος
5καὶ φιλάδελφος, εἰ μὴ αἰσχροκερδὴς καὶ μὴ βρώτης καὶ χρηματολαίλαψ, εἰ σώφρων καὶ μὴ ἄσωτος ἢ μέθυσος ἢ ἀργοφάγος, εἰ εὔσπλαγχνος καὶ εὐμετάδοτος. Εἰ γὰρ αὐτῷ προϋπόκειται ἔργα φαῦλα, ἤδη ἐκ μέρους ἀληθεῖς ἂν εἶεν καὶ αἱ νῦν αὐτῷ ἐπιφερόμεναι κατηγορίαι, εἰ μὴ
10ἂν αὐτῷ τὸ δίκαιον ἔχει συναγωνιζόμενον· ἐγχωρεῖ γὰρ αὐτὸν ἡμαρτηκέναι μέν ποτε, τούτου δὲ τοῦ ἐγκλήματος ἀθῶον ὑπάρχειν. Διὸ ἀκριβῶς περὶ τὰ τοιαῦτα νήφοντες,
ἀσφαλεῖς καὶ βεβαίας ποιεῖσθε τὰς ἀποφάσεις κατὰ τοῦ ἐλεγχθέντος· καὶ ἐὰν μετὰ τὸν ἀφορισμὸν συγγνώμην
15αἰτῇ καὶ προσπέσῃ τῷ ἐπισκόπῳ καὶ ἡμαρτηκέναι ὁμολογῇ, προσδέξασθε αὐτόν. Μήτε δὲ τὸν συκοφάντην ἀτιμώρητον ἐάσητε, ἵνα μὴ καὶ ἕτερόν τινα καλῶς βιοῦντα βλασφημήσῃ ἢ ἕτερον τινα προτρέψηται τὰ ὅμοια αὐτῷ δρᾶσαι, μήτε μὴν τὸν ἐλεγχθέντα ἀνύβριστον, ὅπως μὴ καὶ ἕτερος τοῖς αὐτοῖς
20αὐτῷ ἐνσχεθῇ. Οὔτε γὰρ μάρτυς κακῶν ἀτιμώρητος ἔσται, οὔθ’ ὁ πλημμελῶν δίκης ἐκτός.

2

.

51

Εἴπομεν δέ, ὅτι κρίσεις οὐ δίκαιον μονομερεῖς ποιεῖσθαι. Ἐὰν γὰρ τοῦ ἑνὸς προσώπου ἀκούσητε, μὴ παρόντος τοῦ ἑτέρου μηδὲ ἀπολογησαμένου πρὸς τὸ ἐπιφε‐ ρόμενον ἔγκλημα, καὶ προπετῶς ἐξενέγκητε ψῆφον κατακρί‐
5σεως, ἔνοχοι τῆς ἀναιρέσεως καὶ συμμερισταὶ τῷ συκοφάντῃ παρὰ Θεῷ εὑρεθήσεσθε τῷ δικαίῳ κριτῇ. «Ὡς γὰρ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρί‐ σεως.» Ἐὰν δὲ μιμηταὶ γένησθε τῶν ἐν Βαβυλῶνι πρεσβυτέρων, οἵτινες καταμαρτυρήσαντες τῆς Σωσάννης
10ἀδίκως κατεδίκασαν αὐτὴν εἰς θάνατον, ἔνοχοι τῆς ἐκείνων κρίσεως καὶ καταδίκης γενήσεσθε, ὅτι τὴν μὲν Σωσάνναν ὁ Κύριος διὰ τοῦ Δανιὴλ ἐρρύσατο ἐκ χειρὸς παρανόμων, τοὺς δὲ ἐνόχους τοῦ αἵματος αὐτῆς πρεσβυτέρους ἐν πυρὶ κατε‐ δίκασεν, ὑμᾶς δὲ δι’ αὐτοῦ ὠνείδισεν λέγων· «Οὕτως μωροὶ
15οἱ υἱοὶ Ἰσραήλ; Οὐκ ἀνακρίναντες οὐδὲ τὸ ἀληθὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ἰσραήλ; Ἀναστρέψατε οὖν εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆ.»

2

.

52

Θεάσασθε δὲ καὶ τὰ κοσμικὰ δικαστήρια, ὧν τῇ ἐξουσίᾳ ὁρῶμεν ἀγομένους φονεῖς, μοιχούς, φαρμακούς, τυμβωρύχους, λῃστάς· καὶ τὰς ἀνακρίσεις αὐτῶν λαβόντες οἱ ἡγούμενοι παρὰ τῶν προσαγόντων λέγουσιν τῷ κακούργῳ,
5εἰ ταῦτα οὕτως ἔχει· κἀκείνου συγκαταθεμένου οὐκ εὐθέως ἐπὶ τὴν κόλασιν αὐτὸν ἐκπέμπουσιν, ἀλλὰ πλείοσιν ἡμέραις ποιοῦνται αὐτοῦ τὴν ἐξέτασιν μετὰ συμβουλίου πολλοῦ καὶ παραπετάσματος μέσου· τελευταῖον ὅρον καὶ ψῆφον θανάτου ὁ μέλλων ἐκφέρειν κατ’ αὐτοῦ, πρὸς τὸν ἥλιον ἐπάρας τὰς
10χεῖρας, διαμαρτύρεται ἀθῶος ὑπάρχειν τοῦ αἵματος τοῦ ἀνθρώπου, καίτοι ὄντες ἐθνικοὶ καὶ οὐ γινώσκοντες θειότητα ἢ τὴν εἰς αὐτοὺς ἀπὸ Θεοῦ ἄμυναν ὑπὲρ τῶν ἀναιτίως κατακριθέντων. Ὑμεῖς δέ, γινώσκοντες, τίς ὁ Θεὸς ἡμῶν καὶ ὁποῖα τὰ κρίματα αὐτοῦ, πῶς ἂν κατὰ
15ἐπήρειαν δυνήσεσθέ τινι ἀπόφασιν δοῦναι, τῆς κρίσεως ὑμῶν παραχρῆμα γινωσκομένης Θεῷ; Καὶ εἰ μὲν δικαίως ἐκρίνατε, δικαίων ἀμοιβῶν καταξιωθήσεσθε καὶ νῦν καὶ εἰς αὖθις· εἰ δὲ ἀδίκως, πάλιν τῶν ὁμοίων τεύξεσθε. Ἡμεῖς μὲν οὖν, ἀδελφοί, συμβουλεύομεν ὑμῖν μᾶλλον ἐπαίνων
20ἀξιοῦσθαι παρὰ Θεῷ ἢ ψόγων, ὅτι Θεοῦ ἔπαινος ζωὴ αἰώνιος
ἀνθρώποις, ὥσπερ οὖν καὶ ὁ ψόγος θάνατος. ἀΐδιος.

2

.

53

Διὸ γίνεσθε δίκαιοι κριταί, εἰρηνοποιοί, ἀόργητοι· «Ὁ ὀργιζόμενος γὰρ εἰκῆ τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει.» Εἰ δὲ καὶ συμβῇ ἐξ ἐνεργείας τινὸς ὀργισθῆναι ὑμᾶς κατά τινος, ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῇ
5ὀργῇ ὑμῶν. «Ὀργίζεσθε γάρ, φησὶν ὁ Δαυίδ, καὶ μὴ ἁμαρτάνετε.» Τοῦτ’ ἔστιν ταχέως διαλλάσσεσθε, ὅπως μὴ ἡ ἐπίμονος ὀργὴ μνησικακία γένηται καὶ ἁμαρτίαν ἀπεργάσηται· «Ψυχαὶ γὰρ μνησικάκων εἰς θάνατον», φησὶν ὁ Σολομών. Λέγει δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ
10σωτὴρ Ἰησοῦς ὁ Χριστὸς ἐν Εὐαγγελίοις· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον καὶ ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου
15ἔμπροσθεν τοῦ θυσιαστηρίου.» Δῶρον δέ ἐστιν Θεῷ ἡ ἑκάστου προσευχὴ καὶ εὐχαριστία· ἐὰν οὖν ἔχῃς τι κατὰ τοῦ ἀδελφοῦ σου ἢ αὐτὸς ἔχῃ τι κατὰ σοῦ, οὔτε αἱ προσευ‐ χαί σου εἰσακουσθήσονται οὔτε αἱ εὐχαριστίαι σου προσ‐ δεχθήσονται διὰ τὴν ὑποκειμένην ὀργήν.
20 Χρὴ δὲ συνεχῶς προσεύχεσθαι ὑμᾶς, ἀδελφοί· ἀλλ’ ἐπειδὴ τῶν ἐν ὀργαῖς ἀδίκως ἐχθραινόντων ἀδελφοῖς ὁ Θεὸς οὐκ ἐπακούει, καὶ ἐὰν τρὶς τῆς ὥρας προσεύξωνται, χρὴ διαλύειν πᾶσαν ἔχθραν καὶ μικροψυχίαν, ἵνα δυνώμεθα
προσεύχεσθαι καθαρᾷ τῇ καρδίᾳ καὶ ἀρύπῳ. Καίτοιγε
25καὶ ἐχθροὺς ὁ Κύριος ἀγαπᾶν προσέταξεν, οὐχὶ δὲ καὶ τοὺς φίλους μισεῖν, καὶ ὁ νομοθέτης φησίν· «Οὐ μισήσεις πάντα ἄνθρωπον, οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου, ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου καὶ οὐ λήψῃ δι’ αὐτὸν ἁμαρτίαν· οὐ μισήσεις Αἰγύπτιον, ὅτι πάροικος ἦσθα παρ’
30αὐτῷ· οὐ μισήσεις Ἰδουμαῖον, ὅτι ἀδελφός σου ἐστίν.» Καὶ ὁ Δαυὶδ λέγει· «Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά.» Ὅθεν εἰ Χριστιανὸς εἶναι θέλεις, ἐξακο‐ λούθει τῷ τοῦ Κυρίου Νόμῳ· «Λύε πάντα σύνδεσμον ἀδικίας.» Ἐπὶ σοὶ γὰρ ὁ σωτὴρ ἐξουσίαν ἔθετο ἀφιέναι
35ἁμαρτίας τῷ ἀδελφῷ τὰς εἰς σὲ γενομένας ἕως ἑβδομηκοντά‐ κις ἑπτά, τοῦτ’ ἔστιν τετρακοσίας ἐνενήκοντα. Ποσάκις οὖν ἤδη ἀφῆκας τῷ ἀδελφῷ σου, ἵνα μὴ θελήσῃς αὐτῷ ἀφιέναι καὶ νῦν; Καίτοι ἀκούσας τοῦ Ἱερεμίου λέγοντος, ὅτι· «Ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε
40ἐν ταῖς καρδίαις ὑμῶν.» Σὺ δὲ μνησικακεῖς καὶ συντηρεῖς ἔχθραν καὶ ἐπὶ κρίσιν ἔρχῃ καὶ μῆνιν ὑφορᾷς καὶ ἡ προσευχή σου ἐμποδίζεται. Ἀλλ’ εἰ καὶ τὰ τετρακόσια ἐνενήκοντα συνεχώρησας ἀφεὶς τῷ ἀδελφῷ σου, πλεόνασον τὴν ἀοργησίαν ἐπὶ πλεῖον εἰς ἀγαθωσύνην δι’ ἑαυτόν· κἂν ἐκεῖνος μὴ ποιῇ,
45ἀλλάγε σὺ διὰ τὸν Θεὸν σπούδαζε ἀφιέναι τῷ πλησίον, ὅπως γένῃ υἱὸς τοῦ Πατρός σου τοῦ ἐν οὐρανοῖς καὶ
προσευχόμενος ὑπακούῃ ὡς φίλος Θεοῦ.

2

.

54

Διὰ τοῦτο, ὦ ἐπίσκοποι, μελλόντων ὑμῶν εἰς προσευχὴν ἀπαντᾶν μετὰ τὴν ἀνάγνωσιν καὶ τὴν ψαλμῳδίαν καὶ τὴν ἐπὶ ταῖς γραφαῖς διδασκαλίαν, ὁ διάκονος πλησίον ὑμῶν ἑστὼς μετὰ ὑψηλῆς φωνῆς λεγέτω· «Μή τις κατά
5τινος, μή τις ἐν ὑποκρίσει», ἵνα, ἐὰν εὑρεθῇ ἐν τισὶν ἀντι‐ λογία, συνειδήσει κρουσθέντες δεηθῶσιν τοῦ Θεοῦ καὶ διαλλαγῶσιν τοῖς ἀδελφοῖς. Εἰ γὰρ τοὺς ἐν οἰκίᾳ τινὸς εἰσερχομένους πρὸ πάντων δεῖ λέγειν· «Εἰρήνη τῷ οἴκῳ τούτῳ», ὡς υἱοὺς εἰρήνης εἰρήνην χαριζομένους τοῖς
10ἀξίοις, καθὼς γέγραπται· «Τοῖς ἐγγὺς καὶ τοῖς μακράν, οὓς ἔγνω ὁ Κύριος ὄντας αὐτοῦ», πολλῷ μᾶλλον τοὺς ἐν Ἐκκλησίᾳ Θεοῦ εἰσερχομένους χρὴ πρὸ πάντων ἐπεύχεσθαι τῷ λαῷ τὴν τοῦ Θεοῦ εἰρήνην. Εἰ δὲ ἄλλοις ταύτην ἐπεύ‐ χεται, πολλῷ μᾶλλον αὐτὸς αὐτῆς ἐντὸς ὑπαρχέτω ὡς
15τέκνον φωτός· ὁ γὰρ μὴ ἔχων αὐτὴν ἐν ἑαυτῷ οὐκ ἔστιν ἀξιόπιστος ἄλλοις αὐτὴν χαρίζεσθαι. Διὸ πρὸ πάντων χρὴ εἰς ἑαυτὸν εἰρηνεύειν αὐτόν· ὁ γὰρ πρὸς ἑαυτὸν μὴ στασιάζων οὐδ’ ἂν πρὸς ἄλλον διαμαχεσθήσεται, ἀλλ’ ἔσται εἰρηνικός, φιλικός, συνάγων τὰ τοῦ Κυρίου καὶ συνεργὸς
20αὐτοῦ γινόμενος πρὸς τὸ πλεονάσαι αὐτῷ τοὺς σῳζομένους ἐν ὁμονοίᾳ. Οἱ γὰρ ἐπινοοῦντες ἔχθρας καὶ μάχας, ἀντιλο‐ γίας καὶ κρίσεις πονηροὶ καὶ τοῦ Θεοῦ ἀλλότριοι τυγχά‐
νουσιν.

2

.

55

Ὁ γὰρ Θεός, Θεὸς ὢν ἐλέους, ἀπ’ ἀρχῆς ἑκάστην γενεὰν ἐπὶ μετάνοιαν καλεῖ διὰ τῶν δικαίων καὶ τῶν προφητῶν· καὶ τοὺς μὲν πρὸ τοῦ κατακλυσμοῦ διὰ τοῦ Ἄβελ καὶ τοῦ Σὴθ καὶ Σήμ, ἔτι δὲ Ἐνὼς καὶ τοῦ μετα‐
5τεθέντος Ἐνὼχ ἐσωφρόνιζεν, τοὺς δὲ ἐν τῷ κατακλυσμῷ διὰ τοῦ Νῶε, τοὺς ἐν Σοδόμοις διὰ τοῦ φιλοξένου Λώτ, τοὺς μετὰ τὸν κατακλυσμὸν διὰ τοῦ Μελχισεδὲκ καὶ τῶν πατριαρχῶν καὶ τοῦ θεοφιλοῦς Ἰώβ, τοὺς ἐν Αἰγύπτῳ διὰ Μωϋσέως, τοὺς Ἰσραηλίτας δι’ αὐτοῦ καὶ Ἰησοῦ καὶ Χαλὲβ
10καὶ Φινεὲς καὶ τῶν λοιπῶν, τοὺς μετὰ τὸν νόμον δι’ ἀγγέλων καὶ προφητῶν, τοὺς αὐτοὺς διὰ τῆς ἰδίας ἐνανθρωπήσεως τῆς ἐκ παρθένου γενομένῃς, τοὺς πρὸ μικροῦ τῆς ἀναδείξεως αὐτοῦ τῆς σωματικῆς διὰ Ἰωάννου τοῦ προδρόμου, τοὺς δ’ αὐτοὺς διὰ τοῦ αὐτοῦ καὶ μετὰ τὴν γένεσιν αὐτοῦ λέγων·
15«Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν»· τοὺς μετὰ τὸ πάθος αὐτοῦ δι’ ἡμῶν τῶν δώδεκα καὶ τοῦ τῆς ἐκλογῆς σκεύους Παύλου. Ἡμεῖς οὖν οἱ κατα‐ ξιωθέντες εἶναι μάρτυρες τῆς παρουσίας αὐτοῦ σὺν Ἰακώβῳ τῷ τοῦ Κυρίου ἀδελφῷ καὶ ἑτέροις ἑβδομήκοντα δύο
20μαθηταῖς καὶ τοῖς ἑπτὰ διακόνοις αὐτοῦ ἐκ στόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠκούσαμεν καὶ ἀκριβῶς
εἰδότες λέγομεν, τί ἐστιν τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, τὸ διὰ Ἰησοῦ γνωρισθὲν ἡμῖν, ἵνα μηδεὶς ἀπόληται, ἀλλὰ πάντες ἄνθρωποι συμφώνως
25πιστεύσαντες αὐτῷ αἶνον σύμφωνον ἀναπέμψαντες αὐτῷ ζήσωσιν αἰωνίως.

2

.

56

Τοῦτο γάρ ἐστιν, ὃ ἐδίδαξεν ἡμᾶς ὁ Κύριος προσευχομένους λέγειν τῶ Πατρὶ αὐτοῦ· «Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς», ἵνα, ὡς αἱ ἐπουράνιοι φύσεις τῶν ἀσωμάτων δυνάμεων πᾶσαι δοξά‐
5ζουσιν τὸν Θεὸν συμφώνως, οὕτως καὶ ἐπὶ γῆς πάντες ἄνθρωποι ἐν ἑνὶ στόματι καὶ μιᾷ διαθέσει δοξάζωσιν τὸν μόνον Θεὸν τὸν ἕνα καὶ ἀληθινὸν διὰ τοῦ μονογενοῦς Χριστοῦ. Θέλημα οὖν αὐτοῦ ἐστιν αἰνεῖν αὐτὸν ὁμοφρόνως καὶ προσκυνεῖν αὐτὸν συμφώνως. Τοῦτο γὰρ αὐτοῦ ἐστι
10θέλημα ἐν Χριστῷ, πολλοὺς εἶναι τοὺς σωζομένους ἐν αὐτῷ, ἀλλὰ μὴ ζημιοῦν αὐτὸν μηδὲ ἐλαττονεῖν ὑμᾶς τὴν Ἐκκλησίαν ἢ συστέλλειν τὸν ἀριθμὸν διὰ μιᾶς ψυχῆς ἀνθρώπου ὑφ’ ὑμῶν ἀναιρεθείσης, ἥτις ἠδύνατο σωθῆναι διὰ μετανοίας, ἀπώλετο δὲ οὐ μόνον ἐξ ἰδίας ὀργῆς, ἀλλ’
15ἤδη καὶ ἐξ ὑμετέρας ἐπιβουλῆς, καὶ ἐπληρώσατε τὸ γεγραμ‐ μένον· «Ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει.» Τοιοῦτος
δέ, ὢν σκορπιστής, προβάτων ἀντίδικος, Θεοῦ ἐχθρός, τῶν ἀρνίων φθορεύς, ὧν ὁ Κύριος ποιμὴν ὑπῆρξεν καὶ ἡμεῖς συναγωγοὶ, ἐκ διαφόρων ἐθνῶν καὶ γλωσσῶν ἐν
20πολλῷ μόχθῳ καὶ κινδύνῳ καὶ κόπῳ διηνεκεῖ, ἀγρυπνίαις, ἀσιτίαις, χαμευνίαις, διωγμοῖς, πληγαῖς, φυλακαῖς, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες πληρώσωμεν τὸν τρίκλινον τῶν ἀνακειμένων, τοῦτ’ ἔστιν τὴν ἱερὰν καὶ καθολικὴν Ἐκκλησίαν, εὐφραινομένων τῶν κλητῶν καὶ ἀγαλλιωμένων,
25ὑμνούντων καὶ δοξαζόντων τὸν καλέσαντα αὐτοὺς δι’ ἡμῶν εἰς ζωὴν Θεόν· ὑμεῖς οὖν, ὅσον τὸ ἐφ’ ὑμῖν διεσκορπίσατε. Καὶ ὑμεῖς δέ, οἱ λαϊκοί, εἰρηνεύετε πρὸς ἀλλήλους, σπουδάζοντες ὡς φρόνιμοι τὴν Ἐκκλησίαν αὔξειν καὶ τὰ νομιζόμενα ἄγρια ἐπιστρέφειν εἰς αὐτὴν καὶ ἐξημεροῦν καὶ
30ἀποκαθιστᾶν. Καὶ τοῦτό ἐστιν ὁ μέγιστος ἐξ ἐπαγγελίας μισθὸς παρὰ Θεοῦ· «Ἐὰν ἐξαγάγῃς ἐξ ἀναξίου τίμιον, ὡς τὸ στόμα μου ἔσῃ.»

2

.

57

Σὺ δέ, ὁ ἐπίσκοπος, ἔσο ἅγιος, ἄμωμος, μὴ πλήκτης, μὴ ὀργίλος, μὴ ἀπηνής, ἀλλ’ οἰκοδόμος, ἐπιστρο‐ φεύς, διδακτικός, ἀνεξίκακος, ἠπιόθυμος, πρᾶος, μακρόθυμος, παραινετικός, παρακλητικὸς ὡς Θεοῦ ἄνθρωπος. Ὅταν
5δὲ συναθροίζῃς τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ὡς κυβερνήτης νηὸς μεγάλης μετ’ ἐπιστήμης πάσης κέλευε ποιεῖσθαι τὰς συνόδους, παραγγέλλων τοῖς διακόνοις ὡσανεὶ ναύταις τοὺς τόπους ἐκτάσσειν τοῖς ἀδελφοῖς καθάπερ ἐπιβάταις μετὰ πάσης ἐπιμελείας καὶ σεμνότητος. Καὶ πρῶτον
10μὲν ὁ οἶκος ἔστω ἐπιμήκης, κατὰ ἀνατολὰς τετραμμένος, ἐξ ἑκατέρων τῶν μερῶν ἔχων τὰ παστοφόρια πρὸς ἀνατολήν, ὅστις ἔοικεν νηΐ. Κείσθω δὲ μέσος ὁ τοῦ ἐπισκόπου θρόνος, παρ’ ἑκάτερα δὲ αὐτοῦ καθεζέσθω τὸ πρεσβυτέριον, καὶ οἱ διάκονοι παριστάσθωσαν εὐσταλεῖς τῆς πλείονος
15ἐσθῆτος· ἐοίκασι γὰρ ναύταις καὶ τοιχάρχοις. Προνοίᾳ δὲ τούτων εἰς τὸ ἕτερον μέρος οἱ λαϊκοὶ καθεζέσθωσαν μετὰ πάσης εὐταξιὰς καὶ ἡσυχίας, καὶ αἱ γυναῖκες κεχωρισμένως καὶ αὐταὶ καθεζέσθωσαν σιώπην ἄγουσαι. Μέσος δὲ ὁ ἀναγνώστης ἐφ’ ὑψηλοῦ τινος ἑστὼς ἀνα‐
20γινωσκέτω τὰ Μωϋσέως καὶ Ἰησοῦ τοῦ Ναυή, τὰ τῶν Κριτῶν γαὶ τῶν Βασιλειῶν, τὰ τῶν Παραλειπομένων καὶ τὰ τῆς Ἐπανόδου, πρὸς τούτοις τὰ τοῦ Ἰὼβ καὶ τὰ Σολομῶντος καὶ τὰ τῶν Ἑξκαίδεκα προφητῶν. Ἀνὰ δύο δὲ γενομένων ἀναγνωσμάτων, ἕτερός τις τοῦ
25Δαυὶδ ψαλλέτω τοὺς ὕμνους, καὶ ὁ λαὸς τὰ ἀκροστίχια ὑποψαλλέτω. Μετὰ τοῦτο αἱ Πράξεις αἱ ἡμέτεραι ἀναγινωσκέσθωσαν καὶ αἱ ἐπιστολαὶ Παύλου τοῦ συνεργοῦ ἡμῶν, ἃς ἀπέστειλε ταῖς Ἐκκλησίαις καθ’ ὑφήγησιν τοῦ
ἁγίου Πνεύματος· καὶ μετὰ ταῦτα πρεσβύτερος ἢ διάκονος
30ἀναγινωσκέτω τὰ Εὐαγγέλια, ἃ ἐγὼ Ματθαῖος καὶ Ἰωάννης παρεδώκαμεν ὑμῖν καὶ οἱ συνεργοὶ Παύλου παρειληφότες κατέλειψαν ὑμῖν Λουκᾶς καὶ Μάρκος. Καὶ ὅταν ἀνα‐ γινωσκόμενον ᾖ τὸ Εὐαγγέλιον, πάντες οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ πᾶς ὁ λαὸς στηκέτωσαν μετὰ πολλῆς
35ἡσυχίας· γέγραπται γάρ· «Σιώπα καὶ ἄκουε Ἰσραήλ», καὶ πάλιν· «Σὺ δὲ αὐτοῦ στῆθι καὶ ἀκούσῃ.» Καὶ ἑξῆς παρακαλείτωσαν οἱ πρεσβύτεροι τὸν λαόν, ὁ καθεῖς αὐτῶν, ἀλλὰ μὴ ἅπαντες, καὶ τελευταῖος πάντων ὁ ἐπίσκο‐ πος, ὃς ἔοικε κυβερνήτῃ.
40 Στηκέτωσαν δὲ οἱ μὲν πυλωροὶ εἰς τὰς εἰσόδους τῶν ἀνδρῶν φυλάσσοντες αὐτάς, αἱ δὲ διάκονοι εἰς τὰς τῶν γυναικῶν, δίκην ναυστολόγων· καὶ γὰρ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὁ αὐτὸς παρηκολούθει τύπος. Εἰ δέ τις εὑρεθῇ παρὰ τόπον καθεζόμενος, ἐπιπλησσέσθω ὑπὸ τοῦ
45διακόνου ὡς πρωρέως καὶ εἰς τὸν καθήκοντα αὐτῷ τόπον μεταγέσθω. Οὐ μόνον γὰρ νηΐ, ἀλλὰ καὶ μάνδρῃ ὡμοίωται ἡ Ἐκκλησία. Ὡς γὰρ οἱ ποιμένες ἕκαστον τῶν ἀλόγων, αἰγῶν φημι καὶ προβάτων, κατὰ συγγένειαν καὶ ἡλικίαν ἱστῶσιν, καὶ ἕκαστον αὐτῶν τὸ ὅμοιον τῷ ὁμοίῳ συντρέχει,

2

.

57

(50)

οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ οἱ μὲν νεώτεροι ἰδίᾳ καθεζέσθωσαν, ἐὰν ᾖ τόπος, εἰ δὲ μή, στηκέτωσαν ὀρθοί· οἱ δὲ τῇ ἡλικίᾳ ἤδη προβεβηκότες καθεζέσθωσαν ἐν τάξει, τὰ δὲ παιδία
ἑστῶτα προσλαμβανέσθωσαν αὐτῶν οἱ πατέρες καὶ αἱ μητέρες· αἱ δὲ νεώτεραι πάλιν ἰδίᾳ, ἐὰν ᾖ τόπος, εἰ δὲ
55μήγε, ὄπισθεν τῶν γυναικῶν ἱστάσθωσαν· αἱ δὲ ἤδη γεγαμηκυῖαι καὶ τὰ τέκνα ἔχουσαι ἰδίᾳ ἱστάσθωσαν· αἱ παρθένοι δὲ καὶ αἱ χῆραι καὶ αἱ πρεσβύτιδες πρῶται πασῶν στηκέτωσαν ἢ καθεζέσθωσαν. Ἔστω δὲ τῶν τόπων προνοῶν ὁ διάκονος, ἵν’ ἕκαστος τῶν εἰσερχομένων εἰς τὸν
60ἴδιον τόπον ὁρμᾷ καὶ μὴ παρὰ τὸ ἰντρόϊτον καθέζωνται. Ὁμοίως ὁ διάκονος ἐπισκοπείτω τὸν λαόν, ὅπως μήτις ψιθυρίσῃ ἢ νυστάξῃ ἢ γελάσῃ ἢ νεύσῃ· χρὴ γὰρ ἐν Ἐκκλησίᾳ ἐπιστημόνως καὶ νηφαλέως καὶ ἐγρηγορότως ἑστάναι, ἐκτεταμένην ἔχοντα τὴν ἀκοὴν εἰς τὸν τοῦ Κυρίου λόγον.
65 Καὶ μετὰ τοῦτο συμφώνως ἅπαντες ἐξαναστάντες καὶ ἐπ’ ἀνατολὰς κατανοήσαντες, μετὰ τὴν τῶν κατηχου‐ μένων καὶ τὴν τῶν μετανοούντων ἔξοδον προσευχέσθωσαν τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, ὑπομιμνησκόμενοι καὶ τῆς ἀρχαίας νομῆς τοῦ
70κατὰ ἀνατολὰς παραδείσου, ὅθεν ὁ πρῶτος ἄνθρωπος, ἀθετήσας τὴν ἐντολὴν ὄφεως συμβουλίᾳ πεισθείς, ἀπεβλήθη. Οἱ δὲ διάκονοι μετὰ τὴν προσευχὴν οἱ μὲν τῇ προσφορᾷ τῆς εὐχαριστίας σχολαζέτωσαν ὑπηρετούμενοι τῷ τοῦ Κυρίου σώματι μετὰ φόβου, οἱ δὲ τοὺς ὄχλους διασκοπείτωσαν καὶ
75ἡσυχίαν αὐτοῖς ἐμποιείτωσαν. Λεγέτω δὲ ὁ παρεστὼς
τῷ ἀρχιερεῖ διάκονος τῷ λαῷ· «Μή τις κατά τινος, μή τις ἐν ὑποκρίσει». Εἶτα καὶ ἀσπαζέσθωσαν ἀλλήλους οἱ ἄνδρες καὶ ἀλλήλας αἱ γυναῖκες τὸ ἐν Κυρίῳ φίλημα, ἀλλὰ μή τις δολίως, ὡς ὁ Ἰούδας τὸν Κύριον φιλήματι
80παρέδωκεν. Καὶ μετὰ τοῦτο προσευχέσθω ὁ διάκονος ὑπὲρ τῆς Ἐκκλησίας πάσης καὶ παντὸς τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ μερῶν καὶ ἐκφορίων, ὑπὲρ τῶν ἱερέων καὶ τῶν ἀρχόντων, ὑπὲρ τοῦ ἀρχιερέως καὶ τοῦ βασιλέως καὶ τῆς καθόλου
85εἰρήνης. Καὶ μετὰ τοῦτο ὁ ἀρχιερεὺς ἐπευχόμενος τῷ λαῷ εἰρήνην εὐλογείτω τοῦτον, ὡς καὶ Μωϋσῆς ἐνετείλατο τοῖς ἱερεῦσιν εὐλογεῖν τὸν λαὸν τούτοις τοῖς ῥήμασιν· «Εὐλογήσαι σε Κύριος καὶ φυλάξαι σε, ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε, ἐπάραι Κύριος τὸ
90πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην.» Ἐπευ‐ χέσθω οὖν καὶ ὁ ἐπίσκοπος καὶ λεγέτω· «Σῶσον Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ἣν ἐκτήσω καὶ περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ
σου καὶ ἐκάλεσας βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον.»
95Μετὰ δὲ ταῦτα γινέσθω ἡ θυσία, ἑστῶτος παντὸς τοῦ λαοῦ καὶ προσευχομένου ἡσύχως· καὶ ὅταν προσενεχθῇ, μεταλαμβανέτω ἑκάστη τάξις καθ’ ἑαυτὴν τοῦ κυριακοῦ σώματος καὶ τοῦ τιμίου αἵματος, ἐν τάξει μετὰ αἰδοῦς καὶ εὐλαβείας ὡς βασιλέως προσερχόμενοι σώματι, καὶ αἱ

2

.

57

(100)

γυναῖκες κατακεκαλυμμέναι τὴν κεφαλήν, ὡς ἁρμόζει γυναικῶν τάξει, προσερχέσθωσαν. Φυλαττέσθωσαν δὲ αἱ θύραι, μή τις ἄπιστος ἢ ἀμύητος, εἰσέλθοι.

2

.

58

Εἰ δέ τις ἀπὸ παροικίας ἀδελφὸς ἢ ἀδελφὴ ἐπ‐ εισέλθοι σύστασιν ἐπικομιζόμενοι, ὁ διάκονος ἐπικρινέτω τὰ κατ’ αὐτούς, ἀνακρίνων, εἰ πιστοί, εἰ ἐκκλησιαστικοί, εἰ μὴ ἀπὸ αἱρέσεώς εἰσι μεμολυσμένοι, καὶ πάλιν εἰ ὕπανδρος
5ἢ χήρα· καὶ οὕτω γνοὺς τὰ κατ’ αὐτοὺς, ὡς εἰσὶν ἀληθῶς πιστοὶ καὶ ὁμογνώμονες ἐν τοῖς κυριακοῖς, ἀπαγέτω ἕκαστον εἰς τὸν προσήκοντα αὐτῷ τόπον. Εἰ δὲ καὶ πρεσβύτερος ἀπὸ παροικίας ἐπέλθοι, προσδεχέσθω ὑπὸ τῶν πρεσβυτέρων κοινωνικῶς· εἰ διάκονος, ὑπὸ τῶν διακόνων· εἰ δὲ καὶ
10ἐπίσκοπος, σὺν τῷ ἐπισκόπῳ καθεζέσθω τῆς αὐτῆς ἀξιούμε‐
νος ὑπ’ αὐτοῦ τιμῆς. Καὶ ἐρωτήσεις αὐτόν, ὦ ἐπίσκοπε, προσλαλῆσαι τῷ λαῷ λόγους διδακτικούς· ἡ γὰρ τῶν ξένων παράκλησις καὶ νουθεσία ὠφελιμωτάτη σφόδρα· «Οὐδεὶς γὰρ προφήτης, φησίν, δεκτὸς ἐν τῇ ἰδίᾳ πατρίδι.» Ἐπι‐
15τρέψεις δὲ αὐτῷ καὶ τὴν εὐχαριστίαν ἀνοῖσαι· ἐὰν δὲ δι’ εὐλάβειαν ὡς σοφὸς τὴν τιμήν σοι τηρῶν μὴ θελήσῃ ἀνε‐ νέγκαι, κἂν τὴν εἰς τὸν λαὸν εὐλογίαν αὐτὸν ποιήσασθαι καταναγκάσεις. Εἰ δὲ ἐν τῷ καθέζεσθαι ἕτερός τις ἐπεισέλθοι
20εὐσχήμων καὶ ἔνδοξος ἐν τῷ βίῳ, ἢ ξένος ἢ ἐγχώριος, σὺ ὁ ἐπίσκοπος ὁ προσλαλῶν τὸν περὶ Θεοῦ λόγον ἢ ὁ ἀκούων τοῦ ψάλλοντος ἢ τοῦ ἀναγινώσκοντος, μὴ προσωποληπτῶν καταλίπῃς τὴν διακονίαν τοῦ λόγου, ἵνα διατάξῃ αὐτῷ προσεδρίαν, ἀλλὰ μένε ἡσύχιος μὴ διακόπτων σου τὸν λόγον
25ἢ τὴν ἀκοήν, οἱ δὲ ἀδελφοὶ διὰ τῶν διακόνων παρα‐ δεχέσθωσαν αὐτόν. Εἰ δὲ τόπος οὐκ ἔστιν, ὁ διάκονος, τὸν μᾶλλον νεώτερον ἐγείρας μετὰ λόγου, ἀλλὰ μὴ μετ’ ὀργῆς, ἐκεῖνον καθισάτω· δίκαιον δὲ τοῦτο καὶ ἀφ’ ἑαυτοῦ τὸν φιλάδελφον ποιῆσαι· ἐὰν δὲ ἀνανεύῃ, ἐγείρας αὐτὸν
30ἀναγκαστῶς, ὀπίσω πάντων στῆσον, ἵνα παιδευθῶσιν καὶ οἱ λοιποὶ ἀντιπαραχωρεῖν τοῖς ἐντιμοτέροις. Εἰ δὲ πτωχὸς ἢ ἀγενὴς ἢ ξένος ἐπέλθοι πρεσβύτης ἢ νέος τὴν ἡλικίαν καὶ τόπος οὐχ ὑπάρχει, καὶ τούτοις τόπον ποιήσει ἐξ ὅλης τῆς καρδίας αὐτοῦ ὁ διάκονος, ἵνα μὴ πρὸς ἄνθρωπον αὐτοῦ
35γένηται ἡ προσωπόληψις, ἀλλὰ πρὸς Θεὸν ἡ διακονία εὐάρεστος. Τὸ δ’ αὐτὸ ποιείτω καὶ ἡ διάκονος ταῖς ἐπερχο‐
μέναις γυναιξὶν πτωχαῖς ἤτοι πλουσίαις.

2

.

59

Διδάσκων δέ, ὦ ἐπίσκοπε, κέλευε καὶ παραίνει τῷ λαῷ εἰς τὴν Ἐκκλησίαν ἐνδελεχίζειν ὄρθρου καὶ ἐσπέρας ἑκάστης ἡμέρας καὶ μὴ ἀπολείπεσθαι τὸ σύνολον, ἀλλὰ συνέρχεσθαι διηνεκῶς, καὶ μήτε τὴν Ἐκκλησίαν κολοβοῦν
5ἑαυτὸν ὑφαιροῦντα καὶ παρὰ μέλος ποιεῖν τὸ σῶμα τοῦ Χριστοῦ· οὐ γὰρ μόνον περὶ ἱερέων ἐρρέθη, ἀλλὰ καὶ ἕκαστος τῶν λαϊκῶν περὶ ἑαυτοῦ ἀκουέτω λογιζόμενος, ὅτι εἴρηται ὑπὸ τοῦ Κυρίου· «Ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει.»
10Μὴ οὖν ἑαυτοὺς μέλη ὄντες τοῦ Χριστοῦ σκορπίζετε, μὴ συναθροιζόμενοι· Χριστὸν κεφαλὴν ἔχοντες κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ συνόντα καὶ κοινωνοῦντα ὑμῖν, μὴ ἀμελεῖτε ἑαυτῶν μηδὲ ἀποστερεῖτε τὸν σωτῆρα τῶν οἰκείων μελῶν μηδὲ διαιρεῖτε τὸ σῶμα αὐτοῦ μηδὲ σκορπίζετε τὰ μέλη
15αὐτοῦ μηδὲ προκρίνετε τοῦ θείου λόγου τὰς βιωτικὰς χρείας, ἀλλ’ ἑκάστης ἡμέρας συναθροίζεσθε ὄρθρου καὶ ἑσπέρας ψάλλοντες καὶ προσευχόμενοι ἐν τοῖς κυριακοῖς, ὄρθρου μὲν λέγοντες ψαλμὸν τὸν ξβʹ, ἑσπέρας δὲ τὸν ρμʹ. Μάλιστα δὲ ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου καὶ ἐν τῇ τοῦ Κυρίου
20ἀναστασίμῳ τῇ κυριακῇ σπουδαιοτέρως ἀπαντᾶτε, αἶνον
ἀναπέμποντες τῷ Θεῷ τῷ ποιήσαντι τὰ ὅλα διὰ Ἰησοῦ καὶ αὐτὸν εἰς ἡμᾶς ἐξαποστείλαντι καὶ συγχωρήσαντι παθεῖν καὶ ἐκ νεκρῶν ἀναστήσαντι. Ἐπεὶ τί ἀπολογήσεται τῷ Θεῷ ὁ μὴ συνερχόμενος ἐν τῇδε τῇ ἡμέρᾳ ἀκούειν τοῦ
25σωτηρίου περὶ τῆς ἀναστάσεως λόγου; Ἐν ᾗ καὶ τρεῖς εὐχὰς ἑστῶτες ἐπιτελοῦμεν μνήμης χάριν τοῦ διὰ τριῶν ἀναστάντος ἡμερῶν, ἐν ᾗ Προφητῶν ἀναγνώσεις καὶ Εὐαγ‐ γελίων κηρυκία καὶ θυσίας ἀναφορὰ καὶ τροφῆς ἱερᾶς δωρεά.

2

.

60

Πῶς δὲ οὐ πολέμιος Θεοῦ ὁ περὶ τὰ πρόσκαιρα μὲν νύκτα καὶ μεθ’ ἡμέραν σπουδάζων, τῶν δὲ αἰωνίων ἀμελῶν; Καὶ λουτρῶν μὲν καὶ προσκαίρου τροφῆς ἑκάστης μεταποιούμενος, τῶν δὲ ἀεὶ παραμενόντων οὐκ ἐπιστρεφό‐
5μενος; Πῶς δὲ οὐχὶ καὶ νῦν ἐρεῖ τῷ τοιούτῳ ὁ Κύριος· «Ἐδικαιώθη ὑπὲρ ὑμᾶς τὰ ἔθνη», ὥσπερ καὶ τὴν Ἱερου‐ σαλὴμ ὀνειδίζων ἔλεγεν· «Ἐδικαιώθη Σόδομα ἐκ σοῦ;» Εἰ γὰρ τὰ ἔθνη ἐξ ὕπνου αὐτῶν καθ’ ἡμέραν ἀναστάντα τρέχει ἐπὶ τὰ εἴδωλα τοῦ λατρεύειν αὐτοῖς, καὶ πρὸ παντὸς
10ἔργου καὶ πάσης πράξεως πρῶτον αὐτοῖς προσεύχονται, καὶ ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς πανηγύρεσιν αὐτῶν οὐκ ἀφυστεροῦσιν, ἀλλὰ σχολάζουσιν, οὐχ οἱ τοπικοὶ μόνον, ἀλλὰ καὶ οἱ πόρρωθεν οἰκοῦντες, καὶ ἐν τοῖς θεάτροις αὐτῶν
ὡς ἐν συναγωγῇ πάντες συνέρχονται.
15 Ὁμοίως καὶ οἱ μάτην λεγόμενοι Ἰουδαῖοι καθ’ ἓξ ἡμέρας ἀργοῦντες τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ συνίασιν εἰς τὴν συναγωγὴν αὐτῶν, οὐδέποτε παραφίοντες ἢ παραμελοῦντες οὔτε τῆς ἀργίας αὐτῶν οὔτε τῆς συναγωγῆς αὐτῶν, οἱ τῆς δυνάμεως τοῦ Λόγου ἐν τῇ ἀπιστίᾳ αὐτῶν κενωθέντες,
20προσέτι δὲ καὶ οὗ ὀνόματος ἑαυτοὺς καλοῦσιν Ἰούδα· Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται, οὗτοι δὲ οὐκ εἰσὶν ἐξομολογούμενοι Θεῷ τὸ πάθημα τοῦ Χριστοῦ παρανόμως πεποιηκότες, ἵνα καὶ μεταγνόντες σωθῶσιν. Εἰ οὖν οἱ μὴ σῳζόμενοι ἐν οἷς οὐκ ὠφελοῦνται πυκνά‐
25ζουσιν, σὺ τί ἂν ἀπολογήσῃ Κυρίῳ τῷ Θεῷ ὁ τῆς Ἐκκλησίας αὐτοῦ ἀπολειπόμενος καὶ μηδὲ τὰ ἔθνη μιμούμε‐ νος, ἀλλὰ διὰ τοῦ ἀπολείπεσθαι ῥᾳθυμῶν ἢ ἀποστατῶν ἢ κακοποιῶν; Οἷς λέγει ὁ Κύριος διὰ τοῦ Ἱερεμίου· «Τὰ δικαιώματά μου οὐκ ἐφυλάξατε, ἀλλ’ οὐδὲ κατὰ τὰ
30δικαιώματα τῶν ἐθνῶν ἐπορεύθητε, παρ’ ὀλίγον καὶ ὑπερβάλ‐ λετε αὐτούς.» Καὶ πάλιν· «Ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα.» Καὶ ἑξῆς· «Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶν θεοί· ὅτι διέλθετε νήσους Χετιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ
35ἀποστείλατε καὶ νοήσατε σφόδρα, εἰ γέγονεν τοιαῦτα·
ὅτι ἐκεῖνα μὲν οὐκ ἀμείβουσιν τὰ ἑαυτῶν νόμιμα, ὁ δὲ λαός μου, φησίν, ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσεται.» Πῶς οὖν ἀπολογήσεταί τις ὀλιγωρήσας ἢ ἐκστὰς τῆς Ἐκκλησίας τοῦ Θεοῦ;
40 Εἰ δέ τις τὴν τοῦ ἔργου τοῦ ἰδίου πρόφασιν ἐπιφέρων ὀλιγωρεῖ προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, γινωσκέτω ὁ τοιοῦτος, ὡς αἱ τέχναι τῶν πιστῶν ἐπέργιά εἰσιν, ἔργον δὲ ἡ θεοσέβεια. Τὰς οὖν τέχνας ὑμῶν ὡς ἐν παρέργῳ ποιεῖτε εἰς διατροφὴν ὑμῶν, ἔργῳ δὲ τὴν
45θεοσέβειαν ἀσκεῖτε, ὡς καὶ ὁ Κύριος ἔλεγεν· «Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.» Καὶ πάλιν· «Τοῦτο δέ ἐστιν τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.»

2

.

61

Σπουδάζετε οὖν μηδέποτε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καταλιμπάνειν· εἰ δέ τις ταύτην ὑπερίδη, εἰς μιαρὸν δὲ ἐθνῶν εἰσέλθοι ἢ εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν, ὁ τοιοῦτος τί ἀπολογήσεται τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως;
5Λόγια Θεοῦ ζῶντος καταλιπὼν ζῶντα καὶ ζωοποιοῦντα καὶ δυνάμενα ῥύσασθαι κολάσεως αἰωνίου, καὶ πορευθεὶς εἰς οἶκον δαιμόνων ἢ εἰς συναγωγὴν χριστοκτόνων ἢ εἰς ἐκκλησίαν πονηρευομένων, οὐκ ἀκούσας τοῦ εἰπόντος· «Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ παρα‐
10νομούντων οὐ μὴ εἰσέλθω· οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.» Καὶ πάλιν· «Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν, ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ καὶ
15ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.» Σὺ δέ, καταλιπὼν τῶν πιστῶν τὸ συνάθροισμα, τοῦ Θεοῦ τὴν Ἐκκλησίαν, τοὺς ἐκείνου νόμους, ἐπιβλέπεις ἐπὶ τὰ σπήλαια τῶν λῃστῶν, ἅγια ἡγούμενος, ἃ ἐκεῖνος βέβηλα ἀπεκάλεσεν, καὶ κοινοποιῶν, ἃ ἐκεῖνος ἐχώρισεν· καὶ οὐ τοῦτο μόνον,
20ἀλλ’ ἤδη καὶ πομπαῖς Ἑλλήνων συντρέχεις καὶ ἐπὶ τὰ θέατρα ἐπείγῃ, ἐπιθυμήσας εἷς τῶν εἰσπορευομένων ἐκεῖ λογισθῆναι καὶ μετασχεῖν ἀκροαμάτων ἀπρεπῶν, ἵνα μὴ λέγωμεν μυσαρῶν, μὴ ἀκούσας τοῦ Ἱερεμίου λέγοντος· «Κύριε, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ’
25εὐλαβούμην ἀπὸ προσώπου χειρός σου», καὶ τοῦ Ἰὼβ φάσκοντος τὰ ὅμοια· «Εἰ δὲ καὶ μετὰ γελοιαστῶν ἐπορεύθην ποτέ· ἵσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ.» Τί δὲ βούλει μετασχεῖν τῶν ἑλληνικῶν λογίων, ὄντων νεκρῶν ἀνθρώπων ἐξ ἐπιπνοίας διαβόλου ἀποφανθέντων
30νεκροποιὰ καὶ πίστεως ἀνατρεπτικὰ καὶ πρὸς πολυθεΐαν ἀπάγοντα τοὺς προσανέχοντας αὐτοῖς; Ὑμεῖς οὖν, σχολάζοντες τοῖς τοῦ Θεοῦ νόμοις, καὶ τῶν βιωτικῶν χρειῶν τούτους ἡμεῖσθε τιμιωτέρους, καὶ πλείονα τιμὴν ἀπονέμοντες αὐτοῖς συντρέχετε εἰς τὴν Ἐκκλησίαν τοῦ
35Θεοῦ, ἣν περιεποιήσατο τῷ αἵματι τοῦ Χριστοῦ τοῦ ἠγαπημένου, τοῦ πρωτοτόκου πάσης κτίσεως. Αὕτη γὰρ θυγάτηρ ἐστὶν τοῦ Ὑψίστου ἡ ὠδινήσασα ὑμᾶς διὰ τοῦ λόγου τῆς χάριτος καὶ μορφώσασα ἐν ὑμῖν τὸν Χριστόν, οὗ μέτοχοι γενόμενοι ἱερὰ μέλη ἐστὲ καὶ ἐκλεκτά, μὴ ἔχοντα
40σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ὡς ἄμωμοι καὶ ἅγιοι ἐν πίστει τετελειωμένοι ἐστὲ ἐν αὐτῷ κατ’ εἰκόνα τοῦ κτίσαντος ὑμᾶς.

2

.

62

Φυλάσσεσθε οὖν τοῦ μὴ συσχολάζειν τοῖς ἀπολ‐ λυμένοις, ὅ ἐστιν συναγωγὴ ἐθνῶν, εἰς ἀπάτην καὶ ἀπώλειαν· οὐδεμία γὰρ κοινωνία Θεῷ πρὸς διάβολον· ὁ γὰρ συναθροιζό‐ μενος μετὰ τῶν τὰ τοῦ διαβόλου φρονούντων εἷς ἐξ αὐτῶν
5λογισθήσεται καὶ τὸ οὐαὶ κληρονομήσει. Φεύγετε δὴ καὶ τὰ ἀπρεπῆ τῶν θεαμάτων, τὰ θέατρά φημι καὶ τὰς ἑλληνικὰς πομπάς, ἐπαοιδάς, κληδόνας, μαντείας, καθαρισμούς, οἰωνι‐ σμούς, ὀρνιθοσκοπίας, νεκυομαντείας, ἐπιφωνήσεις, ὅτι γέγραπται· «Οὐ γὰρ ἔστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ
10μαντεία ἐν Ἰσραήλ», καὶ πάλιν· «Οἰώνισμα ἁμαρτία ἐστίν», καὶ ἀλλαχοῦ· «Οὐκ οἰωνιεῖσθε, καὶ κληδόσι καὶ μαντείαις καὶ ἐγγαστριμύθοις οὐκ ἐπακολουθήσετε, φαρμα‐ κοὺς οὐ περιποιήσετε.» Διὸ παραινεῖ καὶ ὁ Ἱερεμίας λέγων· «Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ πορεύεσθε, καὶ ἀπὸ τῶν
15σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.» Διόπερ χρὴ τὸν
πιστὸν φεύγειν τὰς συνόδους τῶν ἀσεβῶν Ἑλλήνων καὶ Ἰουδαίων καὶ τῶν λοιπῶν αἱρετικῶν, ἵνα μὴ τῷ συσχολάζειν αὐτοῖς παγίδας λάβωμεν ταῖς ἑαυτῶν ψυχαῖς, ὅπως μὴ συναναστρεφόμενοι ταῖς ἑορταῖς αὐτῶν, αἵτινες ἐπὶ τιμῇ
20τῶν δαιμόνων ἐπιτελοῦνται, κοινωνήσωμεν αὐτοῖς καὶ τῆς ἀσεβείας. Φευκτέαι δὲ αὐτῶν καὶ αἱ πανηγύρεις καὶ τὰ ἐν ταύταις ἐπιτελούμενα παίγνια· πιστὸν γὰρ ἐν πανηγύρει οὐ χρὴ παραβάλλειν πλεῖον τοῦ σωμάτιον πρίασθαι καὶ ψυχὴν περιποιήσασθαι καὶ ἕτερά τινα ὠνήσασθαι τῶν πρὸς
25σύστασιν ἁρμοζόντων. Ἀπέχεσθε οὖν πάσης τῆς τῶν εἰδώλων πομπῆς, φαντασίας, πανηγύρεως, συμποσίων, μονομαχίας, καὶ πάσης θέας δαιμονικῆς.

2

.

63

Οἱ δὲ νεώτεροι τῆς Ἐκκλησίας, ἐν πάσαις ταῖς χρείαις ἀόκνως λειτουργεῖν σπουδάζετε, μετὰ πάσης σεμνό‐ τητος τοῖς ἔργοις ὑμῶν σχολάζετε, ὅπως ἐν παντὶ τῷ χρόνῳ ὑμῶν ἦτε ἐπαρκοῦντες καὶ ἑαυτοῖς καὶ τοῖς πενομένοις,
5πρὸς τὸ μὴ ἐπιβαρεῖν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν. Καὶ γὰρ καὶ ἡμεῖς, σχολάζοντες τῷ λόγῳ τοῦ Εὐαγγελίου, ὅμως καὶ τῶν ἐπεργίων οὐκ ἀμελοῦμεν· οἱ μὲν γάρ εἰσιν ἐξ ἡμῶν ἁλιεῖς, οἱ δὲ σκηνοποιοί, οἱ δὲ γῆς ἐργάται, πρὸς τὸ μηδέποτε ἡμᾶς ἀργοὺς εἶναι. Λέγει δέ που καὶ ὁ
10Σολομών· «Ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ
ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γίνου ἐκείνου σοφώτερος· ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Ἢ
15πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε, ὡς ἐργάτης ἐστὶν τήν τε ἐργασίαν ὡς σεμνὴν ἐμπορεύεται· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, ποθεινὴ δέ ἐστι καὶ ἐπίδοξος, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη. Καὶ ἑξῆς· «Ἕως πότε,
20ὦ ὀκνηρέ, κατάκεισαι, πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στῆθος· εἶτα παραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. Ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός
25σου, καὶ ἡ ἔνδεια ὥσπερ κακὸς ἀνὴρ ἀπαυτομολήσει.» Καὶ πάλιν· «Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων.» Καὶ ἐν ἄλλοις φησίν· «Ὁ ἀργὸς περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ.» Καὶ ἑξῆς· «Κρύψας ὁ ὀκνηρὸς τὴν χεῖρα αὐτοῦ οὐ δυνήσηται
30ἀπενεγκεῖν εἰς τὸ στόμα αὐτοῦ.» Καὶ πάλιν· «Διὰ ἀργίαν χειρῶν ταπεινωθήσεται ἡ δόκωσις.» Ἐργάζεσθε οὖν ἐνδελεχῶς· ἀθεράπευτος γάρ ἐστιν ἀργοῦ μῶμος. Εἰ δέ τις μὴ ἐργάζεται, οὗτος παρ’ ὑμῖν μὴ ἐσθιέτω· ἀργοὺς γὰρ μισεῖ καὶ ὁ Κύριος ὁ Θεὸς ἡμῶν· ἀργὸς γὰρ εἶναι
35οὐκ ὀφείλει οὐδεὶς τῶν Θεῷ προσανεχόντων.

3

pin

(1t)

ΒΙΒΛΙΟΝ Γʹ
2tΠερὶ χηρῶν
3βʹ. Ὅτι παραιτητέον καθιστᾶν νεωτέραν χήραν διὰ τὸ ὕποπτον. γʹ. Ὁποίας εἶναι χρὴ τὰς ὄντως χήρας ἢ πῶς ἐπικουρεῖσθαι παρὰ
5τοῦ ἐπισκόπου. δʹ. Ὅτι πάνθ’ ὁντιναοῦν ἐνδεῆ εὐποιεῖν χρή. εʹ. Ὅτι καὶ τοῦ ἤθους ἐπιμελητέον τῶν χηρῶν. ϛʹ. Ὅτι οὐ χρὴ γυναῖκας διδάσκειν, ἀπρεπὲς γάρ, καὶ ποῖαι γυναῖκες εἵποντο τῷ κυρίῳ.
10Ὅτι αἱ χῆραι μεμετρημένας ὀφείλουσιν ἔχειν τὰς προόδους. ζʹ. Οἷαί εἰσιν αἱ ψευδοχῆραι. ηʹ. Ὅτι οὐ χρὴ παρὰ ἀναξίων λαμβάνειν τὴν χήραν ἢ τὸν ἐπίσκοπον ἢ ἄλλον πιστόν. θʹ. Ὅτι οὐ χρὴ γυναῖκας βαπτίζειν· ἀσεβὲς γὰρ καὶ τῆς Χριστοῦ
15διδασκαλίας ἀλλότριον. ιʹ. Ὅτι οὐ χρὴ λαϊκὸν ποιεῖν ἱερατικὸν ἔργον, βάπτισμα ἢ θυσίαν ἢ χειροθεσίαν ἢ εὐλογίαν. ιαʹ. Ὅτι πλὴν ἐπισκόπων ἢ πρεσβυτέρων οὐδενὶ τῶν λοιπῶν κληρικῶν ἐπιτέτραπται τὰ τῶν ἱερέων ἐνεργεῖν, τὸ δὲ χειροτονεῖν μόνῳ
20ἐπισκόπῳ προσήκει, ἑτέρῳ δὲ οὐδενί. ιβʹ. Ἀποτροπὴ βασκανίας. ιγʹ. Ὅπως δεῖ προσεύχεσθαι τὰς χήρας ὑπὲρ τῶν διδόντων τὰ πρὸς τὴν χρείαν. ιδʹ. Ὅτι οὐ χρὴ κομπάζειν καὶ περιαγγέλλειν τὸ ἑαυτῆς ὄνομα τὴν
25καρποφοροῦσαν κατὰ τὴν τοῦ κυρίου διάταξιν. ιεʹ. Ὅτι ἀπρεπὲς τὸ λοιδορεῖν τὸν πλησίον· ἀλλότριον χριστιανῶν τὸ καταρᾶσθαι. ιϛʹ. Περὶ μυήσεως θείας τοῦ ἁγίου βαπτίσματος. ιζʹ. Οἷαν αἰτίαν ἔχει τὸ εἰς Χριστὸν βάπτισμα καὶ διατί τῶν ἐπ’ αὐτῷ
30ἕκαστον λέγεται καὶ πράττεται. ιηʹ. Οἷος ὀφείλει εἶναι ὁ μεμυημένος. ιθʹ. Οἷοι ὀφείλουσι εἶναι οἱ διάκονοι. κʹ. Ὅτι ὑπὸ τριῶν ἢ δύο ἐπισκόπων ὀφείλει χειροτονεῖσθαι ὁ ἐπίσκο‐
πος, ἀλλ’ οὐχ ὑπὸ ἑνός· ἀβέβαιον γάρ.

3

.

1

Χήρας δὲ καθιστᾶτε μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, ἵνα τρόπῳ τινὶ τὸ τῆς διγαμίας αὐτῶν ἀνύποπτον βέβαιον ὑμῖν διὰ τῆς ἡλικίας ὑπάρχῃ. Εἰ δὲ νεωτέραν καταστήσητε εἰς τὸ χηρικὸν καὶ μὴ φέρουσα τὴν ἐν νεότητι χηρείαν
5γαμηθῇ, ἀπρέπειαν ἐμποιήσει τῇ δόξῃ τοῦ χηρικοῦ καὶ λόγον ὑφέξει τῷ Θεῷ, οὐχ ὅτι δευτέρῳ γάμῳ συνήφθη, ἀλλ’ ὅτι τὴν ἑαυτῆς ἐπαγγελίαν οὐκ ἐφύλαξεν, καταστρηνιάσασα τοῦ Χριστοῦ. Διὸ χρὴ μὴ προπετῶς ποιεῖσθαι τὴν ἐπαγγελίαν, ἀλλὰ μετὰ ἀσφαλείας· «Κρεῖσσον γάρ ἐστιν αὐτὴν μὴ
10εὔξασθαι, ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.» Εἰ δέ τις νεωτέρα ὀλίγον χρόνον σὺν τῷ ἀνδρὶ ποιήσασα
καὶ ἀποβαλοῦσα αὐτὸν διὰ τελευτῆς ἢ δι’ ἀφορμῆς τινος ἑτέρας, καὶ μείνῃ ἐφ’ ἑαυτῆς δῶρον ἔχουσα χηρείας, μακαρία εὑρεθήσεται, ὁμοιωθεῖσα τῇ ἐν Σαρεφθοῖς Σιδωνίᾳ χήρᾳ,
15πρὸς ἣν ὁ ἅγιος τοῦ Θεοῦ προφήτης Ἠλίας ἐπεξενώθη. Ἡ τοιαύτη ἐξομοιωθήσεται Ἄννῃ τῇ θυγατρὶ Φανουὴλ τῇ ἐκ φυλῆς Ἀσήρ, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νύκτωρ καὶ μεθ’ ἡμέραν παραμένουσα ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς, οὖσα μὲν ἐτῶν ὀγδοήκοντα, ζήσασα δὲ μετὰ ἀνδρὸς ἐκ τῆς
20παρθενίας αὐτῆς ἔτη ἑπτά, καὶ τὴν τοῦ Χριστοῦ δοξάσασα παρουσίαν ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδοκῶσιν λύτρωσιν ἐν Ἰσραήλ· ἡ τοιαύτη μαρτύριον λαβοῦσα τιμηθήσεται, κλέος ἔχουσα καὶ παρὰ ἀνθρώποις ἐπὶ γῆς καὶ παρὰ Θεῷ ἐν οὐρανοῖς τὸν αἰώνιον
25ἔπαινον.

3

.

2

Αἱ δὲ νεώτεραι χῆραι εἰς χηρικὸν μὲν μὴ ἐντασ‐ σέσθωσαν, μήποτε προφάσει τοῦ μὴ δύνασθαι κρατεῖν τῆς ἀκμῆς ἐπὶ δευτερογαμίαν ἐλθοῦσαι ἐν πράγματι γένωνται· ἐπικουρείσθωσαν δὲ καὶ βοηθείσθωσαν, ἵνα μὴ προφάσει τοῦ
5λείπεσθαι ἐπὶ δευτερογαμίαν ἐλθοῦσαι ἐν πράγματι ἀπρεπεῖ ἐνσχεθῶσιν. Καὶ τοῦτο γὰρ εἰδέναι ὀφείλετε, ὅτι μονογαμία μὲν κατὰ νόμον γινομένη δικαία, ὡς ἂν κατὰ γνώμην Θεοῦ ὑπάρχουσα, διγαμία δὲ μετὰ ἐπαγγελίαν παράνομον, οὐ διὰ τὴν συνάφειαν, ἀλλὰ διὰ τὸ ψεῦδος, τριγαμία δὲ ἀκρασίας
10σημεῖον, τὸ ὑπὲρ τὴν τριγαμίαν προφανὴς πορνεία καὶ ἀσέλγεια ἀναμφίβολος. Ὁ γὰρ Θεὸς μίαν γυναῖκα ἑνὶ ἀνδρὶ δέδωκεν ἐν τῇ δημιουργίᾳ· «Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν.» Νεωτέραις δὲ μετὰ τὴν τοῦ πρώτου τελευτὴν συγκεχωρήσθω καὶ ὁ δεύτερος, ἵνα μὴ εἰς κρίμα τοῦ διαβόλου
15ἐμπέσωσιν καὶ παγίδας πολλὰς καὶ ἐπιθυμίας ἀνοήτους καὶ ἐπιζημίους ψυχαῖς, αἵτινες κόλασιν προξενοῦσιν μᾶλλον, ἢ ἄνεσιν.

3

.

3

Αἱ δὲ ἀληθιναὶ χῆραί εἰσιν αἱ μόνανδροι ὑπάρξασαι, μαρτυρούμεναι ὑπὸ πολλῶν ἐν ἔργοις ἀγαθοῖς, χῆραι τῷ ὄντι, σώφρονες, ἁγναί, πισταί, εὐσεβεῖς, τεκνοτροφήσασαι καλῶς καὶ ξενοδοχήσασαι ἀμέμπτως, ὧν καὶ ἀντιλαμβά‐
5νεσθαι χρὴ ὡς Θεῷ ἀνακειμένων. Ἀλλὰ μὴν καὶ τῶν πενήτων, ὦ ἐπίσκοπε, μνημόνευε καὶ αὐτοῖς χεῖρα ὀρέγων ἐπικουρίας καὶ πρόνοιαν αὐτῶν ποιούμενος, ὡς Θεοῦ οἰκο‐ νόμος εὐκαίρως ἑκάστῳ διανέμων τὰ πρόσφορα, χήραις καὶ
ὀρφανοῖς καὶ ἀπεριστάτοις καὶ τοῖς ἐν θλίψει ἐξεταζομένοις.

3

.

4

Τί γὰρ εἴ τινες μή εἰσιν χῆραι ἢ χῆροι, βοηθείας δὲ χρῄζουσιν διὰ πενίαν ἢ διὰ νόσον ἢ διὰ τεκνοτροφίαν; Πάντας σε δεῖ ἐφορᾶν καὶ πάντων ἐπιμελεῖσθαι. Οἱ γὰρ τὰ δόματα διδόντες οὐκ αὐτοσχεδίως αὐτὰ διδόασιν ταῖς
5χήραις, ἀλλὰ συνεισφέρουσιν ἁπλῶς, ἑκούσια αὐτὰ ὀνομά‐ ζοντες, ὅπως σύ, ἐπιστάμενος τοὺς θλιβομένους, ἀκριβῶς ὡς ἀγαθὸς οἰκονόμος μερίζῃς αὐτοῖς ἐκ τοῦ δόματος· ὁ γὰρ θεὸς γινώσκει τὸν δεδωκότα, κἂν ἀπόντος αὐτοῦ ὑπὸ σοῦ τοῖς δεομένοις μερίζηται· καὶ αὐτὸς μὲν ἔχει τὸν τῆς
10εὐποιΐας μισθόν, σὺ δὲ τὸν τῆς εὐσυνειδήτου οἰκονομίας μακαρισμόν. Λέγε δὲ αὐτοῖς καί, τίς ὁ δεδωκώς, ἵνα καὶ ἐξ ὀνόματος ὑπὲρ αὐτοῦ προσεύχωνται. Χρὴ γὰρ εὖ ποιεῖν πάντας ἀνθρώπους, μὴ φιλοκρινοῦντα τοῦτον ὅστις ᾖ ἢ ἐκεῖνον· ὁ γὰρ Κύριός φησι· «Παντὶ τῷ αἰτοῦντί σε
15δίδου.» Δῆλον δὲ ὡς τῷ χρῄζοντι κατὰ ἀλήθειαν, κἂν φίλος ᾖ κἂν ἐχθρός, κἂν συγγενὴς κἂν ἀλλότριος, κἂν ἄγαμος κἂν γεγαμηκὼς ὑπάρχῃ. Ἐν πάσῃ γὰρ γραφῇ ὁ Κύριος περὶ τῶν πενήτων παραινεῖ, λέγων διὰ μὲν Ἡσαΐου· «Διάθρυπτε πεινῶντι
20τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ.» Καὶ διὰ τοῦ Δανιὴλ λέγει τῷ δυνάστῃ· «Διό, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ
25τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων.» Καὶ διὰ Σολο‐ μῶνός φησιν· «Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.» Καὶ διὰ τοῦ Δαυὶδ πάλιν λέγει· «Μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος.» Καὶ πάλιν· «Ἐσκόρπισεν, ἔδωκεν τοῖς
30πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.» Καὶ ὁ Σολομών φησιν· «Ὁ ἐλεῶν πτωχὸν Κυρίῳ δανείζει, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδοθήσεται αὐτῷ.» Καὶ ἑξῆς· «Ὃς φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι τοῦ πένητος, καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων αὐτοῦ.»

3

.

5

Ὑπαρχέτω δὲ πᾶσα χήρα πραεῖα, ἥσυχος, ἐπιεικής, ἄκακος, ἀόργητος, μὴ πολύλαλος, μὴ κραύγασος, μὴ πρό‐ γλωσσος, μὴ κατάλαλος, μὴ λεξίθηρος, μὴ δισσόλογος, μὴ φιλοπράγμων· βλέπουσά τι σκολιὸν ἢ καὶ ἀκούουσα γινό‐
5μενον, ἔστω ὡς μὴ βλέπουσα καὶ ὡς μὴ ἀκούουσα ὑπαρχέτω. Καὶ μηδὲν ἕτερον τῇ χήρᾳ μελέτω, εἰ μὴ τὸ προσεύχεσθαι ὑπὲρ τῶν διδόντων καὶ ὑπὲρ ὅλης τῆς Ἐκκλησίας. Ἐπε‐ ρωτωμένη δέ τι ὑπό τινος, μὴ ῥᾳδίως ἀποκρινέσθω, πλὴν ὅσα περὶ πίστεως καὶ δικαιοσύνης καὶ τῆς εἰς Θεὸν ἐλπίδος,
10ἀποστέλλουσα τοῖς ἡγουμένοις τοὺς θέλοντας κατηχεῖσθαι
τὰ τῆς εὐσεβείας δόγματα. Μόνα δὲ ἀποκρινέσθω τὰ περὶ ἀνατροπῆς πολυθέου πλάνης, ἀποδεικνύουσα τὸν περὶ μοναρχίας Θεοῦ λόγον· περὶ δὲ τῶν ἑξῆς προπετῶς τι μὴ ἀποκρινέσθω, ὅπως μή τι ἀμαθῶς φθεγξαμένη βλασφημίαν
15προστρίψῃ τῷ λόγῳ. Κόκκῳ γὰρ σινάπεως ἐοικέναι τὸν λόγον ὁ Κύριος ἐδογμάτισεν. Τοῦτο δὲ ἐστὶ διάπυρον, ᾧ ἐάν τις ἀπείρως χρήσηται, πικρὸν αὐτὸ εὑρήσει. Χρὴ γὰρ ἐν τοῖς μυστικοῖς μὴ προδότην εἶναι, ἀλλ’ ἀσφαλῆ· παραινεῖ γὰρ ἡμῖν ὁ
20Κύριος λέγων· «Μὴ βάλετε τοὺς μαργαρίτας ὑμῶν ἔμπρο‐ σθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.» Ἀκού‐ σαντες γὰρ οἱ ἄπιστοι τὸν περὶ Χριστοῦ λόγον οὐ δεόντως, ἀλλ’ ἐνδεῶς, καὶ μάλιστα τὸν περὶ ἐνσωματώσεως ἢ τοῦ
25πάθους αὐτοῦ, μυκτηρίσαντες χλευάσουσιν μᾶλλον ὡς ψευδῆ ἢ δοξάσουσιν, καὶ ἔνοχος ἔσται τῆς προπετείας ἡ πρεσβῦτις καὶ τῆς βλασφημίας καὶ τὸ οὐαὶ κληρονομήσει· «Οὐαὶ δέ,
φησίν, δι’ οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.»

3

.

6

Οὐκ ἐπιτρέπομεν οὖν γυναῖκας διδάσκειν ἐν Ἐκκλη‐ σίᾳ, ἀλλὰ μόνον προσεύχεσθαι καὶ τῶν διδασκάλων ἐπα‐ κούειν. Καὶ γὰρ καὶ αὐτὸς ὁ διδάσκαλος ἡμῶν καὶ Κύριος Ἰησοῦς ὁ Χριστὸς ἡμᾶς τοὺς δώδεκα πέμψας μαθητεῦσαι
5τὸν λαὸν καὶ τὰ ἔθνη, γυναῖκας οὐδαμοῦ ἐξαπέστειλεν εἰς τὸ κήρυγμα, καίτοι οὐκ ἀπορῶν· συνῆν γὰρ ἡμῖν ἥ τε μήτηρ τοῦ Κυρίου καὶ αἱ ἀδελφαὶ αὐτοῦ, ἔτι δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου καὶ Μάρθα καὶ Μαρία αἱ ἀδελφαὶ Λαζάρου καὶ Σαλώμη καὶ ἕτεραί τινες. Εἰ γὰρ
10ἦν ἀναγκαῖον γυναιξὶν διδάσκειν, αὐτὸς ἂν ἐκέλευσε πρῶτος καὶ ταύταις σὺν ἡμῖν κατηχεῖν τὸν λαόν· εἰ γὰρ κεφαλὴ γυναικὸς ὁ ἀνήρ, οὐκ ἔστιν δίκαιον τὸ λοιπὸν σῶμα τῆς κεφαλῆς ἐξάρχειν. Γνωριζέτω οὖν ἡ χήρα, ὅτι θυσιαστή‐ ριόν ἐστι Θεοῦ, καὶ καθήσθω ἐν τῇ οἰκίᾳ αὐτῆς, μὴ μετά
15τινος προφάσεως ἐν ταῖς τῶν πιστῶν οἰκίαις ἐπὶ τῷ λαμβά‐ νειν εἰσπορευομένη· οὐδὲ γάρ ποτε τὸ θυσιαστήριον τοῦ Θεοῦ περιτρέχει, ἀλλ’ ἐν ἑνὶ τόπῳ ἵδρυται. Ὑπαρχέτω οὖν καὶ ἡ παρθένος καὶ ἡ χήρα μὴ περιτροχᾶς ἢ ῥεμβομένη κατὰ τὰς τῶν ἀλλοτρίων οἰκίας· ὅτι αἱ ῥεμβοὶ καὶ ἀναιδεῖς
20καὶ αἱ τοιαῦται οὐχ ἡσυχάζουσιν τοὺς πόδας ἐν ἑνὶ τόπῳ διὰ τὸ μὴ χήρας, ἀλλὰ πήρας αὐτὰς ὑπάρχειν, ἑτοίμους εἰς τὸ λαμβάνειν, φλυάρους, καταλάλους, μαχοσυμβούλους, ἀναι‐ δεῖς, ἀναισχύντους· αἵτινες τοιαῦται ὑπάρχουσαι οὐκ ἄξιαι τοῦ καλέσαντος τυγχάνουσιν. Οὐ γὰρ ἐπὶ τὸ κοινὸν τῆς
25συναγωγῆς ἀνάπαυμα ἐν τῇ κυριακῇ καταντῶσιν ὡς οἱ ἐγρηγορότες, ἀλλ’ ἢ νυστάζουσιν ἢ φλυαροῦσιν ἢ αἰτοῦσιν ἢ ἑτέρους αἰχμαλωτίζουσιν προσάγοντες τῷ πονηρῷ, οὐκ ἐῶντες νήφειν αὐτοὺς ἐν Κυρίῳ, ἀλλὰ παρασκευάζοντες αὐτοὺς τοιούτους ἐξιέναι, οἷοι καὶ εἰσίασιν, διάκενοι διὰ τὸ
30μὴ ἀκούειν τῶν διδασκόντων ἢ τῶν ἀναγινωσκόντων τὸν τοῦ Κυρίου λόγον· περὶ γὰρ τῶν τοιούτων καὶ Ἡσαΐας ὁ προφήτης λέγει· «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου.»

3

.

7

Τὸν αὐτὸν οὖν τρόπον καὶ τῶν τοιούτων χηρῶν ἐκλείσθη τὰ ὦτα τῆς καρδίας εἰς τὸ μὴ καθεζομένας ἔνδον ἐν ταῖς στέγαις αὐτῶν προσλαλεῖν τῷ Κυρίῳ, ἀλλὰ περι‐ τρεχούσας ἐν ἐπινοίᾳ πορισμοῦ διὰ τῶν φλυαριῶν τὰ τοῦ
5ἀντικειμένου ἐπιθυμήματα πράσσειν. Αἱ τοιαῦται οὖν χῆραι οὐ προσήρτηνται τῷ θυσιαστηρίῳ τοῦ Χριστοῦ.
Εἰσὶ γὰρ ἔνιαι χῆραι ἐργασίαν ἡγούμεναι τὸ πρᾶγμα, καὶ ἐξ ὧν ἀναισχύντως αἰτοῦσιν καὶ ἀπλήστως λαμβάνουσιν, ἤδη καὶ ὀκνηροτέρους τοὺς πολλοὺς πρὸς τὸ διδόναι κατέ‐
10στησαν· δέον γὰρ ἀρκεῖσθαι αὐτὰς τοῖς ἐκκλησιαστικοῖς διὰ μετριότητα γνώμης, ἐκ τῶν ἐναντίων ἐμπεριτρέχουσαι τοὺς τῶν πλουσίων οἴκους διασείουσιν, εὐπορίαν χρημάτων ἑαυταῖς ἐπισωρεύουσιν καὶ ἐπὶ πικροῖς τόκοις δανείζουσιν καὶ μόνου τοῦ μαμωνᾶ φροντίζουσιν, ὧν ὁ Θεὸς τὸ βαλλάν‐
15τιον, αἳ τὸ φαγεῖν καὶ τὸ πιεῖν προκρίνουσιν πάσης ἀρετῆς λέγουσαι· «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκο‐ μεν.» Αἳ ὡς ἑστῶτα ταῦτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα. Ἡ γὰρ ἠσκηκυῖα περὶ τὸ χρηματολογεῖν ἀντὶ τοῦ Θεοῦ λατρεύει τῷ μαμωνᾷ, τοῦτ’ ἔστιν δουλεύει τῷ κέρδει,
20τῷ δὲ Θεῷ εὐάρεστος εἶναι οὐ δύναται οὐδὲ ταῖς λατρείαις αὐτοῦ ὑπήκοος, συνεχῶς οὐ δυναμένη ἐντυγχάνειν αὐτῷ, ἐπὶ τὸ ἀργυρολογεῖν τὸν νοῦν καὶ τὴν διάθεσιν ἔχουσα, ἐπείπερ ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία αὐτῆς. Ἐν νῷ γὰρ διαλαμβάνει, ποῦ πορευθῇ λήμματος χάριν, ἢ ὅτι
25ἡ δεῖνα ἡ φίλη αὐτῆς ἐπιλέλησται καὶ λόγον τινὰ ταύτῃ προσενεγκεῖν ὀφείλει· ἡ δὲ τοιαῦτα λογιζομένη οὐκέτι τῇ προσευχῇ προσέξει, ἀλλὰ τῇ ἐμπιπτούσῃ ἐννοίᾳ. Διὸ κἄν ποτε θελήσῃ προσεύξασθαι ὑπέρ τινος, οὐκ εἰσακουσθήσεται· οὐ γὰρ ἐξ ὅλης καρδίας προσφέρει τὴν δέησιν τῷ Κυρίῳ,
30ἀλλὰ μεμερισμένῃ διανοίᾳ. Ἡ δὲ Θεῷ βουλομένη προσα‐ νέχειν καθημένη ἔνδον φρονεῖ τὰ τοῦ Κυρίου, νυκτὸς καὶ
ἡμέρας ἀκαταπαύστῳ στόματι δέησιν προσφέρουσα εἰλικρινῆ. Ὥσπερ οὖν καὶ ἡ σοφωτάτη Ἰουδίθ, μαρτυρουμένη ἐπὶ σωφροσύνῃ, νυκτὸς καὶ ἡμέρας ἐδέετο τοῦ Θεοῦ ὑπὲρ τοῦ
35Ἰσραήλ, οὕτως οὖν καὶ ἡ ὁμοία αὐτῇ χήρα ἔντευξιν ἀκατά‐ παυστον ὑπὲρ τῆς Ἐκκλησίας προσοίσει τῷ Θεῷ, καὶ εἰσακούσεται αὐτῆς διὰ τὸ τὴν διάνοιαν αὐτῆς πρὸς μόνῳ τούτῳ ἠρτῆσθαι καὶ μήτε πρὸς ἀπληστίαν μήτε πρὸς ἐπιθυμίαν πολυδάπανον ἐκκεῖσθαι· ὅ τε ὀφθαλμὸς αὐτῆς
40ἁγνὸς καὶ ἡ ἀκοὴ καθαρὰ καὶ αἱ χεῖρες ἀμόλυντοι καὶ οἱ πόδες ἥσυχοι καὶ τὸ στόμα οὔτε πρὸς λαιμαργίαν οὔτε πρὸς φλυαρίαν ἕτοιμον, ἀλλὰ λαλοῦν μὲν τὰ δέοντα, μετα‐ λαμβάνον δὲ ὧν προσῆκεν διὰ μόνην τὴν σύστασιν· οὕτως οὖν σεμνὴ καὶ ἀτάραχος ὑπάρχουσα εὐάρεστος ἔσται τῷ
45Θεῷ, καὶ ἅμα τῷ αἰτήσασθαι αὐτήν τι προφθάσει αὐτὴν ἡ δόσις· «Ἔτι γάρ σου λαλοῦντος, φησίν, ἐρῶ· ἰδοὺ πάρειμι.» Τοιαύτη δὲ οὖσα ὑπαρχέτω ἀφιλάργυρος, ἄτυφος, μὴ αἰσχροκερδής, μὴ ἄπληστος, μὴ λίχνη· ἀλλ’ ἐγκρατής,

3

.

7

(50)

πραεῖα, ἀτάραχος, εὐλαβής, αἰδήμων, καθημένη ἐν τῇ οἰκίᾳ αὐτῆς ψάλλουσα, προσευχομένη, ἀναγινώσκουσα, ἀγρυ‐ πνοῦσα, νηστεύουσα, Θεῷ πάντοτε προσομιλοῦσα ᾠδαῖς καὶ ὕμνοις πνευματικοῖς. Ἔριά τε ἐκλαμβάνουσα ἑτέροις μᾶλλον ἐπιχορηγείτω, ἤπερ αὐτή τινος δεέσθω, μιμνησκο‐
55μένη τῆς ἐν τῷ Εὐαγγελίῳ μεμαρτυρημένης ὑπὸ τοῦ Κυρίου χήρας, ἤτις ἐλθοῦσα ἐν τῷ ἱερῷ ἔβαλεν εἰς τὸ γαζοφυλάκιον
τὰ δύο λεπτά, ὅπερ ἐστὶ κοδράντης· καὶ θεασάμενος αὐτὴν ὁ καρδιογνώστης Χριστὸς ὁ Κύριος ἡμῶν καὶ διδάσκαλος εἶπεν· «Ἀμὴν λέγω ὑμῖν, ὅτι αὕτη ἡ χήρα πλεῖον πάντων
60ἔβαλεν εἰς τὸ γαζοφυλάκιον, ὅτι οἱ πάντες ἐκ τοῦ περισσεύ‐ ματος αὐτῶν ἔβαλον, αὕτη δὲ ὅλον τὸν βίον αὐτῆς, ὃν εἶχεν ἔβαλεν.»

3

.

8

Σεμνὰς οὖν δεῖ εἶναι τὰς χήρας, πειθομένας τοῖς ἐπισκόποις καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις, ἔτι μὴν καὶ ταῖς διακόνοις, εὐλαβουμένας, ἐντρεπομένας, φοβου‐ μένας, μὴ κατεξουσιαζούσας μηδὲ παρὰ τὴν διαταγήν τι
5ποιεῖν θελούσας δίχα γνώμης τοῦ διακόνου, οἷον τὸ πρός τινα ἀπελθεῖν θελούσας ἐπὶ τὸ φαγεῖν παρ’ αὐτῷ ἢ πιεῖν ἢ λαβεῖν τι παρά τινος. Εἰ δὲ μὴ κελευσθεῖσα ποιήσει ἕν τι τῶν τοιούτων, ἐπιτιμάσθω νηστείᾳ ἢ ἀφορισμῷ ὡς προ‐ πετής. Τί γὰρ ἐπίσταται, ὁποία τίς ἐστιν, παρ’ ἧς
10λαμβάνει, ἢ ἐκ ποταπῆς διακονίας παραβάλλει τὴν τροφήν; Πότερον ἐξ ἁρπαγῆς ἢ ἑτέρας τινὸς οὐ καλῆς ἀγωγῆς; Οὐκ ἐπισταμένη ἡ χήρα, ὅτι ὑπὲρ ἑνὸς ἑκάστου τούτων δώσει λόγον τῷ Θεῷ δεχομένη ἀναξίως Θεοῦ. Οὔτε γὰρ
οἱ ἱερεῖς τοιαύτης ἑκουσιασμὸν δέξονταί ποτε οἷον ἅρπαγος
15ἢ πόρνης· γέγραπται γάρ· «Οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου.» Καί· «Οὐ προσοίσεις μίσθωμα πόρνης Κυρίῳ τῷ Θεῷ.» Οὐ δεῖ οὖν δέχεσθαι παρὰ τῶν τοιούτων οὔτε μὴν παρὰ ἀφωρισμένων. Γινέσθωσαν τοίνυν αἱ χῆραι ἕτοιμοι πρὸς ὑπακοὴν τῶν ἐντεταλμένων αὐταῖς ὑπὸ τῶν
20κρειττόνων, καὶ κατὰ τὴν διάταξιν τοῦ ἐπισκόπου ποιείτωσαν ὡς Θεῷ ὑπακούουσαι. Ὁ γὰρ ἀπὸ τοιούτου ἐπιρρήτου ἢ ἀποσυναγώγου δεχόμενος καὶ ὑπὲρ τούτου προσευχόμενος, ἐμμένειν τοῖς κακοῖς προαιρουμένου καὶ μὴ θέλοντος μεταμε‐ ληθῆναί ποτε, κοινωνεῖ τούτῳ τῇ προσευχῇ καὶ λυπεῖ
25Χριστὸν τὸν τοὺς ἀδίκους ἀποστρεφόμενον, καὶ οἰκοδομεῖ αὐτοὺς διὰ τῆς ἀναξίου δόσεως καὶ συμμολύνεται αὐτοῖς, μὴ ἀφίων αὐτοὺς εἰς μετάνοιαν ἐλθεῖν, ὥστε προσκλαῦσαι καὶ δεηθῆναι τοῦ Θεοῦ.

3

.

9

Περὶ δὲ τοῦ γυναῖκας βαπτίζειν γνωρίζομεν ὑμῖν, ὅτι κίνδυνος οὐ μικρὸς ταῖς τοῦτο ἐπιχειρούσαις· διὸ οὐ συμβουλεύομεν· ἐπισφαλὲς γάρ, μᾶλλον δὲ παράνομον καὶ
ἀσεβές. Εἰ γὰρ κεφαλὴ γυναικὸς ὁ ἀνήρ, οὗτος δὲ προ‐
5χειρίζεται εἰς ἱερωσύνην, οὐ δίκαιον ἀθετῆσαι τὴν δημιουργίαν καὶ καταλιπόντα τὴν ἀρχὴν ἐπὶ τὸ ἔσχατον ἐλθεῖν σῶμα· γυνὴ γὰρ σῶμα ἀνδρὸς ἐκ πλευρᾶς ὂν καὶ ὑποκείμενον ἐκείνῳ, ἐξ οὗπερ καὶ διῃρέθη εἰς παίδων γένεσιν. «Αὐτὸς γάρ σου, φησίν, κυριεύσει.» Ἀρχὴ γὰρ γυναικὸς ἀνήρ,
10ἐπειδὴ καὶ κεφαλή. Εἰ δὲ ἐν τοῖς προλαβοῦσιν διδάσκειν αὐταῖς οὐκ ἐπιτρέπομεν, πῶς ἱερατεῦσαι ταύταις παρὰ φύσιν τις συγχωρήσει; τοῦτο γὰρ τῆς τῶν Ἑλλήνων ἀθεότητος τὸ ἀγνόημα θηλείαις θεαῖς ἱερείας χειροτονεῖν, ἀλλ’ οὐ τῆς τοῦ Χριστοῦ διατάξεως. Εἰ δὲ καὶ ἔδει ὑπὸ γυναικῶν
15βαπτίζεσθαι, πάντως ἂν καὶ ὁ Κύριος ὑπὸ τῆς ἰδίας μητρὸς ἐβαπτίζετο καὶ οὐχ ὑπὸ Ἰωάννου, ἢ καὶ ἡμᾶς ἀποστέλλων ἐπὶ τὸ βαπτίζειν συναπέστειλεν ἂν ἡμῖν καὶ γυναῖκας ἐπὶ τούτῳ· νῦν δὲ οὐδαμοῦ οὔτε προσέταξεν οὔτε ἐγγράφως παρέδωκεν, εἰδὼς καὶ τὴν ἀκολουθίαν τῆς φύσεως καὶ τὴν
20εὐπρέπειαν τοῦ πράγματος, ὡς καὶ τῆς φύσεως δημιουργὸς καὶ τῆς διατάξεως νομοθέτης.

3

.

10

Ἀλλ’ οὔτε λαϊκοῖς ἐπιτρέπομεν ποιεῖν τι τῶν ἱερα‐ τικῶν ἔργων, οἷον θυσίαν ἢ βάπτισμα ἢ χειροθεσίαν ἢ εὐλογίαν μικρὰν ἢ μεγάλην. «Οὐχ ἑαυτῷ γάρ τις
λαμβάνει τὴν τιμήν, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ.»
5Διὰ γὰρ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ ἐπισκόπου δίδοται ἡ τοιαύτη ἀξία. Ὁ δὲ μὴ ἐγχειρισθεὶς ταύτην, ἀλλ’ ἁρπά‐ σας αὐτὴν ἑαυτῷ, τὴν τιμωρίαν τοῦ Ὀζία ὑποστήσεται.

3

.

11

Ἀλλ’ οὔτε τοῖς λοιποῖς κληρικοῖς ἐπιτρέπομεν βαπτίζειν, οἷον ἀναγνώσταις ἢ ψάλταις ἢ πυλωροῖς ἢ ὑπηρέταις, ἀλλ’ ἢ μόνοις ἐπισκόποις καὶ πρεσβυτέροις, ἐξυπηρετουμένων αὐτοῖς τῶν διακόνων. Οἱ δὲ τολμῶντες
5τοῦτο τῶν Κορειτῶν ὑποίσουσι τὴν δίκην. Οὐκ ἐπιτρέ‐ πομεν δὲ πρεσβυτέροις χειροτονεῖν διακόνους ἢ διακονίσσας ἢ ἀναγνώστας ἢ ὑπηρέτας ἢ ᾠδοὺς ἢ πυλωρούς, ἀλλὰ μόνοις τοῖς ἐπισκόποις· αὕτη γάρ ἐστι τάξις ἐκκλησιαστικὴ καὶ ἁρμονία.

3

.

12

Περὶ δὲ φθόνου ἢ ζήλου ἢ καταλαλιᾶς ἢ ἔριδος ἢ φιλονεικίας προείρηται ὑμῖν, ὅτι ταῦτα Χριστιανοῦ ἀλλότρια, καὶ μάλιστα ἐπὶ χηρῶν. Ἐπειδὴ δὲ ὁ ἐνεργῶν διάβολος πολύτροπος καὶ πολυποικίλος ὑπάρχων εἰς τὰς μὴ χήρας
5ἐμπομπεύει, ὡς καί ποτε εἰς τὸν Καΐν· ἔνιαι γὰρ λέγουσιν εἶναι χῆραι, τὰ δὲ τῆς χηρείας ἄξια παραγγέλματα οὐ ποιοῦσιν, ὡς οὐδὲ ὁ Καῒν τὰ ἀδελφικὰ δικαιώματα· ἀγνοοῦσιν
γάρ, ὡς οὐ τὸ ὄνομα τῆς χηρείας εἰς βασιλείαν αὐτὰς εἰσάξει, ἀλλ’ ἡ ἀληθὴς πίστις καὶ τὰ ὅσια ἔργα· εἰ δέ τις τὸ μὲν
10ὄνομα τῆς χηρείας κέκτηται, ἐπιτελεῖ δὲ τὰ τοῦ ἀντικειμένου ἐπιτηδεύματα, ἡ μὲν χηρεία αὐτῆς οὐ λογισθήσεται, ἐξω‐ σθεῖσα δὲ τῆς βασιλείας αἰωνίᾳ κολάσει παραδοθήσεται. Ἀκούομεν γάρ τινας χήρας ζηλοτύπους, φθονεράς, διαβό‐ λους, βασκαινούσας ταῖς ἑτέρων ἀνέσεσιν· αἱ δὲ τοιαῦται
15οὐκ εἰσὶν τοῦ Χριστοῦ οὐδὲ τῆς ἐκείνου διδασκαλίας μαθήτριαι. Δέον γὰρ αὐτάς, ἐνδυθείσης αὐτῶν συγχήρας ὑπό τινος ἢ λαβούσης ἀργύρια ἢ τροφὴν ἢ πόμα ἢ ὑπόδεσιν, θεασαμένας τὴν ἀδελφὴν αὐτῶν ἀναψύξασαν εἰπεῖν·

3

.

13

Εὐλογητὸς ὁ Θεὸς ὁ ἀναψύξας μου τὴν συγχήραν· εὐλόγησον, Κύριε, καὶ δόξασον τὸν διακονήσαντα αὐτῇ, καὶ τὸ ἔργον αὐτοῦ ἀναβαίη ἐν ἀληθείᾳ πρὸς σέ, καὶ μνησθήσῃ αὐτοῦ εἰς ἀγαθὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς αὐτοῦ· καὶ τὸν
5ἐπίσκοπόν μου τὸν καλῶς σοι λειτουργήσαντα καὶ διδάξαντα εὔκαιρον ἐλεημοσύνην γυμνῇ οὔσῃ τῇ συγγήρῳ μου γενέσθαι, προσθείης αὐτῷ δόξαν καὶ δώῃς αὐτῷ στέφανον καυχήσεως ἐν ἡμέρᾳ ἀποκαλύψεως ἐπισκοπῆς σου. Ὁμοίως καὶ ἡ λαβοῦσα χήρα τὸ ἔλεος συμπροσευχέσθω τῷ διδόντι αὐτῇ
10τὴν διακονίαν.

3

.

14

Ἡ μέντοι εὖ ποιοῦσα ἀποκρυψάτω τὸ οἰκεῖον ὄνομα ὡς σοφή, μὴ σαλπίζουσα ἔμπροσθεν αὐτῆς, ἵνα γένη‐ ται ἡ ἐλεημοσύνη ἐν κρυπτῷ πρὸς Θεόν, καθώς φησιν ὁ Κύριος, ὅτι· «Σοῦ δὲ ποιοῦντος τὴν ἐλεημοσύνην, μὴ γνώτω
5ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ὅπως ᾖ σου ἡ ἐλεημο‐ σύνη ἐν τῷ κρυπτῷ.» Καὶ ἡ χήρα προσευχέσθω ὑπὲρ τοῦ δεδωκότος, ὅστις ποτ’ ἂν ᾖ, ἅγιον θυσιαστήριον Θεοῦ ὑπάρχουσα, καὶ ὁ πατὴρ ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει τῷ εὖ ποιήσαντι ἐν τῷ φανερῷ.
10 Ἀλλ’ αἱ μὴ κατ’ ἐντολὴν Θεοῦ ζῆν θέλουσαι χῆραι φροντίζουσιν πολυπευστεῖν, τίς ἡ διακονησαμένη καὶ τίνες αἱ λαβοῦσαι, καὶ μαθοῦσα ἐπιμέμφεται τῇ διακονησαμένῃ λέγουσα, ὅτι οὐκ ᾔδεις, ὅτι ἐγώ σοι μᾶλλον ἐγγυτέρα παρ’ ἐκείνην ὑπῆρχον καὶ μᾶλλον παρ’ ἐκείνην θλιβομένη; Διὰ
15τί οὖν προετίμησας ἐκείνην ἐμοῦ; Ταῦτα δὲ λέγει ἄφρων ὑπάρχουσα, οὐ νοοῦσα, ὅτι οὐκ ἀνθρώπου τοῦτο θέλημα γέγονεν, ἀλλὰ Θεοῦ πρόσταγμα. Εἰ γὰρ μαρτυρεῖ αὕτη, ὅτι ἐγγυτέρα ὑπῆρχεν καὶ ἐν πλείονι ἐνδείᾳ ἐξητάζετο καὶ μᾶλλον αὐτὴ γυμνὴ ἢ ἐκείνη, ὀφείλει νοεῖν τὸν διαταξά‐
20μενον καὶ ἀποσιγήσασα καὶ μὴ μεμψαμένη τὴν διακονήσασαν, εἰσελθοῦσα εἰς οἶκον ἑαυτῆς καὶ ἐπὶ πρόσωπον ἑαυτὴν
βαλοῦσα ἱκετεῦσαι τὸν Θεὸν ἀφεθῆναι αὐτῇ τὸ πλημμέλημα. Ὁ γὰρ Θεὸς ἐνετείλατο τῇ εὖ ποιούσῃ μὴ τραγῳδεῖν τὴν εὐποιΐαν, ἡ δὲ ἐμέμφετο, ὅτι μὴ ἐκήρυξεν αὐτῆς τὸ
25ὄνομα, ἵνα καὶ αὐτὴ μαθοῦσα δράμῃ εἰς τὸ λαβεῖν· καὶ οὐ μόνον ἐμέμφετο, ἀλλά γε καὶ κατηρᾶτο αὐτῇ, ἐπιλαθομένη τοῦ εἰπόντος· «Ὁ εὐλογῶν σε εὐλογημένος, καὶ ὁ καταρώ‐ μενός σε κεκατήραται.» Λέγει δὲ ὁ Κύριος· «Ὅταν εἰσέρχησθε εἰς οἶκον, λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ, καὶ
30ἐὰν μὲν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐπαναπαύσεται ἐπ’ αὐτόν· ἐὰν δὲ μὴ ᾖ ἄξιος, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστρέφει.»

3

.

15

Εἰ οὖν ἡ εἰρήνη ἐπὶ τοὺς πέμψαντας αὐτὴν ἐπ’ ἐκεί‐ νους πάλιν ἐπιστρέφει ἐπὶ τοὺς προηκαμένους αὐτὴν διὰ τὸ μὴ εὑρεῖν ἀξίους αὐτῆς, πολλῷ μᾶλλον ἡ κατάρα ἐπιστρέψει εἰς κεφαλὴν τοῦ ἀδίκως αὐτὴν ἐκπέμψαντος, ὡς οὐκ ἀξίου
5ὄντος τοῦ λαβεῖν αὐτὴν ἐκείνου, πρὸς ὅνπερ ἐξαπεστάλη. Πᾶς γὰρ ὁ μάτην λοιδορῶν ἑαυτὸν ἀρᾶται, καθά φησιν ὁ Σολομών· «Ὥσπερ ὄρνεα πέτονται καὶ στρουθοί, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται ἐπ’ οὐδενί.» Καὶ πάλιν λέγει· «Οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν.»
10Ὥσπερ δὲ ἡ μέλισσα ἐν τῇ δυνάμει αὐτῆς ἀσθενὴς οὖσα, ἐπὰν πλήξῃ τινά, τὸ κέντρον ἀποβάλλει καὶ γίνεται στείρα, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς, ὃ ἐὰν ποιήσητε ἄδικον εἰς
ἑτέρους, τοῦτο εἰς ἑαυτοὺς ἐνεργήσετε. «Λάκκον γὰρ ὤρυξεν καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργά‐
15σατο.» Καὶ πάλιν· «Ὁ ὀρύσσων βόθρον τῷ πλησίον αὐτοῦ ἐμπεσεῖται εἰς αὐτόν.» Οὐκοῦν ὁ φεύγων κατάραν ἕτερον μὴ καταράσθω. «Ὃ γὰρ μισεῖς σοὶ γενέσθαι, οὐδὲ ἄλλῳ ποιήσεις.» Διὸ νουθετεῖτε τὰς ἀπειθεῖς, ἐπιπλήσσετε ταῖς ἀναισχύντοις, παρακαλεῖτε τὰς ὀλιγοψυχούσας, ἰσχυρο‐
20ποιεῖτε τὰς ἀσθενούσας, ἐπαινεῖτε τὰς ἐν ὁσιότητι ὁδευούσας· εὐλογείτωσαν μᾶλλον καὶ μὴ λοιδορείτωσαν, εἰρηνοποιείτω‐ σαν καὶ μὴ πόλεμον ἐμποιείτωσαν. Μήτε οὖν ἐπίσκοπος μήτε πρεσβύτερος μήτε διάκονος μήτε ἄλλος τις ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ λοιδορίᾳ τὴν γλῶσσαν μολυνέτω,
25ἵνα μὴ ἀντὶ εὐλογίας κατάραν κληρονομήσῃ. Ἔστω δὲ σπουδὴ καὶ ἐπιμέλεια τῷ ἐπισκόπῳ, ὅπως μηδὲ λαϊκὸς κατάραν ἐκφέρῃ· περὶ πάντων γὰρ μέλειν αὐτῷ ὀφείλει, περὶ κληρικῶν, περὶ παρθένων, περὶ χηρῶν, περὶ λαϊκῶν.

3

.

16

Διὰ τοῦτο, ὦ ἐπίσκοπε, τοὺς συνεργούς σου τῆς ζωῆς καὶ τῆς δικαιοσύνης ἐργάτας διακόνους εὐαρέστους Θεῷ προχειρίζου, οὓς ἐκ παντὸς τοῦ λαοῦ δοκιμάζεις εἶναι ἀξίους καὶ εἰς τὰς τῆς διακονίας χρείας εὐσκύλτους. Προχεί‐
5ρισαι δὲ καὶ διάκονον πιστὴν καὶ ἁγίαν εἰς τὰς τῶν γυναικῶν ὑπηρεσίας. Ἔστι γάρ, ὁπόταν ἔν τισιν οἰκίαις ἄνδρα διάκονον γυναιξὶν οὐ δύνασαι πέμπειν διὰ τοὺς ἀπίστους· ἀποστελεῖς οὖν γυναῖκα διάκονον διὰ τὰς τῶν φαύλων διανοίας. Καὶ γὰρ εἰς πολλὰς χρείας γυναικὸς χρῄζομεν διακόνου. Καὶ
10πρῶτον μὲν ἐν τῷ φωτίζεσθαι γυναῖκας ὁ διάκονος χρίσει μὲν μόνον τὸ μέτωπον αὐτῶν τῷ ἁγίῳ ἐλαίῳ, καὶ μετὰ τοῦτον δὲ ἡ διάκονος ἀλείψει αὐτάς· οὐ γὰρ ἀνάγκη τὰς γυναῖκας ὑπὸ ἀνδρῶν κατοπτεύεσθαι. Ἀλλὰ μόνον ἐν τῇ χειροθεσίᾳ τὴν κεφαλὴν αὐτῆς χρίσει
15ὁ ἐπίσκοπος, ὃν τρόπον οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς τὸ πρότερον ἐχρίοντο· οὐχ ὅτι καὶ οἱ νῦν βαπτιζόμενοι ἱερεῖς χειροτονοῦν‐ ται, ἀλλ’ ὡς ἀπὸ τοῦ Χριστοῦ χριστιανοί, βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον, Ἐκκλησία Θεοῦ, στῦλος καὶ ἑδραίωμα τοῦ νυμφῶνος, οἵ ποτε οὐ λαός, νῦν δὲ ἠγαπημένοι καὶ ἐκλεκτοί.
20Σὺ οὖν, ὦ ἐπίσκοπε, ἐκείνῳ τῷ τύπῳ χρίσεις τὴν κεφαλὴν τῶν βαπτιζομένων, εἴτε ἀνδρῶν εἴτε γυναικῶν, τῷ ἁγίῳ ἐλαίῳ εἰς τύπον τοῦ πνευματικοῦ βαπτίσματος· ἔπειτα ἢ σὺ ὁ ἐπίσκοπος ἢ ὁ ὑπὸ σὲ πρεσβύτερος τὴν ἱερὰν ἐπ’ αὐτοῖς εἰπὼν καὶ ἐπονομάσας ἐπίκλησιν Πατρὸς καὶ Υἱοῦ καὶ
25ἁγίου Πνεύματος βαπτίσεις αὐτοὺς ἐν τῷ ὕδατι· καὶ τὸν
μὲν ἄνδρα ὑποδεχέσθω ὁ διάκονος, τὴν δὲ γυναῖκα ἡ διάκονος, ὅπως σεμνοπρεπῶς ἡ μετάδοσις τῆς ἀθραύστου σφραγῖδος γένηται· καὶ μετὰ τοῦτο ὁ ἐπίσκοπος χριέτω τοὺς βαπτι‐ σθέντας τῷ μύρῳ.

3

.

17

Ἔστι τοίνυν τὸ μὲν βάπτισμα εἰς τὸν θάνατον τοῦ Υἱοῦ διδόμενον, τὸ δὲ ὕδωρ ἀντὶ ταφῆς, τὸ ἔλαιον ἀντὶ Πνεύματος ἁγίου, ἡ σφραγὶς ἀντὶ τοῦ σταυροῦ, τὸ μύρον βεβαίωσις τῆς ὁμολογίας. Τοῦ Πατρὸς ἡ μνήμη ὡς
5αἰτίου καὶ ἀποστολέως, τοῦ Πνεύματος ἡ συμπαράληψις ὡς μάρτυρος. Ἡ κατάδυσις τὸ συναποθανεῖν, ἡ ἀνάδυσις τὸ συναναστῆναι. Πατὴρ ὁ ἐπὶ πάντων Θεός, Χριστὸς ὁ μονογενὴς Θεός, ὁ ἀγαπητὸς Υἱός, ὁ τῆς δόξης Κύριος, Πνεῦμα ἅγιον ὁ παράκλητος τὸ ὑπὸ Χριστοῦ πεμπόμενον
10καὶ ὑπ’ ἐκείνου διδασκόμενον καὶ ἐκεῖνον κηρύττον.

3

.

18

Ὁ δὲ βαπτιζόμενος ὑπαρχέτω ἀλλότριος ἀσεβείας πάσης, ἀνενέργητος πρὸς ἁμαρτίαν, φίλος Θεοῦ, ἐχθρὸς διαβόλου, κληρονόμος Πατρός, συγκληρονόμος δὲ τοῦ Υἱοῦ αὐτοῦ, ἀποτεταγμένος τῷ σατανᾷ καὶ τοῖς δαίμοσιν καὶ
5ταῖς ἀπάταις αὐτοῦ, ἁγνός, καθαρός, ὅσιος, θεοφιλής, υἱὸς τοῦ Θεοῦ, προσευχόμενος ὡς υἱὸς πατρὶ καὶ λέγων ὡς ἀπὸ κοινοῦ τοῦ τῶν πιστῶν συναθροίσματος οὕτως· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ
10καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας·
15ἀμήν.

3

.

19

Ἔστωσαν δὲ καὶ οἱ διάκονοι ἐν πᾶσιν ἄμωμοι ὡς καὶ ὁ ἐπίσκοπος, μόνον δὲ εὐσκυλτότεροι, ἀνάλογοι πρὸς τὸ πλῆθος τῆς Ἐκκλησίας, ἵνα καὶ τοῖς ἀδυνάτοις ὑπηρετεῖσθαι δύνωνται ὡς ἐργάται ἀνεπαίσχυντοι· καὶ ἡ μὲν γυνὴ τὰς
5γυναῖκας σπουδάζουσα θεραπεύειν, ἀμφότεροι δὲ τὰ πρὸς ἀγγελίαν, ἐκδημίαν, ὑπηρεσίαν, δουλείαν, ὡς καὶ περὶ τοῦ Κυρίου Ἡσαΐας ἔλεγεν φάσκων· «Δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς.» Ἕκαστος οὖν τὸν ἴδιον γνωριζέτω τόπον καὶ ἐκτελείτω αὐτὸν σπουδαίως, ὁμοφρόνως, ὁμοψύ‐
10χως, γινώσκοντες τὸν τῆς διακονίας μισθόν. Ἔστωσαν δὲ καὶ ἀνεπαίσχυντοι εἰς τὸ ὑπηρετεῖσθαι τοῖς δεομένοις, ὡς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐκ ἦλθεν διακονη‐ θῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· οὕτως οὖν καὶ αὐτοὺς δεῖ ποιεῖν. Κἂν δέῃ
15ψυχὴν ὑπὲρ ἀδελφοῦ ἀποθέσθαι, μὴ διστάσωσιν· οὐδὲ γὰρ ὁ Σωτὴρ ἡμῶν καὶ Κύριος Ἰησοῦς ὁ Χριστὸς ἐδίστασεν τὴν
ψυχὴν αὐτοῦ θείς, ὡς αὐτὸς ἔφη, ὑπὲρ τῶν φίλων αὐτοῦ. Εἰ οὖν ὁ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς πάντα ὑπέ‐ μεινεν δι’ ἡμᾶς, πῶς ἂν ὑμεῖς διακονῆσαι τοῖς δεομένοις
20ἐνδοιάσητε, μιμηταὶ ὀφείλοντες αὐτοῦ εἶναι τοῦ καὶ δουλείαν καὶ ἔνδειαν καὶ πληγὰς καὶ σταυρὸν δι’ ἡμᾶς ὑπομείναντος; Χρὴ οὖν καὶ ὑμᾶς δουλεύειν τοῖς ἀδελφοῖς ὡς Χριστοῦ μιμητάς· «Ὁ θέλων γάρ, φησίν, ἐν ὑμῖν εἶναι μέγας ἔστω ὑμῶν διάκονος, καὶ ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔστω
25ὑμῶν δοῦλος.» Οὕτω γὰρ καὶ αὐτὸς ἔργῳ πεπλήρωκεν τὸ εὖ δουλεύειν πολλοῖς, καὶ οὐ λόγῳ. Λαβὼν γὰρ λέντιον διεζώσατο, εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἡμῶν ἀνακειμένων ἐπελθὼν πάντων ἡμῶν ἔνιψεν τοὺς πόδας καὶ τῷ λεντίῳ ἐξέμαξεν· τοῦτο δὲ ποιῶν ἐπεδείκνυεν ἡμῖν τὸ
30τῆς φιλαδελφίας ἀγαπητικόν, ἵνα καὶ ἡμεῖς εἰς ἀλλήλους αὐτὸ ποιῶμεν. Εἰ οὖν ὁ Κύριος ἡμῶν καὶ διδάσκαλος οὕτως ἐταπείνωσεν ἑαυτόν, πῶς ἂν ὑμεῖς ἐπαισχυνθήσεσθε τοῦτο ποιῆσαι τοῖς ἀδυνάτοις καὶ ἀσθενέσιν τῶν ἀδελφῶν, ἐργάται ὄντες ἀληθείας καὶ τῆς εὐσεβείας προστάται;
35Ἐξυπηρετεῖτε οὖν ἀγαπητικῶς, μὴ ἐπιγογγύζοντες μηδὲ διαστασιάζοντες· οὐ γὰρ δι’ ἄνθρωπον ποιεῖτε, ἀλλὰ διὰ τὸν Θεόν, καὶ τὸν μισθὸν τῆς διακονίας παρ’ ἐκείνου ἀπο‐ λήψεσθε ἐν ἡμέρᾳ ἐπισκοπῆς ὑμῶν. Χρὴ οὖν ὑμᾶς τοὺς διακόνους ἐπισκέπτεσθαι πάντας τοὺς δεομένους ἐπισκέψεως,
40καὶ περὶ τῶν θλιβομένων ἀναγγέλλετε τῷ ἐπισκόπῳ ὑμῶν· ψυχὴ γὰρ αὐτοῦ καὶ αἴσθησις εἶναι ὀφείλετε, εὔσκυλτοι καὶ εὐήκοοι εἰς πάντα ὄντες αὐτῷ ὡς ἐπισκόπῳ ὑμῶν καὶ πατρὶ καὶ διδασκάλῳ.

3

.

20

Ἐπίσκοπον δὲ προστάσσομεν χειροτονεῖσθαι ὑπὸ τριῶν ἐπισκόπων ἢ τὸ γοῦν ἔλαττον ὑπὸ δύο, μὴ ἐξεῖναι δὲ ὑπὸ ἑνὸς ὑμῖν καθίστασθαι, ἡ γὰρ τῶν δύο καὶ τριῶν μαρτυρία βεβαιοτέρα καὶ ἀσφαλής· πρεσβύτερον δὲ καὶ
5διάκονον ὑπὸ ἑνὸς ἐπισκόπου καὶ τὸν λοιπὸν κλῆρον. Μήτε πρεσβύτερον μήτε διάκονον χειροτονεῖν ἐκ λαϊκῶν κληρικούς, ἀλλὰ μόνον τὸν μὲν πρεσβύτερον διδάσκειν, ἀναφέρειν, βαπτίζειν, εὐλογεῖν τὸν λαόν, τὸν δὲ διάκονον ἐξυπηρετεῖσθαι, τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις, τοῦτ’ ἔστι διακονεῖν, οὐ
10μὴν καὶ τὰ λοιπὰ ἐνεργεῖν.

4

pin

(1t)

ΒΙΒΛΙΟΝ Δʹ
2tΠερὶ ὀρφανῶν
3βʹ. Ὅπως χρὴ τὸν ἐπίσκοπον προνοεῖν τῶν ὀρφανῶν. γʹ. Τίνες ὀφείλουσιν ἐπικουρεῖσθαι κατὰ τὴν κυριακὴν διαταγήν.
5δʹ. Περὶ φιλαργυρίας. εʹ. Μετὰ ποίου φόβου χρὴ τῶν κυριακῶν μετέχειν συνεισφορῶν τὰς χήρας καὶ τοὺς ὀρφανούς. ϛʹ. Τίνων αἱ καρποφορίαι δεκταὶ καὶ τίνων ἄδεκτοι. ζʹ. Ὅτι αἱ τῶν ἀναξίων καρποφορίαι, ἕως ἂν ὦσι τοιοῦτοι, οὐ μόνον
10οὐκ ἐξιλεοῦνται Θεόν, ἀλλ’ ἐκ τῶν ἐναντίων κινοῦσιν αὐτὸν πρὸς ἀγανάκτησιν. ηʹ. Ὅτι βέλτιον ἐκ κόπου ἰδίου παρέχειν χήραις, κἂν ᾖ τὰ διδόμενα εὐτελῆ καὶ ὀλίγα, ἢ τὰ πολλὰ τῶν ἀσεβῶν, κἂν πολλὰ καὶ μεγάλα τυγχάνῃ· βέλτιον γὰρ λιμῷ διαφθαρῆναι ἢ παρὰ ἀσεβῶν συνεισφο‐
15ρὰν δέξασθαι. θʹ. Ὅτι χρὴ προτρέπεσθαι τὸν λαὸν ὑπὸ τοῦ ἱερέως εὐποιεῖν τοὺς πένητας, ὡς καὶ Σολομὼν ὁ σοφός. ιʹ. Διάταξις, ἵν’ ἐάν τις τῶν ἀσεβῶν βίᾳ προσρίψῃ χρήματα τοῖς ἱερεῦσιν, εἰς ξύλα καὶ ἀνθρακιὰν ἀναλώσωσι ταῦτα, ἀλλὰ μὴ εἰς
20διατροφάς. ιαʹ. Περὶ γονέων καὶ τέκνων. ιβʹ. Περὶ οἰκετῶν καὶ δεσποτῶν. ιγʹ. Ἐν τίσιν ὑποτάσσεσθαι χρὴ τοῖς κοσμικοῖς ἄρχουσιν.
ιδʹ. Περὶ παρθένων.

4

.

1

Ὀρφανοῦ δέ τινος γενομένου χριστιανοῦ ἤτοι παιδὸς ἢ παρθένου, καλὸν μέν, ἵνα τις τῶν ἀδελφῶν οὐκ ἔχων τέκνον προσλαβόμενος τοῦτο ἔχῃ εἰς παιδὸς τόπον, τὴν δὲ παρθένον ὁ ἔχων υἱὸν δυνάμενον αὐτῇ ταῖς τοῦ γάμου ὥραις
5συγχρονίσαι συζεύξῃ· τοῦτο γὰρ οἱ ποιοῦντες ἔργον μέγα ἐπιτελοῦσιν, ὀρφανῶν πατέρες ὑπάρξαντες, καὶ παρὰ Κυρίου τοῦ Θεοῦ λήψονται τὸν μισθὸν τῆς διακονίας ταύτης. Εἰ δέ τινες οὐκ εἰσὶ τοιοῦτοι ἀλλὰ κατὰ ἀνθρωπαρέσκειαν περι‐ πατῶν ἐπαισχύνοιτο πλούσιος ὢν τὰ τῆς ὀρφανίας μέλη, τοῦ
10μὲν ὀρφανοῦ πρόνοιαν ποιήσεται ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν, αὐτῷ δὲ ἐμπεσεῖται τοιοῦτος, ὅστις αὐτοῦ δαπανήσει τὴν φειδώ, καὶ γενήσεται ἐπ’ αὐτῷ τὸ εἰρημένον· «Ἃ οὐκ ἔφαγον ἅγιοι, ταῦτα φάγονται Ἀσσύ‐ ριοι.» Καθὼς καὶ Ἡσαΐας λέγει· «Τὴν χώραν ὑμῶν
15ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν καὶ ἠρήμωται
κατεστραμμένη.»

4

.

2

Ὑμεῖς οὖν, ὦ ἐπίσκοποι, μεριμνήσατε περὶ τῆς ἀνατροφῆς αὐτῶν, μηδὲν ἐλλείποντες αὐτοῖς, τοῖς μὲν ὀρφα‐ νοῖς παρέχοντες τὰ γονέων, ταῖς δὲ χήραις τὰ ἀνδρῶν, τοῖς ἀκμαίοις τοὺς γάμους, τεχνίτῃ ἔργον, ἀδρανεῖ ἔλεος, ξένοις
5στέγος, πεινῶσι ψωμόν, διψῶσι πῶμα, γυμνοῖς ἔνδυμα, νοσοῦσι θεράπειαν, φυλακίταις βοήθειαν. Πρὸς τούτοις πλείων ἔσται ὑμῖν φροντὶς περὶ τῶν ἐν ὀρφανίᾳ, ὅπως αὐτοῖς μηδὲν ἐνδέῃ, τῇ μὲν παρθένῳ, μέχρις ἂν ἔλθῃ εἰς ὥραν γάμου καὶ ἐκδῶτε αὐτὴν ἀδελφῷ, τῷ δὲ παιδὶ χορηγίαν
10πρὸς τὸ καὶ τέχνην ἐκμαθεῖν καὶ διατρέφεσθαι ἐκ τῆς ἐπιχορηγίας, ἵνα, ὅταν δεξιῶς τὴν τέχνην κατορθώσῃ, τὸ τηνικαῦτα δύνηται καὶ τὰ τῆς τέχνης ἐργαλεῖα ἑαυτῷ πρίασθαι, ὅπως μηκέτι βαρύνῃ τὴν τῶν ἀδελφῶν ἀνυ‐ πόκριτον εἰς αὐτὸν ἀγάπην, ἀλλ’ ἑαυτῷ ἐπιχορηγῇ.

4

.

3

Καὶ γὰρ ἀληθῶς μακάριός ἐστιν, ὃς ἂν δυνάμενος βοηθεῖν ἑαυτῷ μὴ θλίβῃ τόπον ὀρφανοῦ ξένου τε καὶ χήρας, ἐπεὶ καὶ ὁ Κύριος μακάριον εἶπεν εἶναι τὸν διδόντα ὑπὲρ τὸν λαμβάνοντα. Καὶ γὰρ εἴρηται πάλιν ὑπ’ αὐτοῦ·
5«Οὐαὶ τοῖς ἔχουσιν καὶ ἐν ὑποκρίσει λαμβάνουσιν, ἢ δυνα‐
μένοις βοηθεῖν ἑαυτοῖς καὶ λαμβάνειν παρ’ ἑτέρων βουλο‐ μένοις· ἑκάτερος γὰρ ἀποδώσει λόγον Κυρίῳ τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως.» Ὁ μὲν γὰρ δι’ ἡλικίαν ὀρφανίας ἢ γήρως ἀτονίαν ἢ νόσου πρόσπτωσιν ἢ τέκνων πολυτροφίαν
10λαμβάνων, ὁ τοιοῦτος οὐ μόνον οὐ μεμφθήσεται, ἀλλὰ καὶ ἐπαινεθήσεται· θυσιαστήριον γὰρ τῷ Θεῷ λελογισμένος ὑπὸ τοῦ Θεοῦ τιμηθήσεται ἀόκνως ὑπὲρ τῶν διδόντων αὐτῷ διηνεκῶς προσευχόμενος, οὐκ ἀργῶς λαμβάνων, ἀλλὰ τῆς δόσεως αὐτοῦ, ὅση δύναμις, τὸν μισθὸν διδοὺς διὰ τῆς
15προσευχῆς· ὁ τοιοῦτος οὖν ἐν τῇ αἰωνίῳ ζωῇ ὑπὸ Θεοῦ μακαρισθήσεται.

4

.

4

Ὁ δὲ ἔχων καὶ ἐν ὑποκρίσει λαμβάνων ἢ δι’ ἀργίαν, ἀντὶ τοῦ ἐργαζόμενον βοηθεῖν καὶ ἑτέροις, δίκην ὀφλήσει τῷ Θεῷ, ὅτι πενήτων ἥρπασε ψωμόν. Ὁ γὰρ ἔχων ἀργύρια καὶ μὴ μεταδιδοὺς ἑτέροις μήτε μὴν αὐτὸς χρώμενος
5τόπον ὄφεως κεκλήρωται, ὅν φασιν ἐπὶ τοῖς θησαυροῖς καθεύδειν, καὶ ἔστιν ἐπ’ αὐτῷ ἀληθὴς ἡ γραφὴ ἡ φάσκουσα· «Συνήγαγεν πλοῦτον, ἐξ οὗ οὐ γεύσεται.» Καὶ οὐδὲν αὐτῷ ὄφελος ὀλλυμένῳ παρὰ τῆς δίκης· «Οὐκ ὠφελήσει γάρ, φησίν, ὑπάρχοντα ἐν ἡμέρᾳ ὀργῆς.» Ὁ γὰρ τοιοῦτος
10οὐ τῷ Θεῷ πεπίστευκεν, ἀλλὰ τῷ ἑαυτοῦ χρυσίῳ, θεὸν
τοῦτο ἡγούμενος καὶ ἐπ’ αὐτῷ πεποιθώς· ὑποκριτὴς ἀλη‐ θείας ὁ τοιοῦτος, προσωπολήπτης, ἄπιστος, εἴρων, δειλός, ἄνανδρος, κοῦφος, εὐχερής, μεμψίμοιρος, ἐπώδυνος, ἑαυτοῦ ἐχθρὸς καὶ οὐδενὸς φίλος. Τούτου τὰ χρήματα ὀλεῖται
15καὶ ἀνὴρ ξένος ἔδεραι αὐτά, ἢ ζῶντος ὑφελόμενος ἢ θανόντος καρπωσάμενος· «Πλοῦτος γὰρ ἀδίκως συναγόμενος ἐξε‐ μεθήσεται.»

4

.

5

Παραινοῦμεν οὖν ταῖς χήραις καὶ τοῖς ὀρφανοῖς μετὰ παντὸς φόβου καὶ πάσης εὐλαβείας μεταλαμβάνειν τῶν αὐτοῖς χορηγουμένων, καὶ εὐχαριστεῖν τῷ Θεῷ τῷ διδόντι τοῖς πεινῶσι τροφὴν καὶ ἐπ’ αὐτῷ τοὺς ὀφθαλμοὺς ἐκτείνειν.
5«Τίς γάρ, φησίν, ὑμῶν φάγεται ἢ τίς πίεται παρὲξ αὐτοῦ; Αὐτὸς γὰρ ἀνοίγει τὴν χεῖρα αὐτοῦ καὶ ἐμπιπλᾷ πᾶν ζῷον εὐδοκίας, σῖτον νεανίσκοις καὶ οἶνον παρθένοις καὶ ἔλαιον εἰς εὐφροσύνην τῶν ζώντων, χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, κρέα τοῖς θηρίοις,
10σπέρματα τοῖς ὀρνέοις καὶ πᾶσι τὴν πρόσφορον τροφήν.» Διό φησιν καὶ ὁ Κύριος· «Καταμάθετε τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Μὴ οὖν μεριμνήσητε λέγοντες·
15τί φάγομεν ἢ τί πίομεν; Οἶδεν γὰρ ὁ Πατὴρ ὑμῶν, ὅτι χρῄζετε τούτων ἁπάντων.» Τοσαύτης οὖν τῆς παρ’ αὐτοῦ
προνοίας ἀπολαύοντες καὶ τῶν παρ’ αὐτοῦ μεταλαμβάνοντες ἀγαθῶν, αἶνον ἀναπέμπειν ὀφείλετε τῷ ὀρφανὸν καὶ χήραν ἀναλαμβάνοντι παντοκράτορι Θεῷ διὰ τοῦ ἠγαπημένου
20Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι’ οὗ ἡ δόξα τῷ Θεῷ ἐν Πνεύματι καὶ ἀληθείᾳ εἰς τοὺς αἰῶνας· ἀμήν.

4

.

6

Χρὴ δὲ τὸν ἐπίσκοπον εἰδέναι, τίνων ὀφείλει δέχεσθαι καρποφορίας καὶ τίνων οὐκ ὀφείλει. Φυλακτέοι γὰρ αὐτῷ πρὸς δόσιν κάπηλοι· «Οὐ δικαιωθήσεται γὰρ κάπηλος ἀπὸ ἁμαρτίας.» Περὶ αὐτῶν γάρ που καὶ Ἡσαΐας ὀνειδίζων
5τὸν Ἰσραὴλ ἔλεγεν· «Οἱ κάπηλοί σου μίσγουσιν τὸν οἶνον ὕδατι.» Φευκτέοι δ’ αὐτῷ καὶ πόρνοι. «Οὐ προσοίσεις γὰρ τῷ κυρίῳ μίσθωμα πόρνης.» Καὶ ἅρπαγες καὶ τῶν ἀλλοτρίων ἐπιθυμηταὶ καὶ μοιχοί, βδελυκταὶ γὰρ αἱ τούτων θυσίαι τῷ Θεῷ.
10 Ἀλλὰ καὶ οἱ ἐκθλίβοντες χήραν καὶ ὀρφανὸν καταδυ‐ ναστεύοντες καὶ τὰς φυλακὰς πληροῦντες ἀναιτίων ἢ καὶ τοῖς ἑαυτῶν οἰκέταις πονηρῶς χρώμενοι, πληγαῖς φημι καὶ λιμῷ καὶ κακοδουλίᾳ, ἢ καὶ πόλεις ὅλας λυμαινόμενοι φευκτέοι ἔστωσάν σοι, ὦ ἐπίσκοπε, καὶ αἱ τούτων προσφοραὶ
15μυσαραί. Παραιτήσῃ δὲ καὶ ῥᾳδιουργοὺς καὶ ῥήτορας
ἀδικίᾳ συναγωνιζομένους καὶ εἰδωλοποιοὺς καὶ κλέπτας καὶ τελώνας ἀδίκους καὶ ζυγοκρούστας καὶ δολομέτρας, καὶ στρατιώτην συκοφάντην, μὴ ἀρκούμενον τοῖς ὀψωνίοις, ἀλλὰ τοὺς πένητας διασείοντα, φονέα τε καὶ δήμιον καὶ δικαστὴν
20παράνομον, πραγμάτων ἀνατροπέα, ἀνθρώπων ἐπίβουλον, μιαρῶν ἐργάτην, μέθυσον, βλάσφημον, κίναιδον, τοκογλύ‐ φον, καὶ παντὸς ἑτέρου πονηροῦ καὶ τῇ γνώμῃ τοῦ Θεοῦ διαμαχομένου, ὅτι λέγει ἡ γραφὴ βδελυκτοὺς εἶναι παρὰ Θεῷ πάντας τοὺς τοιούτους. Οἱ γὰρ παρὰ τοιούτων
25δεχόμενοι καὶ τρέφοντες χήρας καὶ ὀρφανοὺς ὑπεύθυνοι τῷ κριτηρίῳ τοῦ Θεοῦ γενήσονται, ὥσπερ καὶ Ἀδωνίας ὁ ἐν ταῖς Βασιλείοις προφήτης παρακούσας Θεοῦ καὶ φαγὼν ἄρτον καὶ πιὼν ὕδωρ ἐν τῷ τόπῳ ᾧ ἀπεῖπεν αὐτῷ ὁ Κύριος διὰ τὴν τοῦ Ἱεροβοὰμ ἀσέβειαν, καὶ ὑπὸ λέοντος ἀναιρεθείς.
30 Ὁ γὰρ ἐκ κόπου διακονούμενος ἄρτος χήραις γνησίως δίκαιος μᾶλλον, κἂν ᾖ βραχὺς καὶ ὀλίγος, ἢ ὁ ἐκ συκοφαντίας καὶ ἐξ ἀδικίας, κἂν ᾖ πολὺς καὶ ἐξησκημένος· λέγει γὰρ ἡ γραφή· «Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτω‐ λῶν πολύν.» Εἰ δὲ καὶ ἐξ ἀσεβῶν φαγοῦσα χήρα καὶ
35ἐμπλησθεῖσα προσεύξεται ὑπὲρ αὐτῶν, οὐκ εἰσακουσθήσεται, ὅτι ὁ καρδιογνώστης Θεὸς μετὰ κρίσεως ἀπεφήνατο περὶ τῶν ἀσεβῶν λέγων· «Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ
προσώπου μου ὑπὲρ αὐτῶν, οὐκ εἰσακούσομαι αὐτῶν καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου ἐλεηθῆ‐
40ναι αὐτοὺς καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου.» Οὐ μὴν δὲ ἀλλὰ καὶ οἱ ἐν ἁμαρτίαις γενόμενοι καὶ μὴ μεταγνόντες οὐ μόνον οὐκ εἰσα‐ κουσθήσονται προσευχόμενοι, ἀλλὰ καὶ τὸν Θεὸν παροξυ‐ νοῦσιν ὑπομιμνήσκοντες αὐτὸν τῆς ἑαυτῶν μοχθηρίας.

4

.

7

Περιΐστασθε οὖν τὰς τοιαύτας διακονίας ὡς ἄλλαγμα κυνὸς καὶ μίσθωμα πόρνης· ἑκάτερα γὰρ τοῖς νόμοις ἀπη‐ γόρευται. Οὔτε γὰρ Ἐλισσαῖος τὰ παρὰ τοῦ Ἀζαὴλ προσκομισθέντα ἐδέξατο, οὔτε Ἀχίας τὰ παρὰ τοῦ Ἱερο‐
5βοάμ· εἰ δὲ οἱ τοῦ Θεοῦ προφῆται τὰ παρὰ τῶν ἀσεβῶν οὐ προσήκαντο ξένια, δίκαιον μήτε ὑμᾶς, ὦ ἐπίσκοποι. Ἀλλὰ καὶ Σίμων ὁ μάγος ἐμοὶ Πέτρῳ καὶ Ἰωάννῃ χρήματα προσενεγκὼν ἐπειρᾶτο ὠνητὴν τὴν ἀτίμητον χάριν λήψεσθαι· ἅπερ μὴ προσηκάμενοι ἀραῖς αἰωνίοις αὐτὸν ἐδησάμεθα,
10ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ οὐκ εὐνοίᾳ τῇ πρὸς Θεόν, ἀλλὰ χρημάτων ἐναλλαγῇ ἐνόμισεν κτᾶσθαι. Φεύγετε οὖν τὰς δυσσυνειδήτους εἰς τὸ θυσιαστήριον τοῦ Θεοῦ εἰσφοράς· «Ἄπεχε γάρ, φησίν, ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ καὶ
τρόμος οὐκ ἐγγιεῖ σοι.»

4

.

8

Ἀλλ’ ἐὰν λέγητε, ὅτι οἱ διδόντες τὰς ἐλεημοσύνας οὗτοί εἰσιν, κἂν μὴ λάβωμεν παρ’ αὐτῶν, πόθεν αἱ χῆραι ὑπηρετηθήσονται παρ’ ἡμῶν καὶ οἱ ἐνδεεῖς τοῦ λαοῦ διατρα‐ φῶσιν; Ἀκούσεσθε παρ’ ἡμῶν, ὅτι διὰ τοῦτο ἐλάβετε
5δόματα λευϊτῶν, τὴν καρποφορίαν τοῦ ἐν ὑμῖν λαοῦ, ἵνα ἐπαρκῆτε καὶ ἑαυτοῖς καὶ τοῖς δεομένοις, καὶ μὴ ἐνδείᾳ συνεχόμενοι παρὰ πονηρῶν λαμβάνητε. Εἰ δὲ οὕτως ἀποροῦσιν αἱ ἐκκλησίαι, λυσιτελεῖ τινα διαφθαρῆναι, ἢ παρ’ ἐχθρῶν τοῦ Θεοῦ λαβεῖν τι ἐφ’ ὕβρει καὶ χλεύῃ τῶν αὐτοῦ
10φίλων· περὶ γὰρ τῶν τοιούτων καὶ ὁ προφήτης λέγει· «Ἔλαιον ἁμαρτωλῶν μὴ λιπανάτω τὴν κεφαλήν μου.» Δοκιμασταὶ οὖν γίνεσθε τῶν τοιούτων· καὶ παρὰ μὲν τῶν ὁσίως περιπατούντων λαμβάνετε καὶ τοῖς θλιβομένοις χορηγεῖτε, παρὰ δὲ ἀποσυναγώγων μὴ λαμβάνετε, πρὶν ἂν
15τῆς Ἐκκλησίας εἶναι μέλη καταξιωθῶσιν. Εἰ δὲ ἐπιλείποι δόμα, προσάγγελλε τοῖς ἀδελφοῖς, καὶ ἐξ αὐτῶν συλλογὴν ποιησάμενος διακόνει τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις ἐν δικαιοσύνῃ.

4

.

9

Λέγε δὲ τῷ ὑπὸ σὲ λαῷ ἃ καὶ Σολομὼν ὁ σοφός· «Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ἵνα πιμπλᾶται τὰ ταμιεῖά σου πλησμονῆς σίτου, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύ‐
5ζωσιν.» Ἐκ τοῦ δικαίου οὖν κόπου τῶν πιστῶν τρέφετε καὶ ἀμφιέννυτε τοὺς ὑστερουμένους, καὶ τὰ ἐξ αὐτῶν, ὡς προειρήκαμεν, ἀθροιζόμενα χρήματα διατάσσετε διακονοῦντες εἰς τοὺς ἀγορασμοὺς τῶν ἁγίων, ῥυόμενοι δούλους, αἰχμα‐ λώτους, δεσμίους, ἐπηρεαζομένους, ἥκοντας ἐκ καταδίκης
10διὰ τὸ ὄνομα τοῦ Χριστοῦ ὑπὸ τυράννων εἰς μονομαχίαν καὶ θάνατον· λέγει γὰρ ἡ γραφή· «Ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ.»

4

.

10

Ἐὰν δέ ποτε ἀνάγκη γένηται καὶ παρά τινος ἀνο‐ σίου δέξασθαι ἄκοντας ἀργύριον, εἰς ξύλα καὶ ἀνθρακιὰν αὐτὸ δαπανήσατε, ἵνα μὴ λαβοῦσα ἡ χήρα ἐξ αὐτοῦ τι ἢ ὁ ὀρφανὸς ἀναγκασθῇ ὠνήσασθαι τροφὴν ἢ πόμα παρὰ τὸ προσῆκον·
5δίκαιον γὰρ τὰ παρὰ τῶν ἀσεβῶν ταῦτα πυρὸς εἶναι κατα‐ νάλωμα, οὐκ εὐσεβῶν βρῶμα. Ταῦτα δὲ καὶ ὁ νόμος διαγορεύει, θυσίαν ὀψισθεῖσαν ἄβρωτον ἀποκαλῶν καὶ πυρὶ ταύτην ἀναλίσκεσθαι κελεύων. Οὐ γὰρ τῇ φύσει φαῦλα τὰ προσφερόμενα, ἀλλὰ τῇ γνώμῃ τῶν προσκομιζόντων
10αὐτά. Τοῦτο δὲ προστάσσομεν ἐπὶ τῷ μὴ ἀποστρέφειν τοὺς πλησιάζοντας ὑμῖν, εἰδότες καὶ τὴν συντυχίαν πολλάκις ἐπωφελῆ τοῖς ἀσεβέσιν γεγενῆσθαι τὴν πρὸς τοὺς εὐσεβεῖς, ἐπιβλαβῆ δὲ μόνην τὴν κατὰ τὴν θρησκείαν κοινωνίαν. Ταῦτα μὲν οὖν, ἀγαπητοί, ἐπὶ τοσοῦτον εἰρήσθω ὑμῖν
15πρὸς ἀσφάλειαν ὑμῶν.

4

.

11

Οἱ μέντοι πατέρες παιδεύετε τὰ τέκνα ὑμῶν ἐν Κυρίῳ, ἐκτρέφοντες αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ διδάσκετε αὐτὰ ἐπιτηδείους καὶ ἁρμοζούσας τῷ λόγῳ τέχνας, ἵνα μὴ διὰ τῆς εὐκαιρίας καταστρηνιάσαντα καὶ
5ἀνεπιτίμητα ὑπὸ τῶν γονέων μείναντα, πρὸ ὥρας ἀνέσεως τυχόντα, ἀφηνιάσωσιν τοῦ καλοῦ. Διὸ μὴ εὐλαβεῖσθε αὐτοῖς ἐπιπλήσσειν, σωφρονίζοντες αὐτὰ μετὰ ἐμβριθείας· οὐ γὰρ ἀποκτενεῖτε αὐτὰ παιδεύοντες, μᾶλλον δὲ σώσετε αὐτά, καθώς που καὶ ὁ Σολομὼν ἐν τῇ Σοφίᾳ φησίν·
10«Παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε· οὕτως γὰρ ἔσται σοι εὔελπις· σὺ μὲν γὰρ ῥάβδῳ πατάξεις αὐτόν, τὴν δὲ ψυχὴν αὐτοῦ ῥύσῃ ἐκ θανάτου.» Καὶ πάλιν λέγει ὁ αὐτὸς οὕτως· «Ὃς φείδεται τῆς βακτηρίας ἑαυτοῦ, μισεῖ τὸν ἑαυτοῦ υἱόν.» Καὶ ἑξῆς· «Κλάσον τὰς πλευρὰς αὐτοῦ,
15ὡς ἐστὶν νήπιος, μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι.» Ὃς φείδεται οὖν παραινεῖν καὶ σωφρονίζειν τὸν ἑαυτοῦ υἱόν, μισεῖ τὸν ἴδιον παῖδα. Ἐκδιδάσκετε οὖν ὑμῶν τὰ τέκνα τὸν λόγον Κυρίου, στύφετε δὲ αὐτὰ καὶ δαρμοῖς καὶ ποιεῖτε ὑποτακτικά, ἀπὸ βρέφους διδάσκοντες αὐτὰ ἱερὰ γράμματα,
20ἡμέτερά τε καὶ θεῖα, καὶ πᾶσαν γραφὴν θείαν παραδιδόντες
αὐτοῖς, ἄνεσιν αὐτοῖς μὴ διδόντες κατεξουσιάζειν ὑμῶν παρὰ τὴν ὑμετέραν γνώμην, μετὰ ὁμηλίκων εἰς συμπόσιον μὴ ἐῶντες αὐτὰ συμβάλλειν· οὕτω γὰρ εἰς ἀταξίαν ἐκτραπή‐ σονται καὶ εἰς πορνείαν περιπεσοῦνται. Καὶ ἐὰν παρὰ
25τὴν τῶν γονέων ἀμέλειαν τοῦτο πάθωσιν, ἔνοχοι τῶν ψυχῶν αὐτῶν οἱ γεννήσαντες ὑπάρξουσιν· εἰ γὰρ τῇ τῶν γονέων ῥᾳθυμίᾳ σύνεισιν ἀκολάστοις, οἱ παῖδες ἁμαρτήσαντες οὐκ αὐτοὶ μόνοι κολασθήσονται, ἀλλὰ καὶ ὑπὲρ αὐτῶν οἱ γονεῖς αὐτῶν κριθήσονται. Διὰ τοῦτο σπουδάζετε ὥρᾳ γάμου
30ζευγνύναι καὶ συναλλάσσειν αὐτά, ἵνα μὴ τῆς ἡλικίας ἐν τῇ ἀκμῇ ζεούσης ἔθη πορνοκόπα ἀποβῇ, καὶ ὑμεῖς ἀπαιτηθήσεσθε τὸν λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ὑπὸ Κυρίου τοῦ Θεοῦ.

4

.

12

Περὶ δὲ οἰκετῶν τί ἂν εἴποιμεν πλεῖον, ἢ ὅτι καὶ ὁ δοῦλος εὔνοιαν εἰσφερέτω πρὸς τὸν δεσπότην μετὰ φόβου Θεοῦ, κἂν ἀσεβὴς κἂν πονηρὸς ὑπάρχῃ, οὐκέτι μέντοι καὶ ὁμόνοιαν κατὰ τὴν θρησκείαν. Καὶ ὁ δεσπότης ἀγαπάτω
5τὸν οἰκέτην, κἂν διάφορος ᾖ, τὸ ἶσον κρινέτω, ᾗ ἄνθρωπος ὑπάρχει. Ὁ δὲ πιστὸν ἔχων δεσπότην, σῳζομένης αὐτῷ τῆς κυρίας, ἀγαπάτω καὶ ὡς δεσπότην καὶ ὡς ὁμόπιστον καὶ ὡς πατέρα, μὴ ὡς ὀφθαλμόδουλος, ἀλλ’ ὡς φιλοδέσπο‐ τος, εἰδώς, ὅτι ὁ Θεὸς αὐτῷ τὴν μισθαποδοσίαν ἀποτίσει
10τῆς ὑπηρεσίας. Ὡσαύτως καὶ ὁ κύριος ὁ πιστὸν ἔχων οἰκέτην, σῳζομένης αὐτῷ τῆς θεραπείας, ἀγαπάτω ὡς υἱὸν ἢ ὡς ἀδελφὸν διὰ τὴν τῆς πίστεως κοινωνίαν.

4

.

13

Πάσῃ βασιλείᾳ καὶ ἀρχῇ ὑποτάγητε ἐν οἷς ἀρέσκει Θεῷ, ὡς Θεοῦ διακόνοις καὶ τῶν ἀσεβῶν τιμωροῖς· πάντα φόβον τὸν ὀφειλόμενον αὐτοῖς ἀποπληρώσατε, πᾶσαν εἰσφο‐ ράν, πᾶν τέλος, πᾶσαν τιμήν, δόσιν, κῆνσον. Θεοῦ γὰρ
5τοῦτο διάταγμα, μηδενὶ μηδὲν χρεωστεῖν, εἰ μὴ τὸ τῆς φιλίας σύμβολον, ὃ ὁ Θεὸς διετάξατο διὰ Χριστοῦ.

4

.

14

Περὶ δὲ παρθενίας ἐντολὴν οὐκ ἐλάβομεν, τῇ δὲ τῶν βουλομένων ἐξουσίᾳ τοῦτο ἐπιτρέπομεν ὡς εὐχήν, ἐκεῖνο μόνον αὐτοῖς παραινοῦντες, μὴ προχείρως τι ἐπαγγείλασθαι, ἐπείπερ ὁ Σολομών φησιν· «Ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ
5τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.» Ἡ παρθένος οὖν αὕτη ἔστω ἁγία σώματι καὶ ψυχῇ, ὡς ναὸς Θεοῦ, ὡς οἶκος Χριστοῦ, ὡς Πνεύματος ἁγίου καταγώγιον. Δεῖ γὰρ τὴν ἐπαγγειλαμένην, ἄξια τῆς ἐπαγγελίας ἔργα διαπρασσομένην, δεικνύειν τὸ ἐπάγγελμα αὐτῆς, ὅτι ἔστιν ἀληθὲς καὶ διὰ
10σχολὴν εὐσεβείας, οὐ κατὰ διαβολὴν γάμου γινόμενον.
Ἔστω δὲ μὴ ῥεμβὰς μηδὲ ἀκαιροπεριπάτητος, μὴ δίγνω‐ μος, ἀλλὰ σεμνή, ἐγκρατής, σώφρων, ἁγνή, φεύγουσα τὰς
τῶν πολλῶν συντυχίας καὶ μάλιστα τὰς τῶν ἀσέμνων.

5

pin

(1t)

ΒΙΒΛΙΟΝ Εʹ
2tΠερὶ μαρτύρων
3αʹ. Ὅτι τοῖς διὰ Χριστὸν θλιβομένοις παρὰ τῶν ἀπίστων δίκαιον τοῖς πιστοῖς τὰ δέοντα παρέχειν κατὰ τὴν τοῦ Κυρίου διάταξιν.
5βʹ. Ὅτι φευκτέον τῆς πρὸς τοὺς ψευδαδέλφους συνουσίας, ὅταν ἐπι‐ μένωσι τῇ φαυλότητι. γʹ. Ὅτι τοῖς διὰ Χριστὸν πορθουμένοις χρὴ χεῖρα ὀρέγειν, κἂν κίνδυνος παρῇ. δʹ. Ὅτι φρικτὸν καὶ ὀλέθριον τὸ ἀρνεῖσθαι Χριστόν.
10εʹ. Ὅτι μιμητέον Χριστὸν ἐν τῷ πάσχειν καὶ ζηλωτέον τὴν αὐτοῦ ὑπομονήν. ϛʹ. Ὅτι χρὴ τὸν πιστὸν μὴ ῥιψοκίνδυνον εἶναι δι’ ἀσφάλειαν μήτε περιδεῆ δι’ ἀνανδρίαν, ἀλλὰ καὶ φεύγειν δι’ εὐλάβειαν καὶ ἐμπί‐ πτοντα ἀγωνίζεσθαι διὰ τὸν ἀποκείμενον στέφανον.
15ζʹ. Περὶ ἀναστάσεως ἀποδείξεις διάφοροι. ηʹ. Περὶ Ἰακώβου τοῦ ἀδελφοῦ τοῦ Κυρίου καὶ Στεφάνου τοῦ πρωτο‐ μάρτυρος. θʹ. Περὶ ψευδομαρτύρων. ιʹ. Ὅτι δεῖ φεύγειν ματαιολογίας, αἰσχρολογίας, εὐτραπελίας, μέθην,
20λαγνείαν, θρύψιν, ὀργὴν ἄμετρον, ᾠδὴν ἐθνικὴν ἢ πορνικόν, ὀνο‐
μασίαν τε εἰδώλων ἢ δαιμόνων. ιαʹ. Παραίνεσις παιδεύουσα φεύγειν τῆς εἰδωλολατρείας τὸ μύσος. ιβʹ. Ὅτι μὴ προσήκει ᾠδὴν ἐθνικὴν ᾄδειν οὔτε ἐπομνύεσθαι εἴδωλον οὔτε οἰωνοῖς ἢ κληδόσιν ἢ μαντείαις ἢ παλμοῖς ἢ παρατηρήσεσιν
25ἰουδαϊκαῖς προσανέχειν· ἀσεβὲς γὰρ τοῦτο καὶ τῆς τοῦ Θεοῦ γνώσεως ἐχθρόν. ιγʹ. Κατάλογος τῶν τοῦ Κυρίου ἑορτῶν, ἃς δεῖ φυλάσσειν, καὶ πότε τούτων ἑκάστη ὀφείλει ἐπιτελεῖσθαι. ιδʹ. Περὶ τοῦ πάθους τοῦ Κυρίου καὶ τί ἐν ἑκάστῃ ἡμέρᾳ ἐπράχθη
30τῶν ἐν τῷ πάθει. Περὶ Ἰούδα τοῦ προδότου. Ὅτι οὐ συμπαρῆν Ἰούδας ἐν τῷ τὸν Κύριον παραδιδόναι τοῖς μαθηταῖς τὰ μυστήρια. Τὰ περὶ τὸν σωτῆρα προελθόντα ἐν οἴκῳ Καιάφα καὶ Ἄννα
35καὶ Πιλάτου. Ἀπόδειξις τῶν τοῦ Χριστοῦ παθημάτων ἐκ γραφικῶν μαρ‐ τυριῶν. ιεʹ—ιϛʹ. Ἀπαρίθμησις προφητικῶν προρρήσεων τὸν Χριστὸν κηρυττόν‐ των, ὧν Ἰουδαῖοι τὴν ἔκβασιν θεασάμενοι ἐκ κακονοίας ἠπίστησαν
40αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ καὶ σταυρῷ κατέκριναν τὸν τῆς δόξης Κύριον. ιζʹ. Ὅπως ὀφείλει γίνεσθαι τὸ πάσχα καὶ πότε, καὶ ὅτι οὐ δεῖ μετὰ Ἰουδαίων ἑορτάζειν. ιηʹ. Διάταξις περὶ τῆς μεγάλης τοῦ πάσχα ἑβδομάδος.
45ιθʹ. Περὶ τῆς παννυχίδος τοῦ μεγάλου σαββάτου καὶ περὶ τῆς ἀναστα‐ σίμου ἡμέρας. κʹ. Πρόρρησις προφητείας περὶ τοῦ Κυρίου, ἣν Ἰουδαῖοι ἀναγινώ‐
σκουσι τῇ δεκάτῃ τοῦ σεπτεμβρίου ἤτοι γορπιαίου.

5

.

1

Εἴ τις χριστιανὸς διὰ τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τὴν εἰς τὸν Θεὸν πίστιν καὶ ἀγάπην κατακριθῇ ὑπὸ ἀσεβῶν εἰς λοῦδον ἢ θηρία ἢ μέταλλον, μὴ παρίδητε αὐτόν, ἀλλ’ ἐκ τοῦ κόπου καὶ ἐκ τοῦ ἱδρῶτος ὑμῶν πέμψατε αὐτῷ εἰς
5διατροφὴν αὐτοῦ καὶ εἰς μισθαποδοσίαν τῶν στρατιωτῶν, ἵνα ἐλαφρυνθῇ καὶ ἐπιμελείας τύχῃ, ἵν’ ὅσον τὸ ἐφ’ ὑμῖν μὴ θλίβηται ὁ μακάριος ἀδελφὸς ὑμῶν. Ὁ γὰρ διὰ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ καταδικαζόμενος, οὗτος μάρτυς ἅγιος, ἀδελφὸς τοῦ Κυρίου, υἱὸς τοῦ Ὑψίστου, δοχεῖον τοῦ
10ἁγίου Πνεύματος, δι’ οὗ καὶ τὸν φωτισμὸν τῆς δόξης τοῦ
εὐαγγελίου ἔλαβεν ἕκαστος τῶν πιστῶν ἐν τῷ καταξιωθῆναι τοῦ ἀφθάρτου στεφάνου καὶ τῆς μαρτυρίας τῶν παθημάτων αὐτοῦ καὶ τῆς κοινωνίας τοῦ αἵματος αὐτοῦ, συμμορφωθῆναι τῷ θανάτῳ τοῦ Χριστοῦ εἰς υἱοθεσίαν.
15 Τούτου οὖν ἕνεκεν ἅπαντες οἱ πιστοὶ διὰ τοῦ ἐπισκόπου ὑμῶν ἐκ τῶν ὑπαρχόντων ὑμῶν καὶ ἐκ τοῦ κόπου διακονή‐ σατε τοῖς ἁγίοις· εἰ δὲ οὐκ ἔχει τις, νηστεύσας τὸ τῆς ἡμέρας καὶ μερίσας τοῦτο ἐκταξάτω τοῖς ὁσίοις· εἰ δέ τις ἐν περιουσίᾳ ὑπάρχει, καὶ πλεῖόν τι κατὰ ἀναλογίαν τῆς
20δυνάμεως αὐτοῦ διακονείτω αὐτοῖς. Εἰ δὲ καὶ οἷός τέ ἐστιν ἅπαντα τὸν βίον ἑαυτοῦ ἀποδόμενος ῥύσασθαι αὐτοὺς ἐκ τοῦ δεσμωτηρίου, μακάριος ἔσται καὶ φίλος τοῦ Χριστοῦ. Εἰ γὰρ ὁ τὰ ὑπάρχοντα πτωχοῖς δοὺς τέλειος μετὰ τὴν περὶ τῶν θείων γνῶσιν, πολλῷ μᾶλλον ὁ ὑπὲρ μαρτύρων·
25ὁ γὰρ τοιοῦτος, ἄξιος Θεοῦ ὑπάρξας, πληρώσει τὸ θέλημα αὐτοῦ, χορηγήσας ἐκείνοις, οἵτινες αὐτὸν ὡμολόγησαν ἐνώ‐ πιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ, περὶ ὧν ὁ Κύριος ἀπεφήνατο λέγων· «Ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ
30πατρός μου τοῦ ἐν οὐρανοῖς.» Καὶ εἰ τοιοῦτοί εἰσιν, ὡς καὶ ὑπὸ Χριστοῦ ἐπὶ τοῦ Πατρὸς αὐτοὺς μαρτυρεῖσθαι, ὑμεῖς οὐκ ὀφείλετε ἐπαισχυνθῆναι ἀπιέναι πρὸς αὐτοὺς ἐν ταῖς φυλακαῖς· τοῦτο γὰρ ποιησάντων ὑμῶν, μαρτύριον ὑμῖν λογισθήσεται, ὅτι ἐκείνοις μὲν πείρᾳ τὸ μαρτύριον
35ὑπῆρξεν, ὑμῖν δὲ τέως προθυμίᾳ, ὡς κοινωνοῖς τῆς ἀθλήσεως
αὐτῶν. Λέγει γάρ που ὁ Κύριος πρὸς τοὺς τοιούτους φάσκων· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·
40ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἀσθενὴς ἤμην καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρὸς μέ. Τότε ἀποκριθήσονται οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν; Ἢ διψῶντα
45καὶ ἐποτίσαμεν; Ἢ γυμνὸν καὶ περιεβάλομεν; Ἢ ἀσθενῆ καὶ ἐπεσκεψάμεθα; Ἢ ξένον καὶ συνηγάγομεν; Ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρὸς σέ; Καὶ ἀποκριθεὶς ἐρεῖ αὐτοῖς· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι

5

.

1

(50)

εἰς ζωὴν αἰώνιον.»

5

.

2

Εἰ δέ τις, ἀδελφὸν λέγων ἑαυτὸν εἶναι, ἀπατηθεὶς ὑπὸ τοῦ πονηροῦ κακοποιήσῃ καὶ ἐλεγχθεὶς κατακριθῇ θανάτῳ ὡς μοιχὸς ἢ ὡς φονεύς, χωρίζεσθε ἀπ’ αὐτοῦ, ἵνα ἦτε ἄσυλοι, καὶ μή τις ὑμῶν ὡς κοινωνὸς τοῦ μύσους
5ὑποπτευθῇ καὶ καταχέηται βλασφημίαν, ὡς πάντων χριστια‐
νῶν χαιρόντων ἐπὶ τοῖς παρανόμοις ἔργοις· διὸ μακρὰν ἀπ’ αὐτῶν χωρεῖτε. Τοῖς μέντοι διὰ Χριστὸν κατ’ ἐπή‐ ρειαν παρὰ τῶν ἀσεβῶν συγκλειομένοις εἰς φυλακὴν ἢ πρὸς θάνατον ἐκδιδομένοις ἢ πρὸς δεσμὰ καὶ ἐξορίαν πάσῃ σπουδῇ
10βοηθεῖτε, τὰ μέλη ὑμῶν ῥυόμενοι ἐκ χειρὸς ἀθέσμων. Καὶ ἐάν τις αὐτοῖς συγκείμενος κρατηθῇ καὶ αἰκίαις ὑποπέσῃ, μακάριός ἐστιν, ὅτι κοινωνὸς μαρτύρων ἐγένετο καὶ μιμητὴς τῶν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ παθημάτων. Καὶ γὰρ καὶ ἡμεῖς πολλάκις ὑπὲρ Χριστοῦ ὑπὸ Καϊάφα
15καὶ Ἀλεξάνδρου καὶ Ἄννα πληγὰς λαβόντες, χαίροντες ἐξῄειμεν, ὅτι κατηξιώθημεν ὑπὲρ τοῦ ὀνόματος τοῦ σωτῆρος ἡμῶν τοιαῦτα παθεῖν· καὶ ὑμεῖς χαίρετε τοιαῦτα πάσχοντες, ὅτι μακάριοι γενήσεσθε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

5

.

3

Καὶ τοὺς διωκομένους δὲ διὰ τὴν πίστιν καὶ πόλιν ἐκ πόλεως φεύγοντας διὰ τὴν ἐντολὴν τοῦ Κυρίου προσλαμ‐ βάνεσθε, ἀντιλαμβανόμενοι αὐτῶν καὶ προσδεχόμενοι αὐτοὺς ὡς μάρτυρας, χαίροντες, ὅτι κοινωνοὶ τοῦ διωγμοῦ αὐτῶν
5γεγένησθε, γινώσκοντες αὐτοὺς ὑπὸ τοῦ Κυρίου μεμακα‐ ρίσθαι. Φησὶν γὰρ αὐτός· «Μακάριοί ἐστε, ὅταν ὀνει‐ δίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε,
ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ
10ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.» Καὶ πάλιν· «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν.» Καὶ ἑξῆς· «Ἐὰν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην, ὅτι ἐν τῷ κόσμῳ τούτῳ θλῖψιν ἕξετε· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συναγωγάς, καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθή‐
15σεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς· καὶ ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Ὁ γὰρ διωχθεὶς ἕνεκεν τῆς πίστεως καὶ μαρτυρήσας περὶ αὐτοῦ καὶ ὑπομείνας, οὗτος ἀληθῶς ἄνθρωπος Θεοῦ.

5

.

4

Ὁ δὲ ἀρνησάμενος ἑαυτὸν Χριστοῦ εἶναι διὰ τὸ μὴ μισεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, φιλήσας τὴν ἑαυτοῦ ψυχὴν μᾶλλον ἢ τὸν Κύριον, οὗ ἡ πνοὴ αὐτοῦ ἐν χειρὶ αὐτοῦ, οὗτος ἐλεεινός, ἄθλιος, ὡς ἐναγὴς καὶ βδελυκτός, φίλος μὲν
5ἀνθρώπων θελήσας εἶναι, ἐχθρὸς δὲ τοῦ Θεοῦ, μερίδα λαβὼν οὐκέτι μετὰ τῶν ἁγίων, ἀλλὰ μετὰ τῶν κατηραμένων, ἀντὶ βασιλείας εὐλογημένων ποθήσας τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοι‐ μασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οὐχ ὑπ’ ἀνθρώπων ἔτι μισούμενος, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ ἀπωσμένος
10καὶ ἀπὸ τοῦ προσώπου αὐτοῦ ἐκβεβλημένος. Περὶ γὰρ τούτου ἀπεφήνατο ὁ Κύριος λέγων· «Ὅστις ἀρνήσεταί με ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ἐπαισχυνθῇ τὸ ὄνομά μου,
ἀρνήσομαι αὐτὸν κἀγὼ καὶ ἐπαισχυνθήσομαι ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Καὶ πάλιν λέγει
15τοῖς μαθηταῖς αὐτοῦ, ἡμῖν αὐτοῖς, οὕτως· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος· ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει
20αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρω‐ πος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» Καὶ ἑξῆς· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν
25μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνά‐ μενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.»

5

.

5

Πᾶς οὖν ὁ μανθάνων τέχνην τινά, βλέπων τὸν διδάσκαλον αὐτοῦ διὰ τῆς ἐνεργείας καὶ ἐμπειρίας ἀπαρτί‐ ζοντα τὴν τέχνην αὐτοῦ, καὶ αὐτὸς ζηλοῖ ὅμοιον αὐτῷ ποιήσασθαι τὸ ἐγχειρισθέν· ἐὰν δὲ μὴ ἐξισχύσῃ, οὐκ ἔστιν
5τετελειωμένος ἐν τῷ ἔργῳ. Καὶ ἡμεῖς οὖν, ἔχοντες διδάσκαλον τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, διὰ τί οὐ μιμούμεθα τὴν αὐτοῦ διδαχήν; Ὅτι ἐκεῖνος μὲν ἀπετάξατο ἀνέσει, τρυφῇ, δόξῃ, πλούτῳ, τύφῳ, δυνάμει
ἀμυντικῇ, μητρὶ καὶ ἀδελφοῖς, ἤδη δὲ καὶ τῇ οἰκείᾳ ζωῇ
10διὰ τὴν πρὸς τὸν Πατέρα εὐσέβειαν καὶ τὴν εἰς ἡμᾶς φιλαν‐ θρωπίαν, ὑπομείνας οὐ μόνον διωγμὸν καὶ μάστιγας, ὀνει‐ δισμὸν καὶ ἐμπαιγμόν, ἀλλ’ ἤδη καὶ τὴν πρὸς τὸ ξύλον πρόσπηξιν, ὅπως Ἰουδαίους καὶ Ἕλληνας μετανοήσαντας σώσῃ· εἰ οὖν αὐτὸς δι’ ἡμᾶς ἀπετάξατο ἅμα πᾶσι, μὴ
15ἐπαισχυνθεὶς σταυρόν, μηδὲ ἀδοξήσας τὸν θάνατον, τίνος ἕνεκεν ἡμεῖς οὐ μιμούμεθα αὐτοῦ τὰ πάθη καὶ ἀποτασσόμεθα ὑπὲρ αὐτοῦ καὶ αὐτῇ τῇ ζωῇ ἡμῶν, διδόντος αὐτοῦ ἡμῖν τὴν ὑπομονήν; Ἐκεῖνος μὲν γὰρ δι’ ἡμᾶς, ἡμεῖς δὲ δι’ ἑαυτούς, οὐ γὰρ χρῄζει ἡμῶν αὐτός, ἡμεῖς δὲ τοῦ ἐλέους
20αὐτοῦ· μόνον δὲ τὸ τῆς πίστεως ἡμῶν γνήσιον ἐπιζητεῖ καὶ αὐθαίρετον, ὥς φησιν ἡ γραφή· «Εἰ δίκαιος εἶ, τί δώσεις αὐτῷ ἢ τί ἐκ χειρός σου λήψεται; Ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.»

5

.

6

Ἀποταξώμεθα οὖν καὶ γονεῦσιν καὶ συγγενέσιν καὶ φίλοις καὶ γυναικὶ καὶ τέκνοις καὶ κτήμασιν καὶ σύμπαντι τῷ βίῳ, ὅταν ᾖ τι τούτων κώλυμα πρὸς εὐσέβειαν. Δεῖ
γὰρ προσεύχεσθαι μὲν ἡμᾶς, ἵνα μὴ εἰσέλθωμεν εἰς πει‐
5ρασμόν· ἐὰν δὲ κληθῶμεν εἰς μαρτύριον, μετὰ ἐνστάσεως ὁμολογεῖν τὸ τίμιον ὄνομα· καὶ ἐὰν τούτου χάριν κολασθῶ‐ μεν, χαίρωμεν ὡς ἐπὶ ἀθανασίαν σπεύδοντες. Διωκόμενοι μὴ ξενιζώμεθα, μὴ ἀγαπήσωμεν τὸν νῦν αἰῶνα μηδὲ τοὺς παρὰ ἀνθρώπων ἐπαίνους μηδὲ τὴν τῶν ἀρχόντων δόξαν
10καὶ τιμήν, καθάπερ καί τινες τῶν Ἰουδαίων, θαυμάζοντες τοῦ Κυρίου τὰς ἐνεργείας, οὐκ ἐπίστευον εἰς αὐτὸν φόβῳ τῷ πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς λοιποὺς τῶν ἀρχόντων· «Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.» Ὁμολογήσαντες δὲ τὴν καλὴν
15ὁμολογίαν, οὐ μόνον ἑαυτοὺς σῴζομεν, ἀλλὰ καὶ τοὺς νεοφωτίστους βεβαιοῦμεν καὶ τοὺς κατηχουμένους πιστο‐ ποιούμεθα. Εἰ δὲ καθυφῶμέν τι τῆς ὁμολογίας, ἐξαρνησάμενοι τὴν εὐσέβειαν διὰ γνώμης χαυνότητα καὶ φόβον βραχυτάτης
20τιμωρίας, οὐ μόνον ἑαυτοὺς ἀποστεροῦμεν τῆς αἰωνίου δόξης, ἀλλ’ ἤδη καὶ ἑτέροις αἴτιοι ἀπωλείας γενησόμεθα καὶ διπλοτέραν ὑποίσομεν τὴν τίσιν, ὡς ὑποψίαν δόντες διὰ τῆς ἀρνήσεως, πλάνης διδαχὴν εἶναι τήν ποτε ὑφ’ ἡμῶν δοξα‐ ζομένην ἀλήθειαν. Διὸ μήτε πρόχειροι ὦμεν καὶ ῥιψοκίν‐
25δυνοι· λέγει γὰρ ὁ Κύριος· «Προσεύχεσθε μὴ ἐμπεσεῖν εἰς
πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.» Μήτε μὴν ἐμπεσόντες δειλίᾳ καταισχύνωμεν τὴν ὁμολογίαν. Εἰ γὰρ ἀρνησάμενός τις τὴν ἑαυτοῦ ἐλπίδα, ὅς ἐστιν Ἰησοῦς ὁ τοῦ Θεοῦ υἱός, ἀπολυθῇ τοῦ προσκαίρου θανάτου,
30αὔριον δὲ ἐπὶ κλίνης νόσῳ περιπέσῃ ὀξυτάτῃ κοιλίας ἢ στομάχου ἢ κεφαλῆς ἤ τινι πάθει τῶν ἀνιάτων, σήψεως ἢ γαγγραίνης ἢ ἀποστάσεως ἢ ἰλεοῦ ἢ ὑδέρου ἢ κόλου, ταχεῖαν ποιήσηται τὴν καταστροφὴν καὶ τοῦ ζῆν ὑπεξέλθοι· οὐχὶ καὶ τῶν ἐνταῦθα ἐστερήθη καὶ τῶν αἰωνίων ἐκπέπτωκεν,
35μᾶλλον δὲ τῆς αἰωνίου κολάσεως ἐντὸς κατέστη, πορευθεὶς εἰς τὸ σκότος τὸ ἐξώτερον, οὗ ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων; Ὁ δὲ ἀξιωθεὶς μαρτυρίου χαιρέτω τὴν ἐν Κυρίῳ χαράν, ὡς τηλικούτου ἐπιτυχὼν στεφάνου καὶ δι’ ὁμολογίας
40ποιούμενος τὴν ἔξοδον τοῦ βίου. Καὶ ἐὰν κατηχούμενος ᾖ, ἄλυπος ἀπίτω· τὸ γὰρ πάθος τὸ ὑπὲρ Χριστοῦ αὐτῷ ἔσται γνησιώτερον βάπτισμα, ὅτι αὐτὸς μὲν πείρᾳ συναποθνήσκει τῷ Κυρίῳ, οἱ δὲ λοιποὶ τύπῳ. Χαιρέτω οὖν μιμούμενος τὸν διδάσκαλον, ἐπειδὴ καὶ προστέτακται· «Κατηρτισμένος
45ἔστω πᾶς ὡς ὁ διδάσκαλος αὐτοῦ.» Ὁ δὲ διδάσκαλος ἡμῶν Ἰησοῦς ὁ Κύριος δι’ ἡμᾶς ἐπλήγη, βλασφημίας ὑπέ‐
μεινεν καὶ ὀνειδισμοὺς μακροθύμως, ἐνεπτύσθη, ἐκολαφίσθη, ἐρραπίσθη, σταυρῷ μετὰ τὸ μαστιχθῆναι προσηλώθη, ὄξος καὶ χολὴν ἐποτίσθη, τελειώσας πάντα τὰ γεγραμμένα εἶπεν

5

.

6

(50)

τῷ Θεῷ καὶ Πατρί· «Εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου.» Διὸ καὶ ὁ εὐχόμενος ἐκείνου μαθητὴς εἶναι ζηλούτω τοὺς αὐτοῦ ἀγῶνας, μιμείσθω τὴν ὑπομονήν, γινώ‐ σκων, ὅτι κἂν ἐν πυρὶ ὑπὸ ἀνθρώπων καῇ, οὐθὲν πείσεται, ὡς καὶ οἱ τρεῖς παῖδες, ἢ εἰ καὶ πάθοι τι, μισθὸν παρὰ
55Θεοῦ λήψεται, πιστεύων τῷ ἑνὶ καὶ μόνῳ ἀληθινῶ Θεῷ καὶ Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ μεγάλου ἀρχιερέως καὶ λυτρωτοῦ τῶν ψυχῶν καὶ μισθαποδότου τῶν ἄθλων, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

5

.

7

Αὐτὸς γὰρ ἡμᾶς ἐγερεῖ ὁ παντοκράτωρ Θεὸς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ τὴν ἀψευδῆ, καὶ ἀναστήσει ἡμᾶς σὺν πᾶσι τοῖς ἀπ’ αἰῶνος κοιμηθεῖσιν τοιούτους, ὁποῖοι ὑπάρχομεν ἐν τῇ
5νῦν μορφῇ, μηθὲν ἐλλειπὲς ἔχοντας ἢ τὴν φθοράν, ἐπείπερ ἄφθαρτοι ἀναστησόμεθα. Κἄν τε γὰρ ἐν πελάγει τελευ‐ τήσωμεν, κἂν ἐν γῇ διασπαρῶμεν, κἂν ὑπὸ θηρίων ἢ ὀρνέων διασπασθῶμεν, ἀναστήσει ἡμᾶς τῇ ἑαυτοῦ δυνάμει, ὅτι ὁ
πᾶς κόσμος τῇ τοῦ Θεοῦ συνέχεται χειρί· «Θρὶξ δέ, φησίν,
10ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.» Διὸ παραινεῖ λέγων· «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.» Περὶ δὲ τῆς τῶν νεκρῶν ἀναστάσεως καὶ τῆς τῶν μαρτύ‐ ρων μισθαποδοσίας λέγει Γαβριὴλ τῷ Δανιήλ· «Καὶ πολλοὶ τῶν κεκοιμημένων ἐκ γῆς χώματος ἀναστήσονται, οἱ μὲν
15εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον· καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ὁ ἥλιος καὶ ὡς τὸ στερέωμα καὶ ὡς οἱ ἀστέρες.» Ὡς φωστῆρας τοίνυν τοὺς ἁγίους ἐκλάμψειν προεῖπεν ὁ ἅγιος Γαβριήλ· αὐτοῖς γὰρ τὸ συνιέναι τὴν ἀλήθειαν
20ἐμαρτύρησεν καὶ τὸ ἱερὸν αὐτοῦ ὄνομα. Οὐ μόνον δὲ τοῖς μάρτυσιν ἐπήγγελται τὴν ἀνάστασιν, ἀλλὰ καὶ πᾶσιν ἀνθρώ‐ ποις, δικαίοις τε καὶ ἀδίκοις, εὐσεβέσιν τε καὶ δυσσεβέσιν, ἵνα ἕκαστος τὰ πρὸς ἀξίαν τίσῃ. «Ἄξει γάρ, φησίν, ὁ Θεὸς σύμπαν τὸ ποίημα εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐὰν
25ἀγαθὸν καὶ ἐὰν πονηρόν.» Ταύτην δὲ τὴν ἀνάστασιν μὴ πιστεύοντες Ἰουδαῖοι τὸ παλαιὸν ἔλεγον· «Ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν, διαπεφωνήκαμεν.» Οἷς ὁ Θεὸς ἀποκριθεὶς ἔφη· «Ἰδοὺ ἐγὼ ἀνοίγω τοὺς τάφους ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐξ αὐτῶν καὶ δώσω τὸ πνεῦμά μου ἐν ὑμῖν, καὶ ζήσεσθε,
30καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.» Καὶ διὰ Ἡσαΐου φησίν· «Ἀναστήσονται οἱ νεκροί, καὶ
ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἡσυχάζοντες ἐν τῇ γῇ, ὅτι ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν.»
35 Πολλὰ μὲν οὖν καὶ ἕτερα περὶ τῆς ἀναστάσεως εἴρηται καὶ περὶ τῆς τῶν δικαίων ἐν δόξῃ διαμονῆς καὶ περὶ τῆς τῶν ἀσεβῶν τιμωρίας, πτώσεως, ἀποστροφῆς, καταδίκης, ἀδοξίας, πυρὸς αἰωνίου καὶ σκώληκος ἀτελευτήτου. Καὶ ὅτι, εἰ ἐβούλετο πάντας ἀνθρώπους εἶναι ἀθανάτους, ἠδύνατο,
40ἔδειξεν τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν μὴ ἐάσας θανάτου πεῖραν λαβεῖν. Εἰ δὲ καὶ κατὰ γενεὰν τοὺς τελευτῶντας ἀνιστᾶν ἤθελεν, καὶ δι’ ἑαυτοῦ καὶ δι’ ἑτέρων ἔπεισεν, τὸν μὲν υἱὸν τῆς χήρας διὰ Ἠλίου ἀναστήσας καὶ τὸν τῆς Σωμανίτιδος διὰ Ἐλισσαίου. Πειθόμεθα δὲ μὴ μισθὸν τιμωρίας εἶναι
45τὸν θάνατον, ἐξ ὧν αὐτὸν καὶ ἅγιοι ὑπέστησαν ἢ καὶ αὐτὸς ὁ τῶν ἁγίων Κύριος Ἰησοῦς ὁ Χριστός, ἡ ζωὴ τῶν πιστῶν καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Διὰ τοῦτο οὖν τέως ὡς ἂν ἐν μεγαλοπόλει πολιτευομέ‐ νοις μετὰ τοὺς ἄθλους ἐπάγει πρὸς ὀλίγον τὴν διάλυσιν, ἵνα

5

.

7

(50)

ἀναστήσας ἕκαστον ἢ ἀποκηρύξῃ ἢ στεφανώσῃ. Ὁ γὰρ
τοῦ Ἀδὰμ τὸ σῶμα ἐκ γῆς καὶ τῶν λοιπῶν κατασκευάσας, οὗτος καὶ τῶν λοιπῶν καὶ τοῦ πρώτου μετὰ διάλυσιν τὸ σῶμα ἀναστήσει. «Ἀκούσονται γάρ, φησί, πάντες οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκού‐
55σαντες ζήσονται.» Πρὸς δὲ τούτοις πιστεύομεν γίνεσθαι τὴν ἀνάστασιν καὶ ἐκ τῆς τοῦ Κυρίου ἀναστάσεως· αὐτὸς γάρ ἐστιν ὁ καὶ Λάζαρον ἀναστήσας τετραήμερον καὶ τὴν θυγατέρα Ἰαείρου καὶ τὸν υἱὸν τῆς χήρας, καὶ ἑαυτὸν προστάγματι τοῦ Πατρὸς διὰ τριῶν ἡμερῶν ἀνεγείρας, ὁ
60ἀρραβὼν τῆς ἀναστάσεως ἡμῶν. Ὁ τὸν Ἰωνᾶν διὰ τριῶν ἡμερῶν ζῶντα καὶ ἀπαθῆ ἐξαγαγὼν ἐκ τῆς κοιλίας τοῦ κήτους καὶ τοὺς τρεῖς παῖδας ἐκ καμίνου Βαβυλωνίας καὶ τὸν Δανιὴλ ἐκ στόματος λεόντων, οὐκ ἀπορήσει δυνάμεως καὶ ἡμᾶς ἀνεγεῖραι.
65 Εἰ δὲ χλευάζουσιν Ἕλληνες ἀπιστοῦντες ταῖς ἡμετέ‐ ραις γραφαῖς, πιστωσάτω αὐτοὺς κἂν ἡ αὐτῶν προφῆτις Σίβυλλα, οὕτω πως αὐτοῖς λέγουσα κατὰ λέξιν·
«Ἀλλ’ ὁπότ’ ἤδη πάντα τέφρα σποδόεσσα γένηται, Καὶ πῦρ κοιμίσῃ θεὸς ἄφθιτος, ὅσπερ ἀνῆψεν,
70Ὀστέα καὶ σποδιὴν αὐτὸς θεὸς ἔμπαλιν ἀνδρῶν Μορφώσει, στήσει δὲ βροτοὺς πάλιν, ὡς πάρος ἦσαν· Καὶ τότε δὴ κρίσις ἔσται, ἐφ’ ᾗ δικάσει θεὸς αὐτός, Κρίνων ἔμπαλι κόσμον· ὅσοι δ’ ὑπὸ δυσσεβίῃσιν Ἥμαρτον, τούσδ’ αὖ πάλι γαῖα καλύψει·
75 Ὅσσοι δ’ εὐσεβέουσι, πάλιν ζήσοντ’ ἐνὶ κόσμῳ, Πνεῦμα θεοῦ δόντος ζωήν θ’ ἅμα καὶ χάριν αὐτοῖς Εὐσεβέσιν· πάντες δὲ τότ’ εἰσόψονται ἑαυτούς.» Εἰ τοίνυν καὶ αὐτὴ τὴν ἀνάστασιν ὁμολογεῖ καὶ τὴν παλιγγενεσίαν οὐκ ἀρνεῖται, διακρίνει δὲ τοὺς εὐσεβεῖς ἐκ
80τῶν ἀσεβῶν, μάτην ἄρα τοῖς ἡμετέροις ἀπιστοῦσιν. Καίτοι φασὶν καὶ εἰδικὴν δεικνύειν τὴν ἀνάστασιν, μὴ πιστεύοντες οἷς αὐτοὶ διηγοῦνται. Φασὶ γὰρ ὄρνεόν τι μονο‐ γενὲς ὑπάρχειν, πλουσίαν τῆς ἀναστάσεως παρέχον τὴν
ἀπόδειξιν, ὃ λέγουσιν ἄζυγον ὑπάρχειν καὶ μόνον ἐν δημι‐
85ουργίᾳ· φοίνικα δὲ αὐτὸ προσαγορεύουσιν, ὃ καὶ ἱστοροῦσιν κατὰ πεντακόσια ἔτη ἔρχεσθαι εἰς Αἴγυπτον ἐπὶ τὸν λεγό‐ μενον ἡλίου βωμόν, φέρον πλῆθος κινναμώμου κασσίας τε καὶ ξυλοβαλσάμου καὶ στὰν πρὸς ἀνατολάς, ὡς αὐτοί φασιν, τῷ ἡλίῳ προσευξάμενον αὐτομάτως φλεχθῆναι καὶ γενέσθαι
90κόνιν, ἐκ δὲ τῆς σποδοῦ σκώληκα ἀναφυῆναι, καὶ τοῦτον θερμανθέντα μορφωθῆναι εἰς ἀρτιγενῆ φοίνικα καὶ πτηνὸν γενόμενον ἐπ’ Ἀραβίαν στείλασθαι, ἥπερ ἐστὶν περαιτέρω τοῦ αἰγυπτιακοῦ νομοῦ. Εἰ τοίνυν, ὡς καὶ αὐτοί φασιν, διὰ τοῦ ἀλόγου ὀρνέου δείκνυται ἡ ἀνάστασις, τί μάτην τὰ
95ἡμέτερα διαβάλλουσιν, ὅταν ὁμολογῶμεν, ὅτι ὁ δυνάμει τὸ μὴ ὂν εἰς τὸ εἶναι παραγαγών, οὗτος ἰσχύει τοῦτο καὶ μετὰ τὴν διάλυσιν εἰς ἀνέγερσιν παραστῆσαι; Διὰ γὰρ ταύτην τὴν πληροφορίαν καὶ μάστιγας καὶ διωγμοὺς καὶ θανάτους ὑπομένομεν, ἐπεὶ μάτην τὰ τοιαῦτα

5

.

7

(100)

κατεδεξάμεθα μὴ τούτων ἔχοντες τὴν πληροφορίαν, ὧν κήρυ‐ κες ἐπαγγελλόμεθα εἶναι. Ὥσπερ οὖν ἐπείσθημεν Μωϋσῇ εἰπόντι, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ γινώσκομεν, ὅτι οὐχ ὕλης ἦν ἐνδεής, ἀλλὰ βουλήσει μόνῃ, ἃ προσετάγη Χριστός, ταῦτα καὶ παρήγαγεν, λέγομεν
105δὴ οὐρανόν, γῆν, θάλασσαν, φῶς, νύκτα, ἡμέραν, φωστῆρας, ἄστρα, πετεινά, νηκτά, τετράποδα, ἑρπετά, φυτά, βοτάνας· τὸν αὐτὸν τρόπον καὶ πάντας ἀναστήσει θελήματι, συνεργείας μὴ δεόμενος. Τῆς γὰρ αὐτῆς δυνάμεώς ἐστιν ἔργον τὸ δημιουργῆσαι κόσμον καὶ τὸ νεκροὺς ἀναστῆσαι· καὶ τότε
110μὲν μὴ ὄντα τὸν ἄνθρωπον ἐκ διαφόρων ἐποίησεν, δοὺς αὐτῷ τὴν ψυχὴν ἐκ τοῦ μὴ ὄντος, νῦν δὲ ταῖς οὔσαις ψυχαῖς τὰ διαλυθέντα σώματα ἀποτίσει. Κειμένων γάρ ἐστιν ἡ ἀνάστασις, οὐχὶ δὲ μὴ ὑπαρχόντων. Ὁ οὖν τὰ πρῶτα σώματα ἐκ μὴ ὄντων ποιήσας καὶ
115ἐξ αὐτῶν διάφορα δημιουργήσας, οὗτος καὶ τοὺς θανόντας ζωοποιήσας ἀναστήσει. Ὁ γὰρ ἐν τῇ κοιλίᾳ τὸν ἄνθρωπον ἐκ μικροῦ σπέρματος μορφῶν καὶ ψυχὴν αὐτῷ οὐκ οὖσαν ἐνδημιουργῶν, καθὼς αὐτός πού φησιν τῷ Ἱερεμίᾳ· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε.» Καὶ ἀλλαχοῦ·
120«Ἐγὼ Κύριος στερεῶν οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.» Αὐτὸς καὶ πάντας ἀνθρώπους ἀναστήσει αὐτοῦ ὄντας ποιήματα, καθὼς καὶ ἡ
124θεία γραφὴ μαρτυρεῖ λέγοντα τὸν Θεὸν τῷ μονογενεῖ
125Χριστῷ· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν
αὐτούς.» Καὶ ὁ θειότατος καὶ καρτερικὸς Ἰώβ, περὶ οὗ φησιν ἡ γραφή, ὅτι γέγραπται αὐτὸν πάλιν ἀναστήσεσθαι
130μεθ’ ὧν ὁ Κύριος ἀνίστησιν, οὗτός φησι πρὸς τὸν Θεόν· «Ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἔπηξας δέ με ἶσα τυρῷ; Δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας, ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα· ταῦτα ἔχων ἐν ἐμαυτῷ, οἶδα,
135ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.» Λέγει δὲ καὶ ὁ θεοφιλὴς Δαυὶδ τῷ Θεῷ· «Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με.» Καὶ πάλιν· «Σὺ ἔγνως τὸ πλάσμα ἡμῶν.» Καὶ ἑξῆς· «Σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου· ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκρα‐
140ταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν· τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται.» Ἀλλὰ καὶ ὁ Ἡσαΐας λέγει προσευχόμενος αὐτῷ, ὅτι «Ἡμεῖς ὁ πηλὸς καὶ σὺ ὁ πλάστης ἡμῶν.» Εἰ τοίνυν αὐτοῦ δημιούργημα ὁ ἄνθρωπος διὰ Χριστοῦ
145γενόμενος, πάντως ὅτι καὶ θανὼν δι’ αὐτοῦ ἀναστήσεται ἐπὶ τῷ ἢ στεφανωθῆναι ἐπὶ τοῖς κατορθώμασιν ἢ κολασθῆναι ἐπὶ τοῖς πλημμελήμασιν. Εἰ δὲ δικαιοσύνῃ κρίνει ὡς νομο‐ θέτης, ὥσπερ κολάζει τοὺς ἀσεβεῖς, οὕτως εὐεργετῶν σῴζει τοὺς πιστοὺς καὶ τοὺς δι’ αὐτὸν ὑπ’ ἀνθρώπων σφαγέντας

5

.

7

(150)

ἁγίους, τοὺς μὲν ὡς ἄστρα φαιδρύνων, τοὺς δὲ ὡς φωστῆρας
λαμπρύνων, καθὼς ὁ Γαβριὴλ τῷ Δανιὴλ ἔλεγεν. Μαθη‐ ταὶ οὖν Χριστοῦ πάντες ὑπάρχοντες οἱ πιστοί, πιστεύωμεν αὐτοῦ ταῖς ἐπαγγελίαις· ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος. Λέγει δὲ καὶ ὁ μακάριος προφήτης Δαυὶδ ὅτι «Πιστὸς
155Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.» Ὁ γὰρ ἐκ παρθένου ἑαυτῷ κατασκευάσας σῶμα, οὗτος καὶ τῶν ἄλλων ἀνθρώπων δημιουργός ἐστιν, καὶ ὁ ἑαυτὸν ἀναστήσας ἐκ τῶν νεκρῶν, αὐτὸς καὶ πάντας τοὺς
160κειμένους ἀναστήσει. Ὁ τὸν πυρὸν ἐξ ἑνὸς κόκκου πολύχουν ἐκ γῆς ἀνιστῶν, ὁ τὸ ἐκκοπὲν δένδρον εἰς ῥάδαμνον ἀναθάλλων, ὁ τὴν Ἀαρὼν ῥάβδον ξηρὰν οὖσαν ἐκφύσας εἰς βλαστόν, αὐτὸς καὶ ἡμᾶς ἐγερεῖ ἐν δόξῃ. Ὁ τὸν παρα‐ λυτικὸν σῶον ἀνεγείρας καὶ τὸν ἐξηραμμένην ἔχοντα τὴν
165χεῖρα ἰασάμενος καὶ τὸ λεῖπον μέρος ἐν τῷ ἐκ γενετῆς πηρῷ ἐκ γῆς καὶ σιέλου ἀποδούς, ὁ αὐτὸς καὶ ἡμᾶς ἀνεγερεῖ. Ὁ ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων πεντακισχιλίους κορέσας καὶ περισσεύσας δώδεκα κοφίνους, καὶ ἐξ ὕδατος οἶνον μεταποιήσας καὶ ἐκ στόματος ἰχθύος στατῆρα δι’ ἐμοῦ
170Πέτρου τοῖς ἀπαιτοῦσι κῆνσον ἀποστείλας, ὁ αὐτὸς καὶ τοὺς νεκροὺς ἀνεγερεῖ. Ταῦτα γὰρ ἅπαντα ἡμεῖς περὶ
αὐτοῦ μαρτυροῦμεν, τὰ δὲ ἄλλα οἷ προφῆται. Ἡμεῖς οἱ συμφαγόντες αὐτῷ καὶ συμπιόντες, καὶ θεαταὶ γενόμενοι τῶν αὐτοῦ τεραστίων καὶ τῆς ζωῆς καὶ
175τῆς πολιτείας καὶ τῶν λόγων καὶ τῶν παθημάτων καὶ τοῦ θανάτου καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, καὶ συνα‐ ναστραφέντες αὐτῷ ἡμέρας τεσσαράκοντα μετὰ τὴν ἔγερσιν αὐτοῦ, καὶ λαβόντες ἐντολὴν παρ’ αὐτοῦ κηρῦξαι τὸ εὐαγγέ‐ λιον εἰς ὅλον τὸν κόσμον καὶ μαθητεῦσαι πάντα τὰ ἔθνη
180καὶ βαπτίσαι εἰς τὸν θάνατον αὐτοῦ ἐπὶ αὐθεντίᾳ τοῦ Θεοῦ τῶν ὅλων, ὅς ἐστιν αὐτοῦ Πατήρ, καὶ μαρτυρίᾳ Πνεύματος, ὅ ἐστι παράκλητος· διδάσκομεν ὑμᾶς ταῦτα πάντα, ἃ διαταξάμενος ἡμῖν ἀνελήφθη ἐπ’ ὄψει ἡμῶν εἰς τὸν οὐρανὸν πρὸς τὸν ἀποστείλαντα αὐτόν. Καὶ ἐὰν
185μὲν πιστεύσητε, μακάριοι γενήσεσθε· εἰ δὲ μὴ πιστεύσητε, ἀθῶοι ἡμεῖς εὑρεθησόμεθα καὶ καθαροὶ τῆς ὑμετέρας δυσπι‐ στίας.

5

.

8

Περὶ δὲ τῶν μαρτύρων λέγομεν ὑμῖν, ὅπως πάσῃ τιμῇ ὦσιν παρ’ ὑμῖν, ὡς καὶ παρ’ ἡμῖν τετίμηνται ὁ μακάριος Ἰάκωβος ὁ ἐπίσκοπος καὶ ὁ ἅγιος ἡμῶν συνδιάκονος Στέφα‐ νος. Οὗτοι γάρ εἰσιν καὶ ὑπὸ Θεοῦ μεμακαρισμένοι καὶ
5ὑπὸ ὁσίων ἀνδρῶν τετιμημένοι, καθαροὶ πάσης πλημμελείας, ἄτρεπτοι πρὸς ἁμαρτίαν, ἀμετάπειστοι τῶν καλῶν, ἀνεν‐
δοίαστοι πρὸς ἐγκώμια, περὶ ὧν καὶ ὁ Δαυὶδ ἔλεγεν· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Καὶ ὁ Σολομών· «Μνήμη δικαίων μετ’ ἐγκωμίων.» Περὶ
10ὧν καὶ ὁ προφήτης ἔλεγεν· «Ἄνδρες δίκαιοι αἴρονται.»

5

.

9

Ταῦτα δὲ περὶ τῶν κατὰ ἀλήθειαν ὑπὲρ Χριστοῦ μαρτυρησάντων εἴρηται, ἀλλ’ οὐ περὶ τῶν ψευδομαρτύρων, περὶ ὧν τὸ λόγιόν φησιν· «Ὄνομα δὲ ἀσεβῶν σβέννυται· μάρτυς γὰρ πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς
5ἄδικος.» Ὁ γὰρ ἐν μαρτυρίῳ ἐξελθὼν ἀψευδῶς ὑπὲρ τῆς ἀληθείας, οὗτος ἀληθινὸς μάρτυς, ἀξιόπιστος ἐν οἷς συνηγωνίσατο τῷ λόγῳ τῆς εὐσεβείας διὰ τοῦ οἰκείου αἵματος.

5

.

10

Παραινοῦμεν δὲ ὑμῖν, ἀδελφοὶ καὶ σύνδουλοι, φεύ‐ γειν τὰς ματαιολογίας καὶ τὰς αἰσχρολογίας καὶ τὰς εὐτρα‐ πελίας, μέθας, λαγνείας, θρύψεις καὶ τὰς ἀμέτρους ὀργὰς σὺν ταῖς μωρολογίαις, ὅτι οὐδὲ ἐν ταῖς κυριακαῖς ἡμέραις
5τῶν εὐφροσυνῶν ὑμῶν ἐπιτρέπομεν ὑμῖν ἄσεμνόν τι ἢ φθέγγεσθαι ἢ πράττειν. Λέγει γάρ που καὶ ἡ γραφή· «Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.» Καὶ τὰς ἀγαλλιάσεις οὖν ὑμῶν μετὰ φόβου καὶ τρόμου γίνεσθαι χρή. Ὁ γάρ τοι χριστιανὸς ὁ πιστὸς οὐδὲ
10ᾠδὴν ἐθνικὴν ὀφείλει λέγειν οὔτε ᾆσμα πορνικόν, ἐπεὶ συμβήσεται αὐτῷ διὰ τῆς ᾠδῆς εἰδώλων μνημονεύειν ὀνόματα δαιμονικά, καὶ ἀντὶ τοῦ ἁγίου Πνεύματος εἰσφρήσει ἐν αὐτῷ
τὸ πονηρόν.

5

.

11

Ἀπείρηται δὲ καὶ τὸ ὀμνύειν ἐν αὐτοῖς καὶ τὸ διὰ στόματος αὐτῶν προφέρειν τὰ βδελυκτὰ ὀνόματα ἢ προσκυ‐ νεῖν αὐτοῖς ἢ φοβεῖσθαι αὐτοὺς ὡς θεούς· οὐ γὰρ εἰσὶν θεοί, ἀλλ’ ἢ πονηροὶ δαίμονες ἢ μεμωκημένα ἔργα. Λέγει
5γάρ που ὁ Θεὸς περὶ τῶν Ἰσραηλιτῶν· «Ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς.» Καὶ ἑξῆς· «Ἐξαρῶ τὰ ὀνόματα τῶν εἰδώλων ἐκ τοῦ στόματος αὐτῶν.» Καὶ ἀλλαχοῦ· «Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεοῖς, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν.» Καὶ ἐν πάσαις δὲ ταῖς γραφαῖς
10ἀπηγόρευται ταῦτα ὑπὸ Κυρίου τοῦ Θεοῦ.

5

.

12

Οὐ μόνον δὲ περὶ εἰδώλων ἀπαγορεύουσιν, ἀλλὰ καὶ περὶ φωστήρων νομοθετοῦντες παραινοῦσιν μήτε ὀμνύειν ταῦτα μήτε μὴν λατρεύειν αὐτοῖς· φασὶ γάρ· «Μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας πλανηθεὶς
5προσκυνήσῃς αὐτοῖς.» Καὶ ἀλλαχοῦ· «Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.» Τὰ γὰρ ἄστρα καὶ οἱ φωστῆρες εἰς φαῦσιν ἀνθρώποις, ἀλλ’ οὐκ εἰς προσκύνησιν ἐδόθησαν, εἰ καὶ οἱ Ἰσραηλῖται μοχθηρίᾳ τρόπου προσεκύνουν ἀντὶ τοῦ
10κτίστου τὴν κτίσιν, καὶ τὸν μὲν δημιουργὸν καθυβρίσαντες, τὴν δὲ κτίσιν πλεῖον ἢ δεῖ θαυμάσαντες, καί ποτε μὲν
μοσχοποιοῦντες ὡς ἐν ἐρήμῳ, ποτὲ δὲ τὸν Βεελφεγὼρ προσκυνοῦντες, ἄλλοτε δὲ τὸν Βαὰλ καὶ τὸν Θαμμοὺς καὶ τὴν σιδωνίαν Ἀστάρτην, καὶ πάλιν τὸν Μολὸχ καὶ τὸν
15Χαμώς, καὶ ἄλλοτε τὸν ἥλιον, ὡς παρὰ τῷ Ἰεζεκιὴλ γέγραπται, ἤδη δὲ καὶ ἄλογα ζῶα, ὡς παρ’ Αἰγυπτίοις τὸν Ἄπιν καὶ τὸν μενδήσιον τράγον, καὶ θεοὺς ἀργυροῦς καὶ χρυσοῦς, ὡς ἐν Ἰουδαίᾳ. Δι’ ἅπερ ἅπαντα ἀπειλῶν αὐτοῖς ἔλεγεν διὰ τοῦ προφήτου· «Μὴ μικρὸν τοῦτο τῷ οἴκῳ
20Ἰούδα, τοῦ ποιεῖν τὰ βδελύγματα ταῦτα, ἃ ἐποίησαν, ὅτι ἔπλησαν τὴν γῆν ἀνομίας τοῦ παροργίσαι με; Ἰδού, αὐτοί εἰσιν ὡς μυκτηρίζοντες, καὶ ἐγὼ ποιήσω μετὰ θυμοῦ, οὐ φείσεται ὁ ὀφθαλμός μου οὐδ’ οὐ μὴ ἐλεήσω, καὶ κεκράξονται ἐν τοῖς ὠσίν μου φωνῇ μεγάλῃ καὶ οὐκ εἰσακούσομαι
25αὐτῶν.» Ὁρᾶτε, ἀγαπητοί, ὅσα κατὰ τῶν εἰδωλολατρῶν καὶ τῶν σεβομένων ἥλιον καὶ σελήνην ἀποφαίνεται ὁ Κύριος. Διὸ χρὴ τὸν τοῦ Θεοῦ ἄνθρωπον ὡς Χριστιανὸν μήτε ἥλιον ὀμνῦναι μήτε σελήνην μήτε ἄστρα, μήτε μὴν οὐρανὸν ἢ γῆν ἤ τι τῶν στοιχείων μικρὸν ἢ μέγα. Εἰ γὰρ ὁ
30διδάσκαλος περὶ τοῦ ὄντος Θεοῦ παρήγγειλεν ἡμῖν μὴ ὀμνύειν, ὅπως ὁ λόγος ἡμῶν πιστότερος ᾖ τοῦ ὅρκου, μήτε μὴν τὸν οὐρανὸν αὐτόν, ἑλληνικὸν γὰρ τὸ δυσσέβημα, μήτε μὴν Ἱερουσαλὴμ ἢ τὰ τοῦ Θεοῦ ἅγια ἢ τὸ θυσιαστήριον καὶ τὸ δῶρον ἢ τὴν τοῦ ναοῦ χρύσωσιν ἢ τὴν οἰκείαν κεφαλήν,
35ἰουδαϊκῆς γὰρ παραφθορᾶς ἡ συνήθεια, διὸ καὶ ἀπαγορευτέα,
εἶναι δὲ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὒ τοῖς πιστοῖς παρεγγυᾷ, καὶ τὸ τούτων περισσὸν τοῦ πονηροῦ εἶναι λέγει· πόσῳ μᾶλλον ὑπόδικοι οἱ τὰ ψευδώνυμα ὡς ὅρκια ἐπομνύμενοι καὶ τὰ νομιζόμενα ἀντὶ τῶν ἀληθῶν δοξάζοντες; Οὓς ὁ Θεὸς διὰ
40μοχθηρίαν παρέδωκεν εἰς ἀβουλίαν, ἐνεργεῖν τὰ μὴ δέοντα.

5

.

13

Τὰς ἡμέρας τῶν ἑορτῶν φυλάσσετε, ἀδελφοί, καὶ πρώτην γε τὴν γενέθλιον, ἥτις ὑμῖν ἐπιτελείσθω εἰκοστῇ πέμπτῃ τοῦ ἐνάτου μηνός. Μεθ’ ἣν ἡ ἐπιφάνιος ὑμῖν ἔστω τιμιωτάτη, καθ’ ἣν ὁ Κύριος ἀνάδειξιν ὑμῖν τῆς οἰκείας
5θεότητος ἐποιήσατο· γινέσθω δὲ καὶ αὕτη ἕκτῃ τοῦ δεκάτου μηνός. Μεθ’ ἃς ὑμῖν φυλακτέα ἡ νηστεία τῆς τεσσαρα‐ κοστῆς, μνήμην περιέχουσα τῆς τοῦ Κυρίου πολιτείας τε καὶ νομοθεσίας. Ἐπιτελείσθω δὲ ἡ νηστεία αὕτη πρὸ τῆς νηστείας τοῦ πάσχα, ἀρχομένη μὲν ἀπὸ δευτέρας, πληρουμένη
10δὲ εἰς παρασκευήν. Μεθ’ ἃς ἀπονηστεύσαντες ἄρξασθε τῆς ἁγίας τοῦ πάσχα ἑβδομάδος, νηστεύοντες αὐτὴν πάντες μετὰ φόβου καὶ τρόμου, προσευχόμενοι ἐν αὐταῖς περὶ τῶν
ἀπολλυμένων.

5

.

14

Ἤρξαντο γὰρ τὴν κατὰ τοῦ Κυρίου ἐπιβουλὴν ποιεῖσθαι δευτέρᾳ σαββάτων μηνὶ πρώτῳ, ὅς ἐστι Ξανθικός· καὶ τῇ τρίτῃ τοῦ σαββάτου παρέτεινεν ἡ σκέψις, τῇ δὲ τετράδι διωρίσαντο σταυρῷ ἀνελεῖν αὐτόν. Καὶ Ἰούδας
5γνοὺς τοῦτο, ἐκ πολλοῦ μὲν διαστραφείς, τότε δὲ καὶ ὑπ’ αὐτοῦ τοῦ διαβόλου βληθεὶς φιλαργυρίᾳ, καίτοι πάλαι τὸ γλωσσό‐ κομον ἐγκεχειρισμένος καὶ κλέπτων τὰ τῶν πενήτων, οὐκ ἀπεβλήθη ὑπὸ τοῦ Κυρίου διὰ μακροθυμίαν· ἀλλὰ καί ποτε μὲν ἑστιωμένων ἡμῶν σὺν αὐτῷ, βουλόμενος καὶ αὐτὸν
10σωφρονίσαι καὶ ἡμᾶς παιδεῦσαι τὴν πρόγνωσιν αὐτοῦ, λέγει· «Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.» Καὶ ἑκάστου ἡμῶν λέγοντος· «Μήτι ἐγώ;» Καὶ τοῦ Κυρίου σιωπῶντος, ἀναστὰς ἐγώ, εἷς ἐκ τῶν δώδεκα, φιλού‐ μενος πλεῖον τῶν ἄλλων ὑπ’ αὐτοῦ, ἐνστερνισάμενος αὐτὸν
15ἱκέτευον εἰπεῖν, τίς ἂν εἴη ὁ παραδώσων αὐτόν· καὶ
οὐδ’ οὕτως ἡμῖν εἴρηκεν αὐτοῦ τὸ ὄνομα ὁ ἀγαθὸς Κύριος, ἀλλὰ δύο σημεῖα τοῦ προδότου ἔδωκεν, ἓν μὲν εἰπών· «Ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ ἐν τῷ τρυβλίῳ.» Δεύτερον δέ· «Ὧι ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω.» Καίτοι κἀκείνου
20λέγοντος· «Μήτι ἐγώ εἰμι, ῥαββί;» Οὐκ εἶπεν ὁ Κύριος, ὅτι ναί, ἀλλ’ ὅτι «Σὺ εἶπας.» Καὶ φοβῆσαι αὐτὸν ἐπὶ τούτῳ βουληθείς, φησίν· «Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη.» Καὶ ταῦτα ἀκούσας, ἀπελθὼν εἶπεν τοῖς
25ἱερεῦσιν· «Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν αὐτὸν παρα‐ δώσω;» Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ τῇ πέμπτῃ φαγόντες παρ’ αὐτῷ τὸ πάσχα, βάψαν‐ τος ἐκείνου τὴν χεῖρα εἰς τὸ τρυβλίον καὶ τὸ ψωμίον λαβόντος καὶ ἐξελθόντος νυκτός, εἶπεν ἡμῖν ὁ Κύριος· «Ἐλήλυθεν
30ἡ ὥρα, ἵνα σκορπισθῆτε καὶ ἐμὲ μόνον ἀφῆτε», καὶ ἑκάστου διϊσχυριζομένου μὴ ἐγκαταλεῖψαι αὐτόν, ἐμοῦ Πέτρου ἐπαγ‐ γελλομένου καὶ συναποθανεῖν αὐτῷ, εἶπεν· «Ἀμὴν λέγω σοι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.» Παραδοὺς δὲ ἡμῖν τὰ ἀντίτυπα μυστήρια τοῦ
35τιμίου σώματος αὐτοῦ καὶ αἵματος, Ἰούδα μὴ συμπαρόντος ἡμῖν, ἐξῆλθεν εἰς τὸ ὄρος τῶν ἐλαιῶν πλησίον τοῦ χειμάρρου
τῶν κέδρων, ὅπου ἦν κῆπος· συνῆμεν δὲ καὶ ἡμεῖς καὶ ὑμνήσαμεν κατὰ τὸ ἔθος. Καὶ χωρισθεὶς ἡμῶν οὐ πολύ, προσηύχετο τῷ Πατρὶ λέγων· «Πάτερ, παρένεγκε ἀπ’ ἐμοῦ
40τὸ ποτήριον· πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν.» Καὶ τοῦτο ποιήσας τρίτον, ἡμῶν ἀπὸ τῆς ἀθυμίας εἰς ὕπνον καταπεσόντων, ἐλθὼν λέγει ἡμῖν· «Ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.»
45 Καὶ ἰδοὺ Ἰούδας καὶ μετ’ αὐτοῦ ὄχλος ἀσεβῶν· καὶ σημεῖον προδοσίας δείκνυσιν αὐτοῖς δόλιον φίλημα, οἱ δὲ δεξάμενοι τὸ σύνθημα, ἐκράτησαν τὸν Κύριον καὶ δέσμιον ποιησάμενοι ἤγαγον εἰς τὴν οἰκίαν Καϊάφα τοῦ ἀρχιερέως, ἐν ᾗ πολὺς συγκεκρότητο οὐ λαός, ἀλλ’ ὄχλος, οὐδὲ πρεσβυ‐

5

.

14

(50)

τέριον ἱερόν, ἀλλὰ συνέδριον παρανόμων καὶ βουλευτήριον ἀσεβῶν· οἱ καὶ πολλὰ ποιησάμενοι κατ’ αὐτοῦ πᾶν εἶδος ὕβρεως οὐ παρέλιπον, ἐμπτύοντες, κερτομοῦντες, τύπτοντες, ῥαπίζοντες, λοιδορούμενοι, αὐτὸν πειράζοντες, μαντείας ἐπιζητοῦντες ἀντὶ προφητείας, εἴρωνα, βλάσφημον, Μωϋσέως
55παραβάτην, ἱεροῦ καθαιρέτην, θυσιῶν ἀναιρέτην, Ῥωμαίων πολέμιον, καίσαρος ἐναντίον ἀποκαλοῦντες. Καὶ ταῦτα μέχρις ὄρθρου βαθέος ἐμπαροινήσαντες αὐτῷ οἱ ταῦροι καὶ οἱ κύνες ἀπάγουσιν αὐτὸν πρὸς Ἄνναν, ὃς ἦν πενθερὸς τοῦ
Καϊάφα· κἀκεῖ τὰ ὅμοια δράσαντες, παρασκευῆς οὔσης,
60τῷ ἄρχοντι τῶν Ῥωμαίων παρέδωκαν αὐτὸν Πιλάτῳ, κατηγοροῦντες αὐτοῦ πολλὰ καὶ βαρέα, ὧν οὐδὲν ἴσχυον ἀπελέγξαι· ἐφ’ οἷς ὁ ἄρχων δυσανασχετήσας ἔλεγεν· «Οὐδεμίαν αἰτίαν κατ’ αὐτοῦ εὑρίσκω.» Οἱ δὲ μάρτυρας δύο ψευδεῖς ἀγαγόντες ἐβούλοντο
65συκοφαντεῖν τὸν Κύριον· ἀσυμφώνων δὲ αὐτῶν εὑρεθέντων εἰς καθοσίωσιν ἀνήγαγον τὸ πρᾶγμα λέγοντες· «Οὗτος ἑαυτὸν λέγει βασιλέα εἶναι, καὶ φόρους καίσαρι κωλύει διδόναι.» Καὶ γίνονται αὐτοὶ κατήγοροι καὶ μάρτυρες καὶ κριταὶ καὶ τῆς ἀποφάσεως ἐξουσιασταὶ λέγοντες· «Σταύ‐
70ρωσον, σταύρωσον αὐτόν», ἵνα πληρωθῇ ὅ τι γέγραπται περὶ αὐτοῦ ἐν τοῖς Προφήταις· «Συνήχθησαν ἐπ’ ἐμὲ μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτήν.» Καὶ πάλιν· «Περιεκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονη‐ ρευομένων περίεσχόν με.» Καὶ ἐν ἑτέροις· «Ἐγένετο ἡ
75κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς.» Ὁ οὖν Πιλᾶτος ἀνανδρίᾳ καταισχύ‐ νας τὴν ἀρχὴν αὐτὸς ἑαυτὸν ἐξελέγχει κακίας, πρὸ τοῦ δικαίου τὰ πλήθη θεραπεύσας, καὶ μαρτυρῶν μὲν αὐτῷ ὡς ἀναιτίῳ, ὡς αἴτιον δὲ κολάσει τοῦτον παραδιδοὺς σταυρῷ,
80καίτοι Ῥωμαίων νόμους τιθεμένων μηδένα ἀνεξέλεγκτον
θνήσκειν. Δήμιοι δὲ παραλαβόντες τὸν τῆς δόξης Κύριον ξύλῳ προσήλωσαν, ἕκτῃ μὲν ὥρᾳ σταυρώσαντες αὐτόν, τρίτῃ δὲ ὥρᾳ τὴν ἀπόφασιν δεξάμενοι τὴν περὶ αὐτοῦ. Ἔπειτα
85ἔδωκαν αὐτῷ ὄξος πιεῖν μετὰ χολῆς, εἶτα τὰ ἱμάτια αὐτοῦ κλήρῳ διεμερίσαντο, εἶτα δύο κακούργους ἐσταύρωσαν σὺν αὐτῷ ἐξ ἑκατέρου μέρους, ἵνα πληρωθῇ τὸ γεγραμμένον· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Καὶ πάλιν· «Διεμερίσαντο τὰ ἱμάτιά
90μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Καὶ ἐν ἄλλοις· «Καὶ μετὰ ἀνόμων ἐλογίσθην.» Ἔπειτα ἐγένετο τρεῖς ὥρας σκότος, ἀπὸ ἕκτης ἕως ἐνάτης, καὶ πάλιν φῶς πρὸς δείλην, καθὼς γέγραπται· «Καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.» καὶ
95περὶ τὴν ἐνάτην ὥραν ἀναβοήσας εἶπεν τῷ Πατρί· «Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες;» Καὶ μετ’ ὀλίγον κράξας φωνῇ μεγάλῃ· «Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν ὃ ποιοῦσιν», καὶ ἐπαγαγών· «Εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου», ἀπέπνευσεν, καὶ θάπτεται πρὸ ἡλίου

5

.

14

(100)

δύσεως ἐν μνημείῳ καινῷ. Ἐπιφωσκούσης δὲ τῆς μιᾶς σαββάτων, ἀναστὰς ἐκ νεκρῶν ἐπλήρωσεν ἐκεῖνα, ἃ καὶ πρὸ τοῦ πάθους ἡμῖν προέλεγεν φάσκων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
105Καὶ ἀναστὰς ἐκ νεκρῶν πρώτῃ μὲν φανεροῦται Μαρίᾳ τῇ Μαγδαληνῇ καὶ Μαρίᾳ τῇ Ἰακώβου, εἶτα καὶ Κλεόπᾳ ἐν τῇ ὁδῷ, καὶ μετὰ τοῦτο ἡμῖν τοῖς μαθηταῖς αὐτοῦ, φεύγουσιν μὲν διὰ τὸν φόβον τῶν Ἰουδαίων, λαθραίως δὲ περιεργαζομένοις τὰ κατ’ αὐτόν. Ταῦτα δὲ καὶ ἐν τῷ
110Εὐαγγελίῳ ἀνεγράφη. Παρήγγειλεν οὖν ἡμῖν αὐτὸς νηστεύειν τὰς ἓξ ἡμέρας ταύτας διὰ τὴν τῶν Ἰουδαίων δυσσέβειαν καὶ παρα‐ νομίαν, πενθεῖν αὐτοὺς καὶ ὀδύρεσθαι παρακελευσάμενος ἐπὶ τῇ ἀπωλείᾳ αὐτῶν· καὶ γὰρ καὶ αὐτὸς αὐτοῖς ἐπεδάκρυσεν,
115ἀγνοήσασι τὸν καιρὸν τῆς ἐπισκοπῆς αὐτῶν· τετράδα δὲ καὶ παρασκευὴν προσέταξεν ἡμῖν νηστεύειν, τὴν μὲν διὰ τὴν προδοσίαν, τὴν δὲ διὰ τὸ πάθος· ἀπονηστεῦσαι δὲ προσέταξεν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀλέκτορος φωνήσαντος, αὐτὸ δὲ νηστεῦσαι τὸ σάββατον, οὐχ ὅτι δεῖ τὸ σάββατον νηστεύειν,
120κατάπαυσιν δημιουργίας ὑπάρχον, ἀλλ’ ὅτι ἐκεῖνο μόνον χρὴ νηστεύειν, τοῦ δημιουργοῦ ἐν αὐτῷ ἔτι ὑπὸ γῆν ὄντος.
Ἐν αὐτῇ γὰρ αὐτῶν τῇ ἑορτῇ κατέσχον τὸν Κύριον. ὅπως πληρωθῇ ἐκεῖνο τὸ φάσκον λόγιον· «Ἔθεντο τὰ σημεῖα αὐτῶν ἐν μέσῳ τῆς ἑορτῆς αὐτῶν, καὶ οὐκ ἔγνω‐
125σαν.» Δεῖ οὖν πενθεῖν ὑπὲρ αὐτῶν, ὅτι ἐλθόντος τοῦ Κυρίου οὐκ ἐπίστευσαν αὐτῷ, ἀλλ’ ἀπεσείσαντο τὴν διδασκα‐ λίαν αὐτοῦ, ἀναξίους κρίναντες ἑαυτοὺς σωτηρίας.

5

.

15

Ὑμεῖς οὖν μακάριοι, οἵ ποτε οὐ λαός, νῦν δὲ ἔθνος ἅγιον ῥυσθὲν ἀπὸ πλάνης εἰδώλων, ἀπὸ ἀγνοίας, ἀπὸ δυσσεβείας· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες διὰ τὴν ὑπακοὴν τῆς καρδίας ὑμῶν. Ὑμῖν γὰρ ἠνοίγη ἡ πύλη
5τῆς ζωῆς τοῖς ἐξ ἐθνῶν, οἵτινές ποτε οὐκ ἠγαπημένοι, νῦν δὲ πεφιλημένοι, λαὸς εἰς περιποίησιν Θεοῦ τεταγμένος τῷ τὰς ἀρετὰς αὐτοῦ ἐξαγγέλλειν, περὶ ὧν εἶπεν ὁ σωτήρ· «Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εἶπα· ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ
10ἐκάλεσαν τὸ ὄνομά μου.» Μὴ ζητήσαντες γὰρ αὐτόν ποτε ἐπεζητήθητε παρ’ αὐτοῦ, καὶ ὑμεῖς πιστεύσαντες εἰς αὐτὸν ὑπηκούσατε τῇ κλήσει αὐτοῦ, καταλείψαντες τὴν πολύθεον μανίαν καὶ τῇ ἀληθεῖ μοναρχίᾳ προσφυγόντες, τῷ παντοκράτορι Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, πλήρωμα τοῦ
15ἀριθμοῦ τῶν σῳζομένων γενόμενοι, μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες, ὡς ἐν τῷ Δαυὶδ γέγραπται. Πρὸς δὲ τὸν Ἰσραὴλ τὸν ἄπιστον λέγει· «Ὅλην τὴν ἡμέραν ἐξεπέ‐ τασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ἐν ὁδῷ οὐ καλῇ, ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν
20αὐτῶν, λαὸν παροξύνοντά με ἐνώπιον ἐμοῦ.»

5

.

16

Βλέπετε οὖν, ὅπως παρώξυνεν ὁ λαὸς τὸν Κύριον, μὴ πιστεύσας αὐτῷ. Διὸ λέγει· «Παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.» Ἀβλεψία γὰρ αὐτοῖς κατεχύθη διὰ τὴν κακόνοιαν αὐτῶν, ὅτι βλέποντες
5τὸν Ἰησοῦν οὐκ ἐπίστευον αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ, τὸν πρὸ πάντων αἰώνων ὑπ’ αὐτοῦ γεγεννημένον, Υἱὸν μονογενῆ, Λόγον Θεόν, ὃν οὐκ ἐπέγνωσαν δι’ ἀπιστίαν, οὔτε διὰ τῶν ἐνεργειῶν αὐτοῦ, οὔτε μὴν διὰ τῶν περὶ αὐτοῦ γεγραμμένων προφητειῶν. Ὅτι γὰρ ἐκ παρθένου γεννη‐
10θήσεται, ἀνεγίνωσκον τὸ «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅτι παιδίον ἐγεννήθη, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυ‐
15ρὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος
αἰῶνος.» Ὅτι δὲ διὰ κακίαν ὑπερβάλλουσαν ἀπειθή‐ σουσιν αὐτῷ, λέγει· «Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Καὶ ἑξῆς· «Ἀχοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε
20καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου.» Διὸ ἤρθη ἀπ’ αὐτῶν ἡ γνῶσις, ὅτι ἰδόντες παρεῖδον καὶ ἀκούσαντες οὐκ ἤκουσαν. Ὑμῖν δὲ τοῖς ἐξ ἐθνῶν ἐδόθη ἡ βασιλεία, ὅτι μὴ γινώ‐ σκοντες Θεὸν διὰ τοῦ κηρύγματος πιστεύσαντες ἔγνωτε
25αὐτόν, μᾶλλον δὲ ἐγνώσθητε ὑπ’ αὐτοῦ διὰ Ἰησοῦ τοῦ σωτῆρος καὶ λυτρωτοῦ τῶν ἐλπιζόντων ἐπ’ αὐτόν. Μετα‐ βάντες γὰρ ἀπὸ τῆς προτέρας ματαιοπόνου συνηθείας καὶ τῶν ἀψύχων εἰδώλων ὑπεριδόντες καὶ τῶν ἐν σκότει δαιμόνων καταφρονήσαντες, προσδραμόντες τε τῷ φωτὶ τῷ ἀληθινῷ
30καὶ ἐπιγνόντες δι’ αὐτοῦ τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν καὶ Πατέρα, κληρονόμοι τῆς αὐτοῦ βασιλείας ἀνεφάνητε. Βαπτισθέντες γὰρ εἰς τὸν τοῦ Κυρίου θάνατον καὶ εἰς τὴν ἀνάστασιν αὐτοῦ, ὡς ἀρτιγέννητα βρέφη ἀνενέργητοι πρὸς πᾶσαν ἁμαρτίαν ὀφείλετε εἶναι· οὐ γάρ ἐστε ἑαυτῶν,
35ἀλλὰ τοῦ ἀγοράσαντος ὑμᾶς τῷ ἑαυτοῦ αἵματι. Περὶ γὰρ τοῦ ποτε Ἰσραὴλ εἶπεν ὁ Κύριος διὰ τὴν ἀπιστίαν αὐτῶν, ὅτι· Ἀρθήσεται ἀπ’ αὐτῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλαδὴ ὅτι ὑμῖν τοῖς ποτε οὖσιν ἀπεξενωμένοις αὐτοῦ μακρὰν δοὺς
40τὴν βασιλείαν, ἐκδέχεται τοὺς τῆς εὐγνωμοσύνης καρπούς. Ὑμεῖς γάρ ἐστε οἵ ποτε ἀποσταλέντες εἰς τὸν ἀμπελῶνα καὶ μὴ ὑπακούσαντες, ἐκεῖνοι δὲ οἱ ὑπακούσαντες· ἀλλὰ ὑμεῖς μὲν μεταμεληθέντες ἐπὶ τῇ ἀντιλογίᾳ ἐργάζεσθε ἐν αὐτῷ νῦν, οἱ δὲ δυσχεράναντες ἐπὶ ταῖς ἑαυτῶν συνθήκαις
45οὐ μόνον ἀνέργαστον κατέλειψαν τὸν ἀμπελῶνα, ἀλλὰ καὶ τοὺς ἐπιτρόπους τοῦ κυρίου τοῦ ἀμπελῶνος ἀπέκτειναν, ὃν μὲν λίθοις, ὃν δὲ ξίφει, καὶ τὸν μὲν ἔπρισαν, τὸν δὲ ἔνδον τοῦ ἱεροῦ ἀνεῖλον μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· ὕστερον δὲ καὶ αὐτὸν τὸν κληρονόμον ἔξω τοῦ ἀμπελῶνος

5

.

16

(50)

ἐκβαλόντες ἀπέκτειναν. Καὶ παρ’ αὐτοῖς μὲν ὡς λίθος ἀχρεῖος ἀπεβλήθη, παρ’ ὑμῶν δὲ ὡς ἀκρογωνιαῖος ἐδέχθη· διὸ λέγει περὶ ὑμῶν· «Λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μου.»

5

.

17

Δεῖ οὖν ὑμᾶς, ἀδελφοί, τοὺς τῷ τοῦ Χριστοῦ ἐξηγορασμένους τιμίῳ αἵματι, τὰς ἡμέρας τοῦ πάσχα ἀκρι‐
βῶς ποιεῖσθαι μετὰ πάσης ἐπιμελείας μετὰ τροπὴν ἰσημε‐ ρινήν, ὅπως μὴ δὶς τοῦ ἐνιαυτοῦ ἑνὸς παθήματος μνείαν
5ποιῆσθε, ἀλλὰ ἅπαξ τοῦ ἔτους τοῦ ἅπαξ ἀποθανόντος, μηκέτι παρατηρούμενοι μετὰ Ἰουδαίων ἑορτάζειν. Οὐδεμία γὰρ κοινωνία ἡμῖν νῦν πρὸς αὐτούς· πεπλάνηνται γὰρ καὶ αὐτὴν τὴν ψῆφον, ἣν νομίζουσιν ἐπιτελεῖν, ὅπως πανταχόθεν ὦσιν πεπλανημένοι καὶ τῆς ἀληθείας ἀπεσχοινισμένοι.
10Ὑμεῖς δὲ φυλάσσεσθε ἀκριβῶς τὴν ἰσημέριον τροπὴν τῆς ἐαρινῆς ὥρας, ἥτις γίνεται δευτέρᾳ καὶ εἰκάδι τοῦ δωδεκάτου μηνός, ὅς ἐστι Δύστρος· ἐπιτηροῦντες ἕως πρώτης καὶ εἰκάδος σελήνης, ὅπως μὴ ἐν ἑτέρᾳ ἑβδομάδι ἐμπέσοι ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης, καὶ πλάνης
15γενομένης ἀγνοίᾳ δὶς τοῦ ἐνιαυτοῦ ἐπιτελέσωμεν τὸ πάσχα, ἢ ἐν ἄλλῃ ἡμέρᾳ ἑορτάσωμεν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀναστάσιμον ἡμέραν, ἀλλ’ ἐν κυριακῇ μόνῃ.

5

.

18

Ἐν ταῖς ἡμέραις οὖν τοῦ πάσχα νηστεύετε, ἀρχό‐ μενοι ἀπὸ δευτέρας μέχρι τῆς παρασκευῆς καὶ σαββάτου, ἓξ ἡμέρας, μόνῳ χρώμενοι ἄρτῳ καὶ ἁλὶ καὶ λαχάνοις καὶ ποτῷ ὕδατι, οἴνου δὲ καὶ κρεῶν ἀπέχεσθε ἐν ταύταις·
5ἡμέραι γάρ εἰσι πένθους, ἀλλ’ οὐχ ἑορτῆς. Τὴν μέντοι
παρασκευὴν καὶ τὸ σάββατον ὁλόκληρον νηστεύσατε, οἷς δύναμις πρόσεστιν τοιαύτη, μηδενὸς γευόμενοι μέχρις ἀλεκτο‐ ροφωνίας νυκτός· εἰ δέ τις ἀδυνατεῖ τὰς δύο συνάπτειν ὁμοῦ, φυλασσέσθω κἂν τὸ σάββατον. Λέγει γάρ που αὐτὸς ὁ Κύριος
10περὶ ἑαυτοῦ φάσκων· «Ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.»

5

.

19

Ἐν ταύταις οὖν ἤρθη ἀφ’ ἡμῶν ὑπὸ τῶν ψευδω‐ νύμων Ἰουδαίων καὶ σταυρῷ προσεπάγη καὶ μετὰ ἀνόμων ἐλογίσθη. Διὸ παραινοῦμεν καὶ ὑμῖν νηστεύειν ταύτας, ὡς καὶ ἡμεῖς ἐνηστεύσαμεν ἐν τῷ ληφθῆναι αὐτὸν
5ἀφ’ ἡμῶν, ἄχρις ἑσπέρας. Ἐν δὲ ταῖς λοιπαῖς ταῖς πρὸ τῆς παρασκευῆς ἐνάτῃ ὥρᾳ ἢ ἑσπέρᾳ ἕκαστος ἐσθιέτω, ἢ ὅπως ἄν τις δύνηται, ἀπὸ δὲ ἑσπέρας πέμπτης μέχρις ἀλεκτορο‐ φωνίας ἀπονηστιζόμενοι. Ἐπιφωσκούσης μιᾶς σαββάτων, ἥτις ἐστὶ κυριακή,
10ἀπὸ ἑσπέρας ἕως ἀλεκτοροφωνίας ἀγρυπνοῦντες καὶ ἐπὶ τὸ αὐτὸ ἐν τῇ ἐκκλησίᾳ συναθροιζόμενοι γρηγορεῖτε, προσευ‐ χόμενοι καὶ δεόμενοι τοῦ Θεοῦ ἐν τῇ διανυκτερεύσει ὑμῶν, ἀναγινώσκοντες τὸν Νόμον, τοὺς Προφήτας, τοὺς Ψαλμοὺς μέχρις ἀλεκτρυόνων κραυγῆς· καὶ βαπτίσαντες ὑμῶν τοὺς
15κατηχουμένους καὶ ἀναγνόντες τὸ Εὐαγγέλιον ἐν φόβῳ καὶ ἐν τρόμῳ καὶ προσλαλήσαντες τῷ λαῷ τὰ πρὸς σωτηρίαν, παύσασθε τοῦ πένθους ὑμῶν καὶ δεήθητε τοῦ Θεοῦ ἐπιστρα‐ φῆναι τὸν Ἰσραὴλ καὶ λαβεῖν αὐτὸν τόπον μετανοίας καὶ τῆς ἀσεβείας ἄφεσιν· Ὅτι ὁ μὲν ἀλλόφυλος κριτὴς νιψά‐
20μενος τὰς χεῖρας εἶπεν· «Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου, ὑμεῖς ὄψεσθε», ὁ δὲ Ἰσραὴλ ἐπεβόησεν· «Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Καὶ Πιλάτου εἰπόντος· «Τὸν βασιλέα ὑμῶν σταυρώσω;» αὐτοὶ ἐπεβόων· «Οὐκ ἔχομεν βασιλέα εἰ μὴ καίσαρα· σταύρωσον,
25σταύρωσον αὐτόν· πᾶς γὰρ ὁ ποιῶν ἑαυτὸν βασιλέα ἀντιλέγει τῷ καίσαρι, καὶ ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ καίσαρος.» Καὶ Πιλᾶτος ὁ ἡγεμὼν καὶ Ἡρώδης ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν σταυρωθῆναι, καὶ πληροῦται τὸ φάσκον λόγιον· «Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν
30κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, καὶ ἀπέρριψαν τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον.» Καὶ αὐτοῦ σταυρωθέντος τῇ παρασκευῇ καὶ ἀναστάντος
35ἐπιφωσκούσης κυριακῆς, ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· «Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονο‐ μήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν.» Καὶ πάλιν· «Νῦν ἀναστή‐ σομαι, λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ καὶ παρρησιάσομαι ἐν αὐτῷ.» Καί· «Σὺ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν
40με, καὶ ἀνταποδώσω αὐτοῖς.» Διὰ τοῦτο οὖν καὶ ὑμεῖς, ἀναστάντος τοῦ Κυρίου, προσενέγκατε τὴν θυσίαν ὑμῶν,
περὶ ἧς ὑμῖν διετάξατο δι’ ἡμῶν λέγων· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», καὶ λοιπὸν ἀπονηστεύετε, εὐφραι‐ νόμενοι καὶ ἑορτάζοντες, ὅτι ἀρραβὼν τῆς ἀναστάσεως ὑμῶν
45Ἰησοῦς ὁ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, καὶ τοῦτο ὑμῖν ἔστω νόμιμον αἰώνιον ἕως τῆς συντελείας τοῦ αἰῶνος, μέχρις ἂν ἔλθῃ ὁ Κύριος. Ἰουδαίοις γὰρ ὁ Κύριος ἔτι τέθνηκεν, Χριστιανοῖς δὲ ἐγήγερται, τοῖς μὲν δι’ ἀπιστίαν, τοῖς δὲ διὰ πληροφορίαν, ὅτι ἡ εἰς αὐτὸν ἐλπὶς ἀθάνατος

5

.

19

(50)

ζωὴ καὶ αἰώνιος.

5

.

20

Μετὰ δὲ ὀκτὼ ἡμέρας ἔστω ὑμῖν πάλιν ἑορτὴ τιμία αὐτὴ ἡ ὀγδόη, ἐν ᾗ δυσπιστοῦντα ἐμὲ Θωμᾶν ἐπὶ τῇ ἀναστάσει ἐπληροφόρησεν, δείξας μοι τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης ἐν τῇ πλευρᾷ τὴν τρῶσιν. Καὶ πάλιν ἀπὸ τῆς
5πρώτης κυριακῆς ἀριθμήσαντες τεσσαράκοντα ἡμέρας, ἀπὸ κυριακῆς ἄχρι πέμπτης ἑορτάσατε τὴν ἑορτὴν τῆς ἀναλήψεως τοῦ Κυρίου, καθ’ ἣν πληρώσας πᾶσαν οἰκονομίαν καὶ διάταξιν ἀνῆλθεν πρὸς τὸν ἀποστείλαντα αὐτὸν Θεὸν καὶ Πατέρα, καθίσας ἐκ δεξιῶν τῆς δυνάμεως καὶ περιμένων, ἕως ἂν
10τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὃς καὶ ἐλεύσεται ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μετὰ δυνάμεως καὶ δόξης πολλῆς, κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καὶ τότε ὄψονται τὸν ἀγα‐
πητὸν Υἱὸν τοῦ Θεοῦ, ὃν ἐξεκέντησαν, καὶ ἐπιγνόντες αὐτὸν
15κόψονται ἐφ’ ἑαυτοῖς φυλὴ κατὰ φυλὴν, καὶ αἱ γυναῖκες αὐτῶν κατ’ ἰδίαν. Καὶ γὰρ καὶ νῦν δεκάτῃ τοῦ Γορπιαίου μηνὸς συναθροιζόμενοι τοὺς Θρήνους Ἱερεμίου ἀναγινώσκουσιν, ἐν οἷς εἴρηται· «Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθο‐
20ραῖς αὐτῶν», καὶ τὸν Βαρούχ, ἐν ᾧ γέγραπται· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδειξεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.»
25Καὶ ὅταν ἀναγνῶσιν, κόπτονται καὶ θρηνοῦσιν, ὡς μὲν αὐτοὶ νομίζουσιν, τὴν ἐρημίαν τὴν ὑπὸ Ναβουχοδονόσορ γενομένην, ὡς δὲ ἡ ἀλήθεια ἔχει, προοίμια ποιοῦνται ἄκοντες τοῦ μέλλοντος αὐτοὺς καταλαμβάνειν πένθους. Μετὰ δὲ δέκα ἡμέρας τῆς ἀναλήψεως, ἥτις ἀπὸ τῆς πρώτης κυριακῆς
30πεντηκοστὴ γίνεται, ἑορτὴ μεγάλη ὑμῖν ἔστω· ἐν αὐτῇ γὰρ ὥρᾳ τρίτῃ ἀπέστειλεν εἰς ἡμᾶς ὁ Κύριος Ἰησοῦς τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος, καὶ ἐπλήσθημεν αὐτοῦ τῆς ἐνεργείας καὶ γλώσσαις καιναῖς ἐλαλήσαμεν, καθὼς ἐκεῖνο ὑπήχει ἐν ἡμῖν, καὶ ἐκηρύξαμεν Ἰουδαίοις τε καὶ ἔθνεσιν, αὐτὸν εἶναι
35τὸν Χριστὸν τοῦ Θεοῦ τὸν ὡρισμένον ὑπ’ αὐτοῦ κριτὴν
ζώντων καὶ νεκρῶν. Τοῦτον Μωϋσῆς μαρτυρῶν ἔλεγεν· «Ἔλαβεν Κύριος παρὰ Κυρίου πῦρ καὶ ἔβρεξεν.» Τοῦτον εἶδεν Ἰακὼβ ὡς ἄνθρωπον καὶ εἶπεν· «Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσω‐
40πον, καὶ ἐσώθη μου ἡ ψυχή.» Τοῦτον Ἀβραὰμ ξενοδοχήσας κριτὴν ὡμολόγει καὶ ἑαυτοῦ Κύριον. Τοῦτον Μωϋσῆς ἐπὶ τῆς βάτου τεθέαται· περὶ τούτου ἐν Δευτερονομίῳ ἔλεγεν· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα
45ἂν λαλήσῃ πρὸς ὑμᾶς· ἔσται δὲ πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς.» Τοῦτον εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ στρατιάρχην τῆς δυνάμεως Κυρίου καθωπλισμένον, σύμμαχον εἰς Ἱεριχώ, ᾧ καὶ πεσὼν προσεκύνησεν, ὡς δοῦλος δεσπότῃ. Τοῦτον

5

.

20

(50)

Σαμουὴλ εἰδὼς Χριστὸν Θεοῦ τοὺς ἱερεῖς καὶ τοὺς βασιλεῖς χριστοὺς ὠνόμαζεν. Τοῦτον Δαυὶδ εἰδὼς ἔψαλλεν τὴν ὑπὲρ αὐτοῦ ᾠδὴν λέγων· «Ὠιδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.» Καὶ ἐπιφέρων εἰς πρόσωπον αὐτοῦ ἔφασκεν· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί
55σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου· τὰ βέλη σου
ἠκονημένα, δυνατέ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως λαοὶ ὑποκάτω σου πεσοῦνται· διὰ τοῦτο ἔχρισέν σε, ὁ
60Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Περὶ αὐτοῦ καὶ ὁ Σολομὼν ἔλεγεν ὡς ἐκ προσώπου αὐτοῦ· «Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν
65γῆν ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Καὶ πάλιν· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.» Περὶ αὐτοῦ καὶ Ἡσαΐας ἔλεγεν· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται.»
70Καὶ· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.» Ζαχαρίας δέ· «Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται σοι δίκαιος καὶ σῴζων, αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.» Τοῦτον Δανιὴλ Υἱὸν ἀνθρώπου εἶναι λέγει ἐρχόμενον
75πρὸς τὸν Πατέρα, καὶ πᾶσαν τὴν κρίσιν καὶ τὴν τιμὴν παρ’ ἐκείνου ὑποδεχόμενον, καὶ λίθον ἀπὸ ὄρους ἄνευ χειρῶν τμηθέντα καὶ γενόμενον εἰς ὄρος μέγα καὶ πληρώσαντα πᾶσαν τὴν γῆν, συντρίβοντα πολυαρχίαν τοπαρχιῶν καὶ πολυθεΐαν ἀθέων, κηρύσσοντα δὲ τὸν ἕνα Θεὸν καὶ χειροτο‐
80νοῦντα τὴν τῶν Ῥωμαίων μοναρχίαν. Περὶ τούτου καὶ Ἱερεμίας προφητεύων ἔλεγεν·
«Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.» Καὶ Ἰεζεκιὴλ δὲ καὶ οἱ καθεξῆς
85προφῆται πανταχοῦ, τοῦτον εἶναι Χριστὸν Κύριον, βασιλέα, κριτήν, νομοθέτην, ἄγγελον τοῦ Πατρός, μονογενῆ Θεόν. Τοῦτον οὖν καὶ ἡμεῖς κηρύσσομεν ὑμῖν καὶ εὐαγγελι‐ ζόμεθα Θεὸν Λόγον, ὑπηρετούμενον τῷ Θεῷ αὐτοῦ καὶ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν· τούτῳ πιστεύοντες
90ζήσεσθε, ἀπιστοῦντες δὲ κολασθήσεσθε. «Ὁ γὰρ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.» Μετὰ οὖν τὸ ἑορτάσαι ὑμᾶς τὴν πεντηκοστὴν ἑορτά‐ σατε μίαν ἑβδομάδα, καὶ μετ’ ἐκείνην νηστεύσατε μίαν·
95δίκαιον γὰρ καὶ εὐφρανθῆναι ἐπὶ τῇ ἐκ Θεοῦ δωρεᾷ καὶ νηστεῦσαι μετὰ τὴν ἄνεσιν. Καὶ γὰρ καὶ Μωϋσῆς καὶ Ἠλίας ἐνήστευσαν τεσσαράκοντα ἡμέρας, καὶ Δανιὴλ τρεῖς ἑβδομάδας ἡμερῶν ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ. Καὶ ἡ μακαρία

5

.

20

(100)

Ἄννα αἰτουμένη τὸν Σαμουὴλ λέγει· «Οἶνον καὶ σίκερα οὐ πέπωκα, καὶ ἐκχεῶ τὴν ψυχήν μου ἐνώπιον Κυρίου.» Καὶ Νινευῖται, νηστεύσαντες τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, τῆς ὀργῆς τὴν πεῖραν ἀπέφυγον, καὶ Ἐσθὴρ καὶ Μαρδοχαῖος καὶ Ἰουδὶθ τὴν τῶν ἀσεβῶν ἐπανάστασιν
105νηστεύσαντες ἀπέφυγον Ὀλοφέρνου καὶ Ἀμάν. Καὶ Δαυὶδ λέγει· «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον.» Καὶ ὑμεῖς οὖν νηστεύ‐
οντες αἰτεῖσθε παρὰ τοῦ Θεοῦ τὰ αἰτήματα ὑμῶν. Μετὰ δὲ τὴν ἑβδομάδα τῆς νηστείας πᾶσαν τετράδα
110καὶ πᾶσαν παρασκευὴν προστάσσομεν ὑμῖν νηστεύειν, καὶ τὴν περισσείαν ὑμῶν τῆς νηστείας πένησιν ἐπιχορηγεῖν. Πᾶν μέντοι σάββατον ἄνευ τοῦ ἑνὸς καὶ πᾶσαν κυριακὴν ἐπιτελοῦντες συνόδους εὐφραίνεσθε· ἔνοχος γὰρ ἁμαρτίας ἔσται ὁ τὴν κυριακὴν νηστεύων, ἡμέραν ἀναστάσεως οὖσαν,
115ἢ τὴν πεντηκοστὴν ἢ ὅλως ἡμέραν ἑορτῆς Κυρίου κατηφῶν·
εὐφρανθῆναι γὰρ δεῖ ἐν αὐταῖς, ἀλλ’ οὐ πενθῆσαι.

6

pin

(1t)

ΒΙΒΛΙΟΝ ϛʹ
2tΠερὶ σχισμάτων
3βʹ. Ὅτι οὔτε βασιλεῦσιν οὔτε ἱερεῦσι θεμιτὸν ἐπανίστασθαι. γʹ. Περὶ τῆς Μωϋσέως ἀρετῆς καὶ ἀπιστίας τοῦ Ἰουδαίων ἔθνους,
5καὶ ὧν ὁ Θεὸς ἐθαυματούργησε δι’ αὐτοῦ. δʹ. Ὅτι ἀποσχίζει οὐχ ὁ τῶν ἀσεβῶν χωριζόμενος, ἀλλ’ ὁ τῶν εὐσεβῶν ἀφιστάμενος. εʹ. Τίνος χάριν ἀπεβλήθη ὁ ψευδώνυμος Ἰσραήλ, ἀπόδειξις ἐκ προφη‐ τικῶν προρρήσεων.
10ϛʹ. Περὶ αἱρέσεων ἰουδαϊκῶν. ζʹ. Ὁπόθεν ἀνεφύησαν αἱ παρὰ χριστιανοῖς αἱρέσεις, καὶ ὅστις αὐτῶν ἀρχηγὸς τῆς ἀσεβείας γεγένηται. ηʹ. Τίνες τῆς Σίμωνος ἀσεβείας διάδοχοι, καὶ οἵων αἱρέσεων κατῆρξαν ἐφ’ ἑξῆς, καὶ τὸ θʹ καὶ τὸ ιʹ κεφάλαιον περιέχει καὶ τὸ κϛʹ τοῦ
15παρόντος κεφαλαίου. θʹ. Ὅπως Σίμων γοητείαις τισὶ πτῆναι θελήσας εὐχαῖς Πέτρου κατενεχθεὶς ἐξ ὕψους κάτω συνετρίβη τοὺς πόδας καὶ τῶν χειρῶν τοὺς τάρσους· ἱστορεῖ Κλήμης, Ἡγήσιππος, Ἰουστῖνος καὶ Εἰρηναῖος.
20ιʹ. Ὅπως αἱ αἱρέσεις καὶ πρὸς ἑαυτὰς καὶ πρὸς τὴν ἀλήθειαν διαφω‐
νοῦσιν. ιαʹ. Ἐξήγησις ἀποστολικοῦ κηρύγματος. ιβʹ. Πρὸς τοὺς Χριστὸν ὁμολογοῦντας, ἰουδαΐζειν δὲ θέλοντας. ιγʹ. Ὅπως χρὴ χωρίζεσθαι τῶν αἱρετικῶν.
25ιδʹ. Τίνες οἱ κηρύξαντες τὴν καθολικὴν διδασκαλίαν, καὶ τίνα τὰ δι’ αὐτῶν παραγγέλματα. Καθολικὴ διδασκαλία. ιεʹ. Ὅτι οὔτε ἀναβαπτίζειν χρὴ οὔτε μὴν παραδέχεσθαι τὸ παρὰ τῶν ἀσεβῶν δοθὲν βάπτισμα· οὐ γὰρ ἔστι βάπτισμα, ἀλλὰ μόλυσμα. ιϛʹ. Περὶ τῶν ἀποκρύφων βιβλίων, ὅτι ψευδεπίγραφα.
30ιζʹ. Περὶ κληρικῶν γαμικὰ παραγγέλματα. ιηʹ. Παραίνεσις κελεύουσα φεύγειν τὴν τῶν ἀσεβῶν αἱρετικῶν κοινω‐ νίαν. ιθʹ. Πρὸς τοὺς φαυλίζοντας τὸν νόμον. κʹ. Τίς ὁ φυσικὸς νόμος καὶ τίς ὁ ἐπείσακτος, καὶ δι’ ἣν αἰτίαν
35ἐπεισήχθη. καʹ. Ὅτι ὑπὸ χάριν ἐσμέν, ἀλλ’ οὐχ ὑπὸ δουλείαν τοῦ ἐπεισάκτου νόμου, οἱ εἰς Χριστὸν πιστεύοντες. κβʹ. Ὅτι ἐπείσακτος ὁ περὶ θυσιῶν νόμος, ὃν περιεῖλε Χριστὸς παρα‐ γενόμενος.
40κγʹ. Πῶς πληρωτὴς τοῦ νόμου γέγονεν Χριστός, καὶ τίνα τούτου ἔπαυσεν ἢ ἐνήλλαξεν ἢ μετέθηκεν. κδʹ. Ὅτι καὶ διὰ Ῥωμαίων εὐδόκησεν ὁ Κύριος τὸν τῆς δικαιοσύνης νόμον ἐπιδείκνυσθαι. κεʹ. Ὡς Θεὸς Ἰουδαίους διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν αἰχμαλώτους
45ποιησάμενος ὑποφόρους κατέστησεν. κϛʹ. Ὅτι φεύγειν χρὴ τοὺς αἱρεσιώτας ὡς ψυχῶν φθορέας καὶ τί
ἑκάστη αἵρεσις δοξάζει, ὁμοίως καὶ ἐν τῷ ηʹ καὶ θʹ καὶ ιʹ κεφαλαίῳ. κζʹ. Περὶ παρατηρημάτων ἰουδαϊκῶν καὶ ἑλληνικῶν, γονορροίας, ὀνει‐ ρώξεως, πλησιασμοῦ, ἀφέδρου, μίξεως νομίμου, τοκετοῦ, ἀπο‐

6

pin

(50)

βολῆς, μώμου σώματος, κηδίας νεκροῦ ἢ ὀστέων, μνήματος ἢ διαφορᾶς βρωμάτων. κηʹ. Περὶ παιδεραστίας, μοιχείας τε καὶ πορνείας καὶ μίξεως ἀλόγων, ὅτι τὰ μὲν ἐστὶ παρὰ φύσιν ἀσεβήματα, τὰ δὲ παράνομα καὶ ἄδικα, καὶ διὰ τί τούτων ἕκαστον ἀπείρηται καὶ κολάζεται.
55κθʹ. Ὅπως χρὴ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσι καὶ τοὺς ἄνδρας στέργειν τὰς ἑαυτῶν γαμετὰς καὶ ὅτι συνερχόμενοι ἀλλήλοις, κἂν μὴ λούσωνται, καθαροί εἰσιν, μοιχὸν δὲ ἢ πόρνον λοῦτρον οὐ καθαίρει. λʹ. Ὅτι ἔθος Ἰουδαίοις τε καὶ Ἕλλησιν παρατηρεῖσθαι τὰς φυσικὰς
60καθάρσεις καὶ τῶν τεθνεώτων τὰ λείψανα βδελύσσεσθαι, Χριστια‐ νῶν δὲ τοῦτο ἀλλότριον, οὓς δεῖ καὶ συνιέναι ἐν τοῖς κοιμητηρίοις
τῶν ἁγίων καὶ ψάλλειν ὑπὲρ τῶν ἐν πίστει κεκοιμημένων.

6

.

1

Πρὸ πάντων φυλάσσεσθε, ὦ ἐπίσκοποι, τὰς δεινὰς καὶ χαλεπὰς καὶ ἀθεμίτους αἱρέσεις, φεύγοντες αὐτὰς ὥσπερ πῦρ φλέγον τοὺς αὐτῷ πλησιάζοντας. Φεύγετε δὲ καὶ τὰ σχίσματα. Οὔτε γὰρ πρὸς ἀνοσίους αἱρέσεις θεμιτὸν ἐκκλῖναι
5τὸν νοῦν, οὔτε τῶν ὁμογνωμόνων χωρίζεσθαι διὰ φιλαρχίαν. Ταῦτα γὰρ καὶ τὸ παλαιόν τινες τολμήσαντες ἐπιχειρῆσαι οὐ διέφυγον τὴν τιμωρίαν. Δαθὰν γὰρ καὶ Ἀβειρὼν ἀντιπρό‐ σωποι γενόμενοι Μωϋσεῖ κατεπόθησαν εἰς γῆν, Κορὲ δὲ καὶ οἱ μετ’ αὐτοῦ διακόσιοι πεντήκοντα, τῷ Ἀαρὼν διαστα‐
10σιάσαντες, πυρὸς παρανάλωμα γεγόνασιν, Μαριὰμ δὲ ὡς ἑλληνοκοίτην ὀνειδίσασα Μωϋσῆν ἔξω τῆς παρεμβολῆς ἀπε‐ βλήθη ἑπτὰ ἡμέρας· ἔλεγεν γάρ, ὅτι γυναῖκα Μωϋσῆς
Αἰθιόπισσαν ἔλαβεν. Οὐ μὴν δὲ ἀλλὰ καὶ Ἀζαρίας ὁ καὶ Ὀζίας, οὗτος δὲ ἦν βασιλεὺς τοῦ Ἰούδα, κατατολμήσας τῆς
15ἱερωσύνης καὶ θυμιάσαι βουληθεὶς τὸ θυμίαμα, ὃ οὐ προσῆκον ἦν αὐτῷ, κωλυόμενος ὑπὸ Ἀζαρίου τοῦ ἀρχιερέως καὶ τῶν ὀγδοήκοντα ἱερέων καὶ μὴ ὑπακούσας, ἐξανέτειλεν λέπραν ἐν τῷ μετώπῳ καὶ ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν ὁ Κύριος.

6

.

2

Προσέχωμεν οὖν, ἀγαπητοί, τί τὸ κλέος τῶν στασιασάντων καὶ ποταπὴ ἡ ἀπόφασις αὐτῶν. Εἰ γὰρ ὁ βασιλεῦσιν ἐπεγειρόμενος κολάσεως ἄξιος, κἂν υἱὸς ᾖ, κἂν φίλος, πόσῳ μᾶλλον ὁ ἱερεῦσιν ἐπανιστάμενος; Ὅσῳ γὰρ
5ἱερωσύνη βασιλείας ἀμείνων, περὶ ψυχῆς ἔχουσα τὸν ἀγῶνα, τοσούτῳ καὶ βαρυτέραν ἔχει τὴν τιμωρίαν ὁ ταύτῃ τολμήσας ἀντομματεῖν, ἤπερ ὁ τῇ βασιλείᾳ. Καίτοιγε οὐδὲ εἶς ἀτιμώρητος· οὔτε γὰρ Ἀβεσσαλὼμ καὶ Ἀβεδδαδὰν ἔμειναν ἀτιμώρητοι, οὔτε Κορὲ καὶ Δαθάν. Οἱ μὲν γὰρ τῷ Δαυὶδ
10περὶ βασιλείας, οἱ δὲ τῷ Μωϋσεῖ περὶ πρωτείων ἐπανέστησαν ἁμιλλώμενοι. Καὶ ἐκακολόγουν ὁ μὲν Ἀβεσσαλὼμ Δαυὶδ τὸν πατέρα ὡς ἄδικον κριτήν, λέγων ἑκάστῳ· «Οἱ λόγοι σου καλοί, καὶ οὐκ ἔστιν ὁ ἀκουσόμενός σου καὶ δικαιώσας
σε· τίς με ποιήσει ἄρχοντα;» Ὁ δὲ Ἀβεδδαδάν·
15«Οὐκ ἔστιν μοι, φησί, μερὶς ἐν Δαυὶδ οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί.» Δῆλον ὡς ἀναξιοπαθῶν ἄρχεσθαι ὑπὸ Δαυίδ, περὶ οὗ εἶπεν ὁ Θεὸς ὅτι· «Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.» Ὁ δὲ Δαθὰν καὶ Ἀβειρὼν καὶ οἱ Κορεῖται
20λέγοντες Μωϋσεῖ· «Μὴ μικρόν, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ γῆς ῥεούσης μέλι καὶ γάλα; Καὶ τί ὅτι ἐξέκοψας τοὺς ὀφθαλμοὺς ἡμῶν; Καὶ σὺ ἄρχεις ἡμῶν;» Καὶ ἐπισυνέστησαν ἐπ’ αὐτὸν ἐκκλησίαν μεγάλην· Καὶ οἱ Κορεῖται· «Μὴ Μωϋσεῖ λελάληκεν μόνῳ ὁ Θεός; Τί
25ὅτι τῷ Ἀαρὼν δέδωκεν τὴν ἀρχιερωσύνην μόνῳ; Οὐχὶ πᾶσα ἡ συναγωγὴ Κυρίου ἁγία; Καὶ τί ὅτι Ἀαρὼν ἱερατεύει μόνος;» Καὶ πρὸ τούτων ἄλλος τις ἔλεγεν· «Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς;»

6

.

3

Καὶ ἐπανέστησαν Μωϋσεῖ τῷ τοῦ Θεοῦ θεράποντι, τῷ παρὰ πάντας ἀνθρώπους πραοτάτῳ καὶ πιστῷ, τῷ τοσαῦτα παρὰ Θεοῦ σημεῖα καὶ τέρατα τῷ λαῷ πεποιηκότι,
τῷ τὰ ἔνδοξα καὶ θαυμαστὰ ἔργα εἰς εὐεργεσίαν αὐτῶν
5τετελεκότι, τῷ ἐπ’ Αἰγυπτίου δεκάπληγον πεπληρωκότι, τῷ τὴν ἐρυθρὰν θάλασσαν διῃρηκότι καὶ ὡς τεῖχος τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν διαστήσαντι καὶ ὡς δι’ ἐρήμου ξηρᾶς τὸν λαὸν ἀγηοχότι καὶ βυθίσαντι Φαραὼ καὶ τοὺς Αἰγυπτίους καὶ πάντας τοὺς παρ’ αὐτῶν μετ’ αὐτῶν, τῷ γλυκάναντι
10πηγὴν αὐτοῖς διὰ ξύλου καὶ ἐκ πέτρας ἀκροτόμου προαγα‐ γόντι αὐτοῖς ὕδωρ διψῶσιν, τῷ ἐξ οὐρανοῦ μαννοδοτήσαντι αὐτοῖς καὶ ἐξ ἀέρος κρεοδοτήσαντι, τῷ ἐν νυκτὶ στῦλον πυρὸς εἰς φωτισμὸν καὶ ὁδηγίαν αὐτοῖς παρεχομένῳ καὶ στῦλον νεφέλης εἰς σκιασμὸν ἡμέρας διὰ τὸν ἐξ ἡλίου
15φλογμόν, τῷ νόμον Θεοῦ ἐκ στόματος καὶ χειρὸς καὶ γραφῆς Θεοῦ ἐν πλαξὶ λιθίναις κεκολαμμένον παρασχομένῳ αὐτοῖς τελείου ἀριθμοῦ δεκάλογον, ᾧ ὁ Θεὸς ἐνώπιος ἐνωπίῳ ὡμίλει, ὡσεί τις λαλήσαι πρὸς τὸν ἑαυτοῦ φίλον, περὶ οὗ εἶπεν· «Καὶ οὐκ ἀνέστη προφήτης ὡς Μωϋσῆς.»
20 Τούτῳ ἐπανέστησαν οἱ Κορεῖται καὶ οἱ Ῥουβηλῖται, καὶ λίθους ἔβαλον κατὰ τοῦ Μωϋσέως προσευχομένου καὶ λέγοντος· «Μὴ πρόσχῃς εἰς τὴν θυσίαν αὐτῶν.» Καὶ ὀφθεῖσα ἡ δόξα τοῦ Θεοῦ τοὺς μὲν εἰς γῆν κατήνεγκεν, τοὺς δὲ πυρὶ κατέφλεξεν. Καὶ οὕτως τοὺς ἀρχηγοὺς τῆς πλάνης
25τοῦ σχίσματος λέγοντας· «Δῶμεν ἀρχηγὸν ἑαυτοῖς», ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν αὐτοὺς καὶ τὰς σκηνὰς αὐτῶν καὶ τὴν ἀποσκευὴν αὐτῶν, καὶ κατῆλθον εἰς ᾅδου ζῶντες, τοὺς δὲ Κορείτας ἀπώλεσεν διὰ πυρός.

6

.

4

Εἰ οὖν τοῖς διὰ φιλαρχίαν ἀποσχίσασιν παραυτίκα ὁ Θεὸς ἐπήγαγεν τὴν τιμωρίαν, πόσῳ μᾶλλον τοῖς αἱρέσεων ἀσεβῶν καθηγησαμένοις; οὐ σφοδροτέραν ἐπάξει τὴν τίσιν βλασφημοῦσιν αὐτοῦ τὴν πρόνοιαν ἢ τὴν δημιουργίαν;
5Ἀλλ’ ὑμεῖς, ἀδελφοί, ἐκ τῆς γραφῆς παιδευόμενοι, φυλάσ‐ σεσθε μὴ ποιεῖν τὰ σχίσματα τῆς γνώμης μήτε μὴν τῆς ἑνώσεως ὑμῶν, ὅτι σκοποὶ ἀπωλείας οἱ δόξης ἀθεμίτου ἄρξαντες καθίστανται τοῖς λαοῖς. Ὁμοίως καὶ οἱ λαϊκοί, τοῖς τῇ γνώμῃ τοῦ Θεοῦ ἐναντία δογματίσασιν μὴ πλησιάζετε
10μηδὲ κοινωνοὶ τῆς ἀσεβείας αὐτῶν γίνεσθε, λέγει γὰρ καὶ ὁ Θεός· «Ἀποσχίσθητε ἐκ μέσου τῶν ἀνδρῶν τούτων, ἵνα μὴ συναπόλησθε αὐτοῖς.» Καὶ πάλιν· «Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς.»

6

.

5

Φευκτέοι γάρ εἰσιν ὡς ἀληθῶς οἱ βλασφημοῦντες Θεόν· οἱ μὲν γὰρ πλεῖστοι τῶν ἀσεβῶν ἄγνοιαν ἔχουσιν Θεοῦ, οὗτοι δὲ κακόνοιαν ὡς θεομάχοι νοσοῦσιν· ἐκ γὰρ τῆς κακίας τῶν αἱρεσιωτῶν ἐξῆλθεν μόλυσμα ἐπὶ πᾶσαν
5τὴν γῆν, ὥς φησιν Ἱερεμίας ὁ προφήτης. Ἀποβληθείσης γὰρ τῆς συναγωγῆς τῆς πονηρᾶς ὑπὸ Κυρίου τοῦ Θεοῦ καὶ
τοῦ οἴκου ἀπορριφέντος ὑπ’ αὐτοῦ, καθώς πού φησιν· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου.» Καὶ πάλιν· «Ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ
10μὴ τμηθῇ οὐδ’ οὐ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.» Ἐγκαταλιπὼν οὖν τὸν λαὸν ὡς σκηνὴν ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλιν πολιορκουμένην, περιελὼν δὲ ἀπ’ αὐτῶν καὶ τὸ
15Πνεῦμα τὸ ἅγιον καὶ τὸν προφητικὸν ὑετόν, ἐπλήρωσεν τὴν αὐτοῦ Ἐκκλησίαν πνευματικῆς χάριτος ὡς ποταμὸν Αἰγύπτου ἐν ἡμέραις νέων, καὶ ὑπερύψωσεν αὐτὴν ὡς οἶκον ἐπ’ ὄρους ἢ ὡς ὄρος ὑπερφερές, ὡς ὄρος τετυρωμένον καὶ ὄρος πῖον, ἐν ᾧ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ·
20καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος. Καὶ ἐν τῷ Ἱερεμίᾳ λέγει· «Θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμῶν.» Καὶ ἐν Ἡσαΐᾳ λέγει· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν.» Ἐπεὶ
25οὖν καὶ τὸν λαὸν ἐγκατέλιπεν, καὶ τὸν ναὸν ἀφῆκεν ἔρημον, σχίσας τὸ καταπέτασμα τοῦ ναοῦ καὶ λαβὼν ἀπ’ αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον· «Ἰδοὺ γάρ, φησίν, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος», καὶ δοὺς ἐφ’ ὑμᾶς τοὺς ἐξ ἐθνῶν τὴν πνευ‐ ματικὴν χάριν, ὡς λέγει διὰ Ἰωὴλ τοῦ προφήτου· «Καὶ
30ἔσται μετὰ ταῦτα, λέγει ὁ Θεός, καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύ‐
ματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται», πᾶσαν γὰρ δύναμιν λόγου καὶ ἐνέργειαν καὶ τὴν τοιάνδε ἐπισκοπὴν
35ἀπάρας ὁ Θεὸς ἐκ τοῦ λαοῦ, εἰς ὑμᾶς τοὺς ἐξ ἐθνῶν ἔθετο. Διὰ γὰρ τοῦτο ζηλώσας καὶ ὁ διάβολος τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν μετέστη εἰς ὑμᾶς, ἐπεγείρας ὑμῖν θλίψεις, διωγμούς, ἀκαταστασίας, βλασφημίας, σχίσματα, αἱρέσεις· ἐκεῖνον γὰρ τὸν λαὸν διὰ τῆς χριστοκτονίας εἰς ἑαυτὸν
40ὑπηγάγετο, ὑμᾶς δὲ ἀποστάντας αὐτοῦ τῆς ματαιότητος ἄλλοτε ἄλλως πειράζει, ὡς καὶ τὸν μακάριον Ἰώβ. Καὶ γὰρ τῷ μεγάλῳ ἀρχιερεῖ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ ἀντέκειτο, καὶ ἡμᾶς πολλάκις ἐξῃτήσατο ἐξυδαρωθῆναι, ὅπως ἐκλείπῃ ἡ πίστις ἡμῶν. Ἀλλ’ ὁ ἡμέτερος Κύριος καὶ διδάσκαλος,
45ἐν δίκῃ καταστήσας αὐτόν, ἔλεγεν αὐτῷ· «Ἐπιτιμήσαι ἐν σοὶ Κύριος, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλε‐ ξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ἐξεσπασμένον ὡς δαλός;» Καὶ ὁ εἰπὼν τότε τοῖς παρεστῶσιν τῷ ἀρχιερεῖ· «Περιέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ’ αὐτοῦ», καὶ ἐπειπών·

6

.

5

(50)

«Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου ἀπὸ σοῦ», οὗτος ἐρεῖ καὶ νῦν, ὡς καὶ πάλαι συνηθροισμένων ἡμῶν ἔλεγεν περὶ
ἡμῶν, ὅτι «Ἐδεήθην, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις ὑμῶν.»

6

.

6

Εἶχεν μὲν οὖν καὶ ὁ ἰουδαϊκὸς ὄχλος αἱρέσεις κακίας. Καὶ γὰρ καὶ Σαδδουκαῖοι ἐξ αὐτῶν οἱ μὴ ὁμολογοῦντες νεκρῶν ἀνάστασιν. Καὶ Φαρισαῖοι οἱ τύχῃ καὶ εἱμαρμένῃ ἐπιγράφοντες τὴν τῶν ἁμαρτανόντων πρᾶξιν. Καὶ Μασβω‐
5θαῖοι οἱ πρόνοιαν ἀρνούμενοι, ἐξ αὐτομάτου δὲ φορᾶς λέγοντες τὰ ὄντα συνεστάναι καὶ ψυχῆς τὴν ἀθανασίαν περικόπτοντες. Καὶ Ἡμεροβαπτισταί, οἵτινες καθ’ ἑκάστην ἡμέραν ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, ἀλλὰ καὶ τὰς κλίνας καὶ
τοὺς πίνακας ἤτοι κρατῆρας καὶ ποτήρια καὶ καθίσματα,
10ἐὰν μὴ καθάρωσιν ὕδατι, οὐδενὶ χρῶνται. Καὶ οἱ ἐφ’ ἡμῶν νῦν φανέντες Ἐβιωναῖοι, τὸν Υἱὸν τοῦ Θεοῦ ψιλὸν ἄνθρωπον εἶναι βουλόμενοι, ἐξ ἡδονῆς ἀνδρὸς καὶ συμπλοκῆς Ἰωσὴφ καὶ Μαρίας αὐτὸν γεννῶντες. Οἱ δὲ τούτων πάντων ἑαυτοὺς χωρίσαντες καὶ τὰ πάτρια φυλάσσοντές εἰσιν
15Ἐσσαῖοι. Ταῦτα μὲν οὖν ἐν τῷ προτέρῳ λαῷ, καὶ νῦν ὁ πονηρός, σοφὸς ὢν τοῦ κακοποιῆσαι καὶ τὸ καλὸν ὅ τι ποτέ ἐστιν ἀγνοῶν, ἐξ ἡμῶν τινας ἐκβαλὼν ἐνήργησεν ἐν αὐτοῖς αἱρέσεις καὶ σχίσματα.

6

.

7

Ἡ δὲ καταρχὴ τῶν νέων αἱρέσεων γέγονεν οὕτως. Σίμωνά τινα ἀπὸ Γιτθῶν οὕτω καλουμένης κώμης Σαμαρέα, τῇ τέχνῃ μάγον, ἐνδυσάμενος ὁ διάβολος ὑπηρέτην τῆς αὐτοῦ
μοχθηρᾶς γνώμης ἐποιήσατο. Ἡνίκα δὲ Φίλιππος ὁ
5συναπόστολος ἡμῶν τῇ τοῦ Κυρίου δόσει καὶ τῇ τοῦ Πνεύμα‐ τος αὐτοῦ ἐνεργείᾳ δυνάμεις ἰαμάτων ἐπετέλει ἐν Σαμαρείᾳ, ὡς καταπλαγέντας τοὺς Σαμαρεῖς εἰς πίστιν ἐλθεῖν τοῦ τῶν ὅλων Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ καὶ βαπτίσασθαι εἰς τὸ ὄνομα αὐτοῦ, ἤδη δὲ καὶ αὐτοῦ τοῦ Σίμωνος σημεῖα καὶ
10τέρατα θεασαμένου ἄνευ μαγγανείας τινὸς γοητικῆς ἐπιτε‐ λούμενα καὶ εἰς θαῦμα καταπεσόντος, καὶ πιστεύσαντος καὶ βαπτισθέντος καὶ προσκαρτεροῦντος τῇ νηστείᾳ καὶ τῇ προσευχῇ· ἀκούσαντες ἡμεῖς τὴν χάριν τοῦ Θεοῦ τὴν ὑπάρξασαν Σαμαρεῦσι διὰ Φιλίππου, παρεγενόμεθα πρὸς
15αὐτοὺς καὶ πολὺ συμβαλλόμενοι τῷ λόγῳ τῆς διδασκαλίας, πᾶσι τοῖς βεβαπτισμένοις ἐπιθέντες τὰς χεῖρας εὐχαῖς τὴν τοῦ Πνεύματος μετουσίαν ἐδωρούμεθα. Ἰδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἡμῶν δίδοται τὸ Πνεῦμα τοῖς πιστεύουσιν, λαβὼν χρήματα προσήνεγκεν
20ἡμῖν λέγων· «Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα κἀγὼ ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα ἅγιον», βουλό‐ μενος, ὡς τὸν Ἀδὰμ τῇ γεύσει τοῦ ξύλου τῆς κατ’ ἐπαγγελίαν ἀθανασίας ἐστέρησεν, οὕτως καὶ ἡμᾶς τῇ λήψει τῶν χρημάτων θέλξας τῆς δόσεως τοῦ Θεοῦ περιγράψαι, ὅπως ἀντικαταλλα‐
25ξάμενοι ἀποδώμεθα αὐτῷ χρημάτων τὴν ἀτίμητον τοῦ
Πνεύματος δωρεάν. Πάντων δὲ ἡμῶν ἐπὶ τούτῳ ταραχθέν‐ των, ἀτενίσας ἐγὼ Πέτρος εἰς τὸν ἐν αὐτῷ κακοῦργον ὄφιν εἶπον τῷ Σίμωνι· «Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων
30κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς ἐν τῷ λόγῳ τούτῳ οὐδὲ κλῆρος ἐν τῇ πίστει ταύτῃ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ· μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον
35ἀδικίας θεωρῶ σε ὄντα.» Ἀλλὰ τότε μὲν ὁ Σίμων ἔμφοβος γενόμενός φησιν· «Παρακαλῶ, δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε.»

6

.

8

Ἡνίκα δὲ ἐξήλθομεν ἐν τοῖς ἔθνεσιν κηρύσσειν εἰς τὸν κόσμον τὸν λόγον τῆς ζωῆς, τότε ἐνήργησεν ὁ διάβολος εἰς τὸν λαόν, ἀποστεῖλαι ὀπίσω ἡμῶν ψευδαποστόλους εἰς βεβήλωσιν τοῦ λόγου· καὶ προεβάλοντο Κλεόβιόν τινα καὶ
5παρέζευξαν τῷ Σίμωνι, οὗτοι δὲ μαθητεύουσιν Δοσιθέῳ τινί,
ὃν καὶ παρευδοκιμήσαντες ἐξώσαντο τῆς ἀρχῆς· εἶτα καὶ ἕτεροι ἑτέρων κατῆρξαν ἐκτόπων δογμάτων, Κήρινθος καὶ Μάρκος καὶ Μένανδρος καὶ Βασιλείδης καὶ Σατορνῖλος. Τούτων οἱ μὲν πολλοὺς θεούς, οἱ δὲ τρεῖς ἐναντίους,
10ἀνάρχους, ἀεὶ συνόντας ἑαυτοῖς, οἱ δὲ ἀπείρους καὶ ἀγνώστους δοξάζουσιν· καὶ οἱ μὲν τὸν γάμον ἀθετοῦσιν, οὐκ εἶναι τοῦ Θεοῦ ἔργον δοξάζοντες, ἄλλοι δέ τινα τῶν βρωμάτων βδελύσσονται, οἱ δὲ ἀναίδην ἐκπορνεύουσιν, οἷοι οἱ νῦν ψευδώνυμοι Νικολαῗται.

6

.

9

Ὁ μέντοι Σίμων ἐμοὶ Πέτρῳ πρῶτον μὲν ἐν Καισαρείᾳ τῇ Στράτωνος, ἔνθα Κορνήλιος ὁ πιστὸς ἐπίστευ‐ σεν ὢν ἐθνικὸς ἐπὶ τὸν Κύριον Ἰησοῦν δι’ ἐμοῦ, συντυχών μοι ἐπειρᾶτο διαστρέφειν τὸν λόγον τοῦ Θεοῦ, συμπαρόντων
5μοι τῶν ἱερῶν τέκνων, Ζακχαίου τοῦ ποτε τελώνου καὶ Βαρνάβα, καὶ Νικήτου καὶ Ἀκύλα ἀδελφῶν Κλήμεντος τοῦ Ῥωμαίων ἐπισκόπου τε καὶ πολίτου, μαθητευθέντος δὲ καὶ
Παύλῳ τῷ συναποστόλῳ ἡμῶν καὶ συνεργῷ ἐν τῷ Εὐαγγε‐ λίῳ· καὶ τρίτον ἐπ’ αὐτῶν διαλεχθεὶς αὐτῷ εἰς τὸν περὶ
10προφήτου λόγον καὶ περὶ Θεοῦ μοναρχίας, ἡττήσας αὐτὸν δυνάμει τοῦ Κυρίου καὶ εἰς ἀφωνίαν καταβαλὼν φυγάδα κατέστησα εἰς τὴν Ἰταλίαν. Γενόμενος δὲ ἐν Ῥώμῃ πολὺ τὴν Ἐκκλησίαν ἔσκυλεν, πολλοὺς ἀνατρέπων καὶ ἑαυτῷ περιποιούμενος, τά
15τε ἔθνη ἐξιστῶν μαγικῇ ἐμπειρίᾳ καὶ δαιμόνων ἐνεργείᾳ, ὡς καί ποτε μέσης ἡμέρας προελθὼν εἰς τὸ θέατρον αὐτῶν, κελεύσας τοῖς δήμοις ἁρπαγῆναι κἀμέ, ἐν τῷ θεάτρῳ ἐπηγγέλλετο πτῆναι δι’ ἀέρος. Πάντων δὲ ἐπὶ τούτῳ μετεώρων τυγχανόντων ἐγὼ προσηυχόμην καθ’ ἑαυτόν, καὶ
20δὴ μετεωρισθεὶς ὑπὸ δαιμόνων ἵπτατο μετάρσιος εἰς ἀέρα, λέγων εἰς οὐρανοὺς ἀνιέναι κἀκεῖθεν αὐτοῖς τὰ ἀγαθὰ ἐπιχορηγήσειν· τῶν δὲ δήμων ἐπευφημούντων αὐτὸν ὡς θεόν, ἐκτείνας ἐγὼ τὰς χεῖρας εἰς οὐρανὸν σὺν αὐτῇ τῇ διανοίᾳ ἱκέτευον τὸν Θεὸν διὰ Ἰησοῦ τοῦ Κυρίου ῥῆξαι τὸν
25λυμεῶνα καὶ τὴν ἰσχὺν τῶν δαιμόνων περικόψαι ἐπ’ ἀπάτῃ καὶ ἀπωλείᾳ ἀνθρώπων κεχρημένων αὐτῇ, ῥάξαντα δὲ μὴ θανατῶσαι, ἀλλὰ συντρῖψαι. Καὶ ὑπολαβών, ἀτενίσας εἶπον τῷ Σίμωνι· «Εἰ Θεοῦ ἄνθρωπος ἐγώ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ ἀληθὴς καὶ
30διδάσκαλος εὐσεβείας, ἀλλ’ οὐ πλάνης, οἷος σὺ Σίμων,
προστάσσω ταῖς πονηραῖς δυνάμεσιν τοῦ τῆς εὐσεβείας ἀποστάτου, ἐφ’ αἷς ὀχεῖται Σίμων ὁ μάγος, ἀφεῖναι τῆς κρατήσεως, ὅπως ἐξ ὕψους κατενεχθῇ εἰς γέλωτα τῶν ἀπατηθέντων ὑπ’ αὐτοῦ.» Καὶ εἰπόντος μου ταῦτα, περι‐
35κοπεὶς τῶν δυνάμεων ὁ Σίμων μετὰ μεγάλου ἤχου κατηνέχθη καὶ ῥαγεὶς πτῶμα ἐξαίσιον συντρίβεται τὸ ἰσχίον καὶ τῶν ποδῶν τοὺς ταρσούς. Καὶ φωνὴ τῶν ὄχλων λέγουσα· «Εἷς Θεός, ὃν Πέτρος δικαίως καταγγέλλει τῇ ἀληθείᾳ μόνον.» Καὶ πολλοὶ ἀπέστησαν ἀπ’ αὐτοῦ, τινὲς δὲ ἄξιοι
40τῆς ἀπωλείας αὐτοῦ ὄντες παρέμειναν αὐτοῦ τῇ μοχθηρᾷ διδασκαλίᾳ. Καὶ οὕτως πρώτη ἐπάγη ἡ τῶν Σιμωνιανῶν ἀθεωτάτη αἵρεσις ἐν Ῥώμῃ, καὶ διὰ τῶν λοιπῶν ψευδα‐ ποστόλων ἐνήργει ὁ διάβολος.

6

.

10

Τούτοις δὲ πᾶσιν ἐπίσης σκοπὸς ἦν εἷς καὶ ὁ αὐτὸς ἀθεότητος, τὸν μὲν παντοκράτορα Θεὸν βλασφημεῖν, ἄγνωστον δοξάζειν καὶ μὴ εἶναι Πατέρα τοῦ Χριστοῦ μηδὲ τοῦ κόσμου δημιουργόν, ἀλλ’ ἄλεκτον, ἄρρητον, ἀκατονό‐
5μαστον, αὐτογένεθλον· Νόμῳ καὶ Προφήταις μὴ χρᾶσθαι, πρόνοιαν μὴ εἶναι, ἀνάστασιν μὴ πιστεύειν, κρίσιν μὴ εἶναι καὶ ἀνταπόδοσιν, ψυχὴν ἀθάνατον μὴ ὑπάρχειν, ἡδονῇ χαίρειν
μόνῃ καὶ πρὸς πᾶσαν θρησκείαν ἀδιαφόρως ἐκκλίνειν. Οἱ μὲν γὰρ πλείους θεοὺς εἶναι λέγουσιν, οἱ δὲ τρεῖς ἀνάρχους,
10οἱ δὲ δύο ἀγεννήτους, οἱ δὲ αἰῶνας ἀπείρους· καὶ οἱ μὲν αὐτῶν ἀγαμίαν διδάσκουσιν καὶ κρεῶν ἀποχὴν καὶ οἴνου, βδελυκτὰ λέγοντες εἶναι καὶ γάμον καὶ παίδων γένεσιν καὶ βρωμάτων μετάληψιν, ἵν’ ὡς σεμνοί τινες τὴν πονηρὰν αὐτῶν γνώμην ὡς ἀξιόπιστον παραδεχθῆναι ποιήσωσιν·
15τινὲς δὲ ἐξ αὐτῶν νομοθετοῦσι κρεῶν ἀπέχεσθαι οὐχ ὡς ἀλόγων ζῴων, ἀλλ’ ὡς λογικὴν ἐχόντων ψυχὴν καὶ φόνου δίκην εἰσπράσσεσθαι μελλόντων τῶν ταῦτα κατατολμώντων σφάζειν. Ἕτεροι δὲ ἐξ αὐτῶν ἔλεγον μόνου δεῖν χοιρείου ἀπέχεσθαι, τὰ δὲ κατὰ νόμον καθαρὰ ἐσθίειν καὶ περιτέμνεσθαι
20νομίμως, πιστεύειν δὲ εἰς Ἰησοῦν ὡς εἰς ὅσιον ἄνδρα καὶ προφήτην· ἄλλοι δὲ ἀναίδην ἐκπορνεύειν καὶ παραχρᾶσθαι τῇ σαρκὶ ἐδίδασκον καὶ διὰ πάσης ἀνοσιουργίας ἰέναι, ὡς οὕτως καὶ μόνως ἐκφεύξεσθαι τὴν ψυχὴν τοὺς κοσμικοὺς ἄρχοντας. Οὗτοι δὲ πάντες τοῦ διαβόλου τυγχάνουσιν ὄργανα
25καὶ υἱοὶ ὀργῆς.

6

.

11

Ἡμεῖς δὲ τέκνα Θεοῦ καὶ υἱοὶ εἰρήνης, τὸν ἱερὸν καὶ εὐθῆ λόγον κηρύσσοντες τῆς εὐσεβείας, ἕνα μόνον Θεὸν καταγγέλλομεν, νόμου καὶ προφητῶν Κύριον, τῶν ὄντων δημιουργόν, τοῦ Χριστοῦ Πατέρα, οὐκ αὐταίτιον καὶ αὐτο‐
5γένεθλον, ὡς ἐκεῖνοι οἴονται, ἀλλ’ ἀΐδιον καὶ ἄναρχον καὶ φῶς οἰκοῦντα ἀπρόσιτον, οὐ δεύτερον ὄντα ἢ τρίτον ἢ πολλοστόν, ἀλλὰ μόνον ἀϊδίως, οὐκ ἄγνωστον ἢ ἄλεκτον, ἀλλὰ διὰ Νόμου καὶ Προφητῶν κηρυσσόμενον, παντοκρά‐ τορα, παντάρχην, παντεξούσιον· Θεὸν καὶ Πατέρα τοῦ
10μονογενοῦς καὶ πρωτοτόκου πάσης δημιουργίας, ἕνα Θεὸν ἑνὸς Υἱοῦ Πατέρα, οὐ πλειόνων, ἑνὸς παρακλήτου διὰ Χριστοῦ καὶ τῶν ἄλλων ταγμάτων ποιητήν· ἕνα δημιουρ‐ γὸν διαφόρου κτίσεως διὰ Χριστοῦ ποιητήν, τὸν αὐτὸν προνοητήν, νομοθέτην δι’ αὐτοῦ, ἀναστάσεως αἴτιον καὶ
15κρίσεως καὶ ἀνταποδόσεως δι’ αὐτοῦ γενόμενον· τοῦτον αὐτὸν καὶ ἄνθρωπον εὐδοκήσαντα γενέσθαι καὶ πολιτευσά‐ μενον ἄνευ ἁμαρτίας καὶ παθόντα καὶ ἀποθανόντα καὶ ἀναστάντα ἐκ νεκρῶν καὶ ἀνελθόντα πρὸς τὸν ἀποστείλαντα. Πᾶν κτίσμα Θεοῦ καλόν φαμεν καὶ οὐδὲν βδελυκτόν,
20πᾶν τὸ πρὸς σύστασιν δικαίως μεταλαμβανόμενον ἄριστον· «Πάντα γὰρ κατὰ τὴν γραφὴν καλὰ λίαν.» Γάμον νόμιμον καὶ παίδων γένεσιν τιμίαν καὶ ἀμόλυντον εἶναι
πιστεύομεν· ἐπ’ αὐξήσει γὰρ τοῦ γένους τῶν ἀνθρώπων διαφορὰ σχημάτων διεπλάσθη ἐν τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ.
25Ψυχὴν ἀσώματον καὶ ἀθάνατον ἐν ἡμῖν ὁμολογοῦμεν, ἀλλ’ οὐ φθαρτὴν ὡς τὰ σώματα, ἀλλ’ ἀθάνατον ὡς λογικὴν καὶ αὐτεξούσιον. Πᾶσαν μίξιν παράνομον καὶ τὴν παρὰ φύσιν γινομένην ὑπό τινων βδελυσσόμεθα ὡς ἀθέμιτον καὶ ἀνοσίαν. Ἀνάστασιν γίνεσθαι ὁμολογοῦμεν δικαίων τε
30καὶ ἀδίκων καὶ μισθαποδοσίαν. Τὸν Χριστὸν οὐ ψιλὸν ἄνθρωπον ὁμολογοῦμεν, ἀλλὰ Θεὸν Λόγον καὶ ἄνθρωπον, μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἀρχιερέα τοῦ Πατρός· οὔτε μὴν μετὰ Ἰουδαίων περιτεμνόμεθα, εἰδότες, ὅτι ἐλήλυθεν ᾧ ἀπέκειτο καὶ δι’ ὃν ἐφυλάσσετο τὰ γένη, ἡ προσδοκία τῶν
35ἐθνῶν, Ἰησοῦς ὁ Χριστὸς ὁ ἐξ Ἰούδα ἀνατείλας, ὁ ἐκ βλαστοῦ υἱός, τὸ ἐξ Ἰεσσαὶ ἄνθος, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου.

6

.

12

Ἀλλ’ ἐπεὶ τότε αὕτη ἡ αἵρεσις ἰσχυροτέρα πρὸς πλάνην ἔδοξεν εἶναι, καὶ τῆς Ἐκκλησίας ὅλης κινδυνευούσης, ἡμεῖς οἱ δώδεκα συνελθόντες εἰς Ἱερουσαλήμ—ἀντὶ γὰρ τοῦ προδότου Ματθίας σὺν ἡμῖν κατεψηφίσθη ἀπόστολος εἶναι,
5λαβὼν τὸν κλῆρον Ἰούδα, ὡς εἴρηται· «Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτεροσ»—ἐπεσκεπτόμεθα ἅμα Ἰακώβῳ τῷ τοῦ Κυρίου ἀδελφῷ, τί γένηται· καὶ ἔδοξεν αὐτῷ τε καὶ τοῖς πρεσβυτέροις λόγους διδασκαλίας προσλαλῆσαι τῷ λαῷ.
Καὶ γάρ τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας εἰς Ἀντιό‐
10χειαν ἐδίδασκον τοὺς ἐκεῖ ἀδελφούς, λέγοντες, ὅτι ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως καὶ τοῖς ἄλλοις ἔθεσιν οἷς διετάξατο περιπατῆτε, οὐ δύνασθε σωθῆναι. Γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης, οἱ ἐν Ἀντιοχείᾳ ἀδελφοί, γνόντες, ὅτι συνεληλύθαμεν πάντες περὶ τούτου
15ζητήσοντες, ἐξαπέστειλαν πρὸς ἡμᾶς ἄνδρας πιστοὺς καὶ τῶν γραφῶν εἰδήμονας, μαθεῖν περὶ τοῦ ζητήματος τούτου. Οἱ δέ, παραγενόμενοι εἰς Ἱερουσαλήμ, ἀνήγγειλαν ἡμῖν τὰ ζητηθέντα καὶ ἐν τῇ Ἀντιοχέων Ἐκκλησίᾳ, ὡς ὅτι τινὲς ἔλεγον, ὅτι δεῖ περιτέμνεσθαι καὶ τὰς ἄλλας ἁγνείας παρα‐
20φυλάττειν. Ἄλλων δὲ ἄλλο τι λεγόντων, ἐγὼ Πέτρος ἀναστὰς εἶπον πρὸς αὐτούς· «Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπί‐ στασθε, ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ Θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ Εὐαγγελίου καὶ πιστεῦσαι· καὶ ὁ καρδιογνώστης Θεὸς
25ἐμαρτύρησεν αὐτοῖς. Κορνηλίῳ γάρ ποτε ἑκατοντάρχῃ ῥωμαϊκῆς ἀρχῆς ὤφθη ἄγγελος Κυρίου καὶ περὶ ἐμοῦ εἶπεν αὐτῷ, ὅπως μεταστείληταί με καὶ ἀκούσῃ ῥήματα ζωῆς ἐκ τοῦ στόματός μου· ὁ δὲ μετεπέμψατό με ἀπὸ Ἰόππης εἰς Καισάρειαν τὴν Στράτωνος. Ὁπότε δὲ
30ἔμελλον πρὸς αὐτὸν ἐκπορεύεσθαι, ἐβουλήθην τροφῆς μεταλαβεῖν· καὶ παρασκευαζόντων, ἤμην ἐν τῷ ὑπερῴῳ προσευχόμενος, καὶ θεωρῶ τὸν οὐρανὸν ἀνεῳγότα καὶ
τέσσαρσιν ἀρχαῖς δεδεμένον σκεῦός τι ὡς ὀθόνην λαμπρὰν καὶ καθιέμενον ἐπὶ τῆς γῆς, ἐν ᾧ ὑπῆρχεν πάντα τὰ
35τετράποδα καὶ τὰ ἑρπετὰ τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ ἐγένετο φωνὴ ἐκ τοῦ οὐρανοῦ πρὸς μὲ λέγουσα· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. Κἀγὼ εἶπον· Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. Καὶ ἐγένετο πάλιν φωνὴ ἐκ δευτέρου λέγουσα·
40Ἃ ὁ Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. Ὡς δὲ διηπόρουν, τί ἂν εἴη τὸ ὅραμα, εἶπέν μοι τὸ Πνεῦμα· Ἰδοὺ ἄνδρες ζητοῦσιν σε· ἀλλὰ ἀναστὰς πορεύθητι σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα
45αὐτούς· οὗτοι δὲ ἦσαν οἱ παρὰ τοῦ ἑκατοντάρχου. Καὶ οὕτως ἀναλογισάμενος ἔγνων τὸ ῥῆμα Κυρίου τὸ γεγραμ‐ μένον, ὅτι «Πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Καὶ πάλιν· «Μνησθήσονται καὶ ἐπιστρα‐ φήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ

6

.

12

(50)

προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» Καὶ ὡς πανταχοῦ περὶ τῆς κλήσεως τῶν ἐθνῶν εἴρηται ἐννοήσας, ἀναστὰς ἐπορεύθην σὺν αὐτοῖς καὶ
55εἰσῆλθον εἰς τὸν οἶκον τοῦ ἀνδρός· καὶ ἔτι μου διαγγέλ‐ λοντος τὸν λόγον, ἐπέπεσεν τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτὸν καὶ ἐπὶ τοὺς παρόντας σὺν αὐτῷ, καθὼς καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ· καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν,
τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Καὶ ἔγνων
60ἐγώ, ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ Θεός, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν· ἐξέστησαν δὲ ἐπὶ τούτῳ καὶ οἱ ἐκ περιτομῆς πιστοί. Νῦν οὖν τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν βαρὺν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν
65οὔτε ἡμεῖς οὔτε οἱ πατέρες ἡμῶν ἰσχύσαμεν βαστάσαι; Ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου πιστεύομεν σωθῆναι, καθ’ ὃν τρόπον κἀκεῖνοι· ἔλυσεν γὰρ ἡμᾶς ὁ Κύριος ἐκ τῶν δεσμῶν καὶ ἠλάφρυνεν τὸ φορτίον ἡμῶν καὶ τὸν ζυγὸν τοῦ βάρους πραότητι ἔλυσεν ἀφ’ ἡμῶν.
70 Ταῦτα δέ μου εἰπόντος, ἐσίγησεν ἅπαν τὸ πλῆθος, ἀπεκρίθη δὲ Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφὸς λέγων· Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο, καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ· καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν
75προφητῶν, καθὼς γέγραπται· «Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον καὶ πάντα τὰ ἔθνη, ἐφ’ οὓς ἐπικέκληται τὸ
80ὄνομά μου ἐπ’ αὐτούς, λέγει Κύριος ὁ ποιῶν ταῦτα.» Γνωστὰ ἀπ’ αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα
αὐτοῦ· διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν, ἀλλ’ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν ἐθνῶν, εἰδωλο‐
85θύτου καὶ πορνείας καὶ αἵματος καὶ πνικτοῦ· ἅπερ καὶ τοῖς παλαιοῖς ἦν νενομοθετημένα τοῖς πρὸ τοῦ νόμου φυσικοῖς, Ἐνώς, Ἐνώχ, Νῶε, Μελχισεδέκ, Ἰὼβ καὶ εἴ τις τοιοῦτος ἐγεγόνει. Τότε ἔδοξεν ἡμῖν τοῖς ἀποστόλοις καὶ τῷ ἐπισκόπῳ
90Ἰακώβῳ καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ Ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ ἡμῶν αὐτῶν πέμψαι σὺν τοῖς περὶ Βαρνάβαν καὶ Παῦλον τὸν τῶν ἐθνῶν ἀπόστολον τὸν Ταρσέα καὶ Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς
95αὐτῶν τάδε· Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. Ἐπειδὴ ἠκούσαμεν, ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς

6

.

12

(100)

ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα, ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένους ἄνδρας ἐκπέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, δι’ ὧν ἐπεστείλατε· ἀπεστάλκαμεν δὲ
105μετ’ αὐτῶν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδοξεν γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν μηθὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες, ἀπέχεσθαι εἰδωλοθύτου καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ
110πράξετε. Ἔρρωσθε.»

6

.

13

Τὴν μὲν οὖν ἐπιστολὴν ἐξαπεστείλαμεν, αὐτοὶ δὲ ἐν ἱκαναῖς ἡμέραις ἐν Ἱεροσολύμοις ἐπεμείναμεν ἅμα συζη‐ τοῦντες πρὸς τὸ κοινωφελὲς εἰς διόρθωσιν. Μετὰ δὲ χρόνον ἱκανὸν ἐπισκεψάμενοι τοὺς ἀδελφοὺς καὶ στηρί‐
5ξαντες αὐτοὺς τῷ λόγῳ τῆς εὐσεβείας, καὶ παρεγγυησάμενοι φεύγειν αὐτοὺς τοὺς ἐπ’ ὀνόματι Χριστοῦ καὶ Μωϋσέως πολεμοῦντας Χριστῷ καὶ Μωϋσεῖ, καὶ ἐν δορᾷ προβάτου τὸν λύκον κατακρύπτοντας. Οὗτοι γάρ εἰσι ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ ψευδαπόστολοι, πλάνοι καὶ φθορεῖς,
10ἀλωπέκων μερίδες καὶ χαμαιζήλων ἀμπέλων ἀφανισταί, δι’ οὓς ψυγήσεται ἡ τῶν πολλῶν ἀγάπη· ὁ δὲ ὑπομείνας εἰς τέλος ἀδιαστρόφως, οὗτος σωθήσεται· περὶ ὧν ἀσφα‐ λιζόμενος ἡμᾶς ὁ Κύριος παρήγγειλεν λέγων· «Ἐλεύσονται πρὸς ὑμᾶς ἄνθρωποι ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσιν
15λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς, προσέχετε ἀπ’ αὐτῶν· ἀναστήσονται γὰρ ψευδόχρι‐ στοι καὶ ψευδοπροφῆται καὶ πλανήσουσι πολλούς.»

6

.

14

Δι’ οὓς καὶ ἡμεῖς νῦν ἐπὶ τὸ αὐτὸ γενόμενοι Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ
5Κανανίτης καὶ Ματθίας ὁ ἀντὶ Ἰούδα καταψηφισθεὶς σὺν ἡμῖν, Ἰάκωβός τε ὁ τοῦ Κυρίου ἀδελφὸς καὶ Ἱεροσολύμων ἐπίσκοπος, καὶ Παῦλος ὁ τῶν ἐθνῶν διδάσκαλος, τὸ σκεῦος τῆς ἐκλογῆς· ἅμα πάντες ἐπὶ τὸ αὐτὸ γενόμενοι, ἐγράψαμεν ὑμῖν τὴν καθολικὴν ταύτην διδασκαλίαν εἰς ἐπιστηρισμὸν
10ὑμῶν τῶν τὴν καθόλου ἐπισκοπὴν πεπιστευμένων, ἐν ᾗ δηλοῦμεν ὑμῖν· Θεὸν παντοκράτορα ἕνα μόνον ὑπάρχειν, παρ’ ὃν ἄλλος οὐκ ἔστιν, καὶ αὐτὸν σέβειν μόνον καὶ προσκυνεῖν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐν τῷ παναγίῳ Πνεύματι, καὶ ταῖς
15ἱεραῖς γραφαῖς χρῆσθαι, Νόμῳ καὶ Προφήταις, γονεῖς τιμᾶν, ἅπασαν ἔκθεσμον πρᾶξιν φεύγειν, ἀνάστασιν πιστεύειν καὶ κρίσιν καὶ ἀνταπόδοσιν προσδοκᾶν· Καὶ τοῖς κτίσμα‐ σιν αὐτοῦ πᾶσιν εὐχαρίστως προσέρχεσθαι ὡς Θεοῦ ἔργοις
καὶ μηδὲν ἐν αὐτοῖς ἔχουσι φαῦλον, καὶ γαμεῖν νομίμως,
20ἄμεμπτος γὰρ ὁ τοιοῦτος γάμος, ὅτι καὶ παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί, καὶ ὁ Κύριος λέγει· «Ὁ ποιήσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ
25ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Μήτε μὴν μετὰ γάμον ἐκβάλλειν ἀκατάγνωστον ἐξέστω. «Φυλάξῃ γάρ, φησίν, τῷ πνεύματί σου καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς, ὅτι αὐτὴ κοινωνὸς βίου σου καὶ λῆμμα πνεύματός σου, καὶ ἐγὼ ἐποίησα καὶ οὐκ ἄλλος.» Φάσκει
30γὰρ ὁ Κύριος, ὅτι «Ἃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» Ἡ γὰρ γυνὴ κοινωνός ἐστι βίου, ἑνουμένη εἰς ἓν σῶμα ἐκ δύο παρὰ Θεοῦ· ὁ δὲ τὸ ἓν ἀνάπαλιν διαιρῶν εἰς δύο ἐχθρὸς δημιουργίας Θεοῦ καὶ προνοίας τῆς ἐκείνου ἀντίπαλος, ὡσαύτως ὁ κατέχων τὴν παραφθαρεῖσαν καὶ
35παραφθείρασαν φύσεως θεσμὸν παράνομος, ἐπείπερ «Ὁ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής· ἀπότεμνε γάρ, φησίν, αὐτήν, ἀπὸ τῶν σαρκῶν σου». Οὐ γάρ ἐστι βοηθός, ἀλλ’ ἐπίβουλος, πρὸς ἄλλον ἀποκλίνασα τὴν διάνοιαν. Μήτε δὲ περιτέμνεσθαι τὴν σάρκα, ἀρκεῖσθαι δὲ πιστοῖς τὴν τῆς
40καρδίας περιτομὴν ἐν πνεύματι· «Περιτμήθητε γάρ, φησίν, τῷ θεῷ ὑμῶν καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν.»

6

.

15

Ὁμοίως καὶ βαπτίσματι ἑνὶ ἀρκεῖσθαι μόνῳ τῷ εἰς τὸν τοῦ Κυρίου θάνατον δεδομένῳ, οὐ τῷ παρὰ τῶν δυσωνύμων αἱρετικῶν, ἀλλὰ τῷ παρὰ τῶν ἀμέμπτων ἱερέων δεδομένῳ, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ
5ἁγίου Πνεύματος. Μήτε δὲ τὸ παρὰ τῶν ἀσεβῶν δεκτὸν ὑμῖν ἔστω, μήτε τὸ παρὰ τῶν ὁσίων ἀκυρούσθω διὰ δευτέρου. Ὡς γὰρ εἷς ὁ Θεὸς καὶ εἷς ὁ Χριστὸς καὶ εἷς ὁ παράκλητος, εἷς δὲ καὶ ὁ τοῦ Κυρίου ἐν σώματι θάνατος, οὕτως ἓν ἔστω καὶ τὸ εἰς αὐτὸν διδόμενον βάπτισμα· οἱ δὲ παρὰ τῶν
10ἀσεβῶν δεχόμενοι μόλυσμα κοινωνοὶ τῆς γνώμης αὐτῶν γενήσονται. Οὐ γάρ εἰσιν ἐκεῖνοι ἱερεῖς· λέγει γὰρ πρὸς αὐτοὺς ὁ Θεός· «Ἐπεὶ καὶ σὺ ἀπώσω γνῶσιν, ἀπώσομαί σε κἀγὼ τοῦ ἱερατεύειν μοι.» Οὔτε μὴν οἱ βαπτισθέντες ὑπ’ αὐτῶν
15μεμύηνται, ἀλλὰ μεμολυσμένοι ὑπάρχουσιν, οὐκ ἄφεσιν ἁμαρτιῶν λαμβάνοντες, ἀλλὰ δεσμὸν ἀσεβείας. Οὐ μὴν δὲ ἀλλὰ καὶ οἱ τοὺς μεμυημένους ἐκ δευτέρου βαπτίζειν πειρώμενοι ἀνασταυροῦσιν τὸν Κύριον, ἀναιροῦσιν αὐτὸν
ἐκ δευτέρου, γελῶσιν τὰ θεῖα, μυκτηρίζουσι τὰ ἅγια, ὑβρί‐
20ζουσι τὸ Πνεῦμα, τὸ αἷμα τὸ ἅγιον ὡς κοινὸν ἀτιμάζουσιν· ἀσεβοῦσιν εἰς τὸν ἀποστείλαντα, εἰς τὸν παθόντα, εἰς τὸν μαρτυρήσαντα. Ἀλλὰ καὶ ὁ ἐκ καταφρονήσεως μὴ βουλόμενος βαπτι‐ σθῆναι ὡς ἄπιστος κατακριθήσεται, καὶ ὀνειδισθήσεται ὡς
25ἀχάριστος καὶ ἀγνώμων· λέγει γὰρ ὁ Κύριος· «Ἐὰν μή τις βαπτισθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Καὶ πάλιν· «Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσε‐ ται.» Ὁ δὲ λέγων, ὅτι ὅταν τελευτῶ βαπτίζομαι, ἵνα
30μὴ ἁμαρτήσω καὶ ῥυπανῶ τὸ βάπτισμα, οὗτος ἄγνοιαν Θεοῦ ἔχει καὶ τῆς ἑαυτοῦ φύσεως ἐπιλήσμων τυγχάνει· «Μὴ ἀναβάλλου γάρ, φησίν, ἐπιστρέψαι πρὸς Κύριον· οὐ γὰρ οἶδας, τί τέξεται ἡ ἐπιοῦσα.» Βαπτίζετε δὲ ὑμῶν καὶ τὰ νήπια, καὶ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ
35Θεοῦ· «Ἄφετε γάρ, φησί, τὰ παιδία ἔρχεσθαι πρὸς μὲ καὶ μὴ κωλύετε αὐτά.»

6

.

16

Ταῦτα πάντα ἐπεστείλαμεν ὑμῖν, ἵνα εἰδέναι ἔχοιτε τὴν ἡμετέραν γνώμην, οἵα τίς ἐστιν. Καὶ τὰ ἐπ’ ὀνόματι ἡμῶν παρὰ τῶν ἀσεβῶν καττυθέντα βιβλία μὴ παραδέχεσθε· οὐ γὰρ τοῖς ὀνόμασιν χρὴ ὑμᾶς προσέχειν τῶν ἀποστόλων,
5ἀλλὰ τῇ φύσει τῶν πραγμάτων καὶ τῇ γνώμῃ τῇ ἀδιαστρόφῳ. Οἴδαμεν γάρ, ὅτι οἱ περὶ Σίμωνα καὶ Κλεόβιον ἰώδη συντάξαντες βιβλία ἐπ’ ὀνόματι Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ περιφέρουσιν εἰς ἀπάτην ὑμῶν τῶν πεφιληκότων Χριστὸν καὶ ἡμᾶς τοὺς αὐτοῦ δούλους. Καὶ ἐν τοῖς
10παλαιοῖς δέ τινες συνέγραψαν βιβλία ἀπόκρυφα Μωϋσέως καὶ Ἐνὼχ καὶ Ἀδάμ, Ἡσαΐου τε καὶ Δαυὶδ καὶ Ἠλίου καὶ τῶν τριῶν πατριαρχῶν, φθοροποιὰ καὶ τῆς ἀληθείας ἐχθρά· τοιαῦτα καὶ νῦν ἐκύησαν οἱ δυσώνυμοι, διαβάλλοντες δημιουργίαν, γάμον, πρόνοιαν, τεκνογονίαν, νόμον, προφή‐
15τας· βάρβαρά τινα ὀνόματα ἐγγράφοντες καὶ ὡς αὐτοί φασιν ἀγγέλων, τὸ δ’ ἀληθὲς εἰπεῖν δαιμόνων τῶν αὐτοῖς ὑπη‐ χούντων. Ὧν ἀποφεύγετε τὴν διδασκαλίαν, ἵνα μὴ μετάσχητε τῆς τιμωρίας τῶν αὐτὰ συγγραψαμένων ἐπ’ ἀπάτῃ καὶ ἀπωλείᾳ τῶν πιστῶν καὶ ἀμέμπτων τοῦ Κυρίου Ἰησοῦ
20μαθητῶν.

6

.

17

Ἐπίσκοπον καὶ πρεσβύτερον καὶ διάκονον εἴπομεν μονογάμους καθίστασθαι, κἂν ζῶσιν αὐτῶν αἱ γαμεταί, κἂν τεθνήκασιν, μὴ ἐξεῖναι δὲ αὐτοῖς μετὰ χειροτονίαν ἢ ἀγάμοις οὖσιν ἔτι ἐπὶ γάμον ἔρχεσθαι, ἢ γεγαμηκόσιν
5ἑτέραις συμπλέκεσθαι, ἀλλ’ ἀρκεῖσθαι ᾗ ἔχοντες ἦλθον ἐπὶ
τὴν χειροτονίαν. Ὑπηρέτας δὲ καὶ ψαλτῳδοὺς καὶ ἀναγνώστας καὶ πυλωροὺς καὶ αὐτοὺς μὲν μονογάμους εἶναι κελεύομεν· εἰ δὲ πρὸ γάμου εἰς κλῆρον παρέλθωσιν, ἐπιτρέ‐ πομεν αὐτοῖς γαμεῖν, εἴγε πρὸς τοῦτο πρόθεσιν ἔχουσιν, ἵνα
10μὴ ἁμαρτήσαντες κολάσεως τύχωσιν. Οὐδενὶ δὲ τῶν ἐν τῷ κλήρῳ κελεύομεν ἢ ἑταίραν ἢ οἰκέτιν ἢ χήραν καὶ ἐκβεβλημένην λαμβάνειν, ὡς καὶ ὁ Νόμος λέγει. Διακό‐ νισσα δὲ γινέσθω παρθένος ἁγνή· εἰ δὲ μήγε, κἂν χήρα μονόγαμος, πιστὴ καὶ τιμία.

6

.

18

Τοὺς μετανοοῦντας προσδέχεσθε, τοῦτο γὰρ θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ· τοὺς κατηχουμένους στοιχειώσαντες βαπτίσατε, τοὺς ἀθέους αἱρεσιώτας ἀμετανοήτως ἔχοντας διαστείλαντες ἀφορίσατε ἀπὸ τῶν πιστῶν καὶ τῆς Ἐκκλησίας
5τοῦ Θεοῦ ἐκκηρύκτους ποιήσατε, καὶ παραγγείλατε τοῖς πιστοῖς παντοίως αὐτῶν ἀπέχεσθαι καὶ μήτε λόγῳ μήτε προσευχαῖς κοινωνεῖν αὐτοῖς. Οὗτοι γάρ εἰσιν ἀντίδικοι καὶ ἐπίβουλοι τῆς Ἐκκλησίας, οἱ διαφθείροντες τὸ ποίμνιον καὶ μολύνοντες τὴν κληρονομίαν, οἱ δοξόσοφοι καὶ παμπόνη‐
10ροι, περὶ ὧν ἔλεγεν Σολομὼν ὁ σοφός, ὅτι δυσσεβοῦντες ὑποκρίνονται εὐσεβεῖν. «Ἔστι γάρ, φησίν, ὁδός, ἣ δοκεῖ
τισιν εὐθὴς εἶναι, τὰ δὲ τελευταῖα αὐτῆς βλέπει εἰς πυθμένα ᾅδου.» Οὗτοί εἰσιν, περὶ ὧν ὁ Κύριος πικρῶς καὶ ἀποτόμως ἀπεφήνατο λέγων, ὅτι εἰσὶν ψευδόχριστοι καὶ
15ψευδοδιδάσκαλοι, οἱ βλασφημήσαντες τὸ Πνεῦμα τῆς χάριτος καὶ ἀποπτύσαντες τὴν παρ’ αὐτοῦ δωρεὰν μετὰ τὴν χάριν, οἷς οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι, οἱ καὶ Ἰουδαίων δυσσεβέστεροι καὶ Ἑλλήνων ἀθεώτεροι· οἱ Θεὸν τὸν ἐπὶ πάντων βλασφημοῦντες καὶ
20τὸν Υἱὸν αὐτοῦ καταπατοῦντες καὶ τὴν διδασκαλίαν τοῦ Πνεύματος διαπτύοντες, οἱ τοὺς θείους λόγους ἀρνούμενοι ἢ μεθ’ ὑποκρίσεως προσποιούμενοι δέχεσθαι, ἐφ’ ὕβρει Θεοῦ καὶ ἀπάτῃ τῶν προσιόντων αὐτοῖς, οἱ τὰς ἱερὰς γραφὰς ἐνυβρίζοντες καὶ τὴν δικαιοσύνην ὅ, τι ποτέ ἐστιν ἀγνοοῦντες,
25οἱ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ διαφθείροντες ὡς ἀλώπεκες μικροὶ ἀμπελῶνα καὶ μερίδες ἀλωπέκων γινόμενοι. Οὓς φεύγειν ὑμᾶς παρακαλοῦμεν, ἵνα μὴ λάβητε βρόχους ταῖς ἑαυτῶν ψυχαῖς· «Ὁ συμπορευόμενος γάρ, φησίν, σοφοῖς σοφὸς ἔσται, ὁ δὲ συμπορευόμενος ἄφροσιν
30γνωσθήσεται.» Οὔτε γὰρ κλέπτῃ δεῖ συντρέχειν, οὐδὲ μετὰ μοιχοῦ μερίδα τίθεσθαι, ἐπείπερ καὶ ὁ ὅσιος Δαυίδ φησιν· «Κύριε, τοὺς μισοῦντάς σε ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην, τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.» Καὶ τῷ Ἰωσαφὰτ ὁ Θεὸς
35ὀνειδίζει διὰ τὴν πρὸς Ἀχαὰβ φιλίαν καὶ συμμαχίαν καὶ
τὴν πρὸς Ὀχοζίαν, λέγων διὰ Ἰοὺ τοῦ προφήτου· «Εἰ ἁμαρτωλῷ σὺ φιλιάζεις ἢ μισουμένῳ ὑπὸ Κυρίου σὺ βοηθεῖς; διὰ τοῦτο ἐξαίφνης ὀργὴ Κυρίου ἐγένετο ἐπὶ σέ, εἰ μὴ ὅτι ἡ καρδία σου εὑρέθη τελεία πρὸς Κύριον, διὰ τοῦτο ἐφείσατό
40σου Κύριος· πλὴν ὅτι διεκόπη τὰ ἔργα σου καὶ συνετρίβησαν αἱ νῆές σου.» Φεύγετε οὖν τῆς κοινωνίας αὐτῶν, καὶ τῆς πρὸς αὐτοὺς εἰρήνης ἀλλότριοι τυγχάνετε· περὶ αὐτῶν γὰρ ὁ προφήτης ἀπεφήνατο, λέγων, ὅτι «Οὐκ ἔστιν χαίρειν τοῖς
45ἀσεβέσιν, λέγει Κύριος.» Οὗτοι γάρ εἰσιν οἱ κρύφιοι λύκοι, οἱ ἐνεοὶ κύνες οἱ οὐ δυνάμενοι ὑλακτεῖν, οἳ νῦν μὲν εἰσὶν ὀλίγοι, προκόψαντος δὲ τοῦ χρόνου καὶ τῆς συντε‐ λείας ἐγγιζούσης πλείονες καὶ χαλεπώτεροι ἔσονται, περὶ ὧν ὁ Κύριος ἔλεγεν, ὅτι «Ἆρα ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν

6

.

18

(50)

εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» Καί· «Διὰ τὸ πλη‐ θυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, καὶ ἐλεύσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα ἐν τῷ οὐρανῷ, ὥστε εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς ἀπατῆσαι.» Ὧν τῆς πλάνης ῥύσεται ἡμᾶς Κύριος ὁ Θεὸς
55διὰ Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν. Καὶ γὰρ καὶ ἡμεῖς, διερχόμενοι τὰ ἔθνη καὶ ἐπιστη‐ ρίζοντες τὰς Ἐκκλησίας, τοὺς μὲν ἐν πολλῇ νουθεσίᾳ καὶ λόγῳ ἰατικῷ ὑγιάσαντες ἐπανηγάγομεν μέλλοντας ὅσον
οὐδέπω θνήσκειν ἀπάτῃ, τοὺς δὲ ἀνιάτως ἔχοντας ἐξεβά‐
60λομεν τῆς ποίμνης, ἵνα μὴ ψωραλέας νόσου μεταδῶσιν καὶ τοῖς ὑγιαίνουσιν ἀρνίοις, ἀλλὰ καθαρὰ καὶ ἄχραντα, ὑγιῆ καὶ ἄσπιλα διαμείνῃ Κυρίῳ τῷ Θεῷ. Καὶ ταῦτα κατὰ πόλιν πανταχοῦ εἰς ὅλην τὴν οἰκουμένην τοῦ κόσμου πεποιή‐ καμεν, καταλιπόντες ὑμῖν τοῖς ἐπισκόποις καὶ τοῖς λοιποῖς
65ἱερεῦσιν τήνδε τὴν καθολικὴν διδασκαλίαν ἀξίως καὶ δικαίως εἰς μνημόσυνον ἐπιστηρισμοῦ τοῖς πεπιστευκόσι Θεῷ, διαπεμψάμενοι διὰ τοῦ συλλειτουργοῦ ἡμῶν Κλήμεντος τοῦ πιστοτάτου καὶ ὁμοψύχου τέκνου ἡμῶν ἐν Κυρίῳ, ἅμα καὶ Βαρνάβᾳ καὶ Τιμοθέῳ τῷ ποθεινοτάτῳ υἱῷ καὶ Μάρκῳ
70τῷ γνησίῳ, σὺν οἷς καὶ Τίτον ὑμῖν γνωρίζομεν καὶ Λουκᾶν, Ἰάσωνά τε καὶ Λούκιον καὶ Σωσίπατρον.

6

.

19

Δι’ ὧν καὶ παρακαλοῦμεν ὑμᾶς ἐν Κυρίῳ, ἀπέ‐ χεσθαι παλαιᾶς συνηθείας καὶ δεσμῶν ματαίων, ἀφορισμῶν, παρατηρήσεων, βρωμάτων διορισμοῦ, βαπτισμάτων καθη‐ μερινῶν· «Τὰ ἀρχαῖα γὰρ παρῆλθεν, ἰδοὺ γέγονεν καινὰ
5τὰ πάντα.» Γνόντες γὰρ Θεὸν διὰ Ἰησοῦ Χριστοῦ καὶ τὴν σύμπασαν αὐτοῦ οἰκονομίαν ἀρχῆθεν γεγενημένην, ὅτι δέδωκεν νόμον ἁπλοῦν εἰς βοήθειαν τοῦ φυσικοῦ, καθαρόν, σωτήριον, ἅγιον, ἐν ᾧ καὶ τὸ ἴδιον ὄνομα ἐγκατέ‐
θετο, τέλειον, ἀνελλειπῆ, δέκα λογίων πλήρη, ἄμωμον,
10ἐπιστρέφοντα ψυχάς, οὗπερ καὶ ἐπιλαθομένους Ἑβραίους ὑπομιμνήσκει διὰ Μαλαχίου τοῦ προφήτου λέγων· «Μνή‐ σθητε νόμου Μωϋσῆ, ἀνθρώπου τοῦ Θεοῦ, ὃς ἐνετείλατο ὑμῖν προστάγματα καὶ δικαιώματα.» Ὃς τοσοῦτόν ἐστιν ἅγιος καὶ δίκαιος, ὡς καὶ τὸν Σωτῆρά ποτε, θερα‐
15πεύσαντα λεπρὸν ἕνα καὶ πάλιν ἐννέα, εἰπεῖν τῷ πρώτῳ· «Πορευθεὶς δεῖξον σεαυτὸν τῷ ἀρχιερεῖ, καὶ προσένεγκε τὸ δῶρον, ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.» Τοῖς δὲ ἐννέα πάλιν· «Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν.» Οὐ γάρ που κατέλυσεν τὸν νόμον, ὡς Σίμων
20δοξάζει, ἀλλ’ ἐπλήρωσεν· λέγει γάρ· «Ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται· οὐ γὰρ ἦλθον, φησίν, καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι.» Καὶ γὰρ καὶ Μωϋσῆς, νομοθέτης ὁμοῦ καὶ ἀρχιερεὺς καὶ προφήτης καὶ βασιλεύς, καὶ Ἠλίας ὁ
25ζηλωτὴς τῶν προφητῶν συνῆσαν ἐν τῇ μεταμορφώσει τοῦ Κυρίου ἐν τῷ ὄρει μάρτυρες αὐτοῦ τῆς ἐνανθρωπήσεως καὶ τῶν παθημάτων, ὡς φίλοι Χριστοῦ καὶ οἰκεῖοι, ἀλλ’ οὐχ ὡς ἐχθροὶ ἢ ἀλλότριοι· ἐξ ὧν δείκνυται, ὅτι καὶ ὁ νόμος
καλὸς καὶ ἅγιος καὶ οἱ προφῆται.

6

.

20

Νόμος δέ ἐστιν ἡ δεκάλογος, ἣν πρὸ τοῦ τὸν λαὸν μοσχοποιῆσαι τὸν παρ’ Αἰγυπτίοις Ἄπιν Θεὸς αὐτοῖς ἐνομοθέτησεν ἀκουστῇ φωνῇ· οὗτος δὲ δίκαιός ἐστιν, διὸ καὶ νόμος λέγεται, διὰ τὸ φύσει δικαίως τὰς κρίσεις ποιεῖσθαι·
5ὃν οἱ περὶ Σίμωνα φαυλίζουσιν, οἰόμενοι, μὴ κριθέντες ὑπ’ αὐτοῦ τὴν κόλασιν ἐκφεύγειν. Οὗτος ὁ νόμος ἀγαθός, ὅσιος, ἀκατανάγκαστος. Φησὶν γάρ· «Ἐὰν δὲ ποιήσῃς μοι θυσιαστήριον, ἐκ γῆς ποιήσεις μοι αὐτό.» Οὐκ εἶπεν· «Ποίησον», ἀλλ’· «Ἐὰν ποιήσῃς»· οὐκ ἀνάγκην περιέθη‐
10κεν, ἀλλὰ τῇ ἐξουσίᾳ ἐπέτρεψεν ἅτε ἐλευθέρᾳ. Οὐ γὰρ θυσιῶν δέεται ὁ Θεός, ἀνενδεὴς ὑπάρχων τῇ φύσει· ἀλλὰ γινώσκων, καθάπερ καὶ ἤδη πρότερον τὸν φιλόθεον Ἄβελ καὶ Νῶε καὶ Ἀβραὰμ καὶ τοὺς καθεξῆς οὐκ αἰτηθέντας, φυσικῷ δὲ νόμῳ κινηθέντας ἀφ’ ἑαυτῶν προσενέγκαι θυσίαν
15Θεῷ ἀπὸ γνώμης εὐχαρίστου, ἐπιτρέπει καὶ νῦν Ἑβραίοις, οὐ προστάσσων, ἀλλ’, εἰ βουληθῶσιν, συγχωρῶν καί, εἰ ἀπὸ ὀρθῆς προσοίσουσι γνώμης, εὐδοκῶν ἐπὶ ταῖς θυσίαις αὐτῶν. Διὰ τοῦτό φησιν· «Εἰ θύειν ἐπιθυμεῖς, οὐ δεομένῳ μοι θῦε.» Οὐδενὸς γὰρ ἐν χρείᾳ καθέστηκα· «Ἐμὴ γάρ
20ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.» Ὁπότε δὲ οἱ τοῦ λαοῦ τούτων ἀμνήμονες ὑπῆρξαν, καὶ μόσχον ἀντὶ Θεοῦ θεὸν ἐπεκαλέσαντο καὶ τούτῳ τὴν αἰτίαν τῆς ἐξ Αἰγύπτου πορείας ἐπέγραψαν λέγοντες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς
25Αἰγύπτου.» Καὶ δυσσεβήσαντες εἰς ὁμοίωμα μόσχου ἐσθίοντος χόρτον ἀπηρνήσαντο Θεὸν τὸν διὰ Μωϋσέως ἐπισκεψάμενον αὐτοὺς ἐν τῇ θλίψει αὐτῶν, τὸν τὰ σημεῖα ἐπὶ χειρὸς καὶ ῥάβδου ποιησάμενον, τὸν τοὺς Αἰγυπτίους δεκαπλήγῳ πατάξαντα, τὸν τὴν ἐρυθρὰν διελόντα θάλασσαν
30εἰς διαιρέσεις ὑδάτων, τὸν διαγαγόντα αὐτοὺς ἐν μέσῳ ὕδατος ὡς ἵππον ἐν πεδίῳ, τὸν τοὺς ἐχθροὺς αὐτῶν καὶ ἐπιβούλους βυθίσαντα, τὸν εἰς Μερρὰν τὴν πικρὰν πηγὴν γλυκάναντα, τὸν ἐκ πέτρας ἀκροτόμου καταγαγόντα ὕδωρ εἰς πλησμονὴν αὐτοῖς, τὸν στύλῳ νεφέλης καὶ στύλῳ πυρὸς
35σκιάζοντα αὐτοῖς διὰ θάλπος ἄμετρον καὶ φωτίζοντα καὶ ὁδηγοῦντα τοὺς οὐκ εἰδότας ὅπου πορευθῶσιν, τὸν ἐξ οὐρανοῦ μαννοδοτήσαντα αὐτοῖς καὶ ἐκ θαλάσσης κρεωδο‐ τήσαντα ὀρτυγομήτραν, τὸν ἐν τῷ ὄρει νομοθετήσαντα αὐτοῖς, οὗ τῆς φωνῆς ἠξιώθησαν ἐπακοῦσαι· τοῦτον
40ἀπηρνήσαντο εἰπόντες τῷ Ἀαρών· «Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν.» Καὶ ἐμοσχοποίησαν χωνευτὸν
καὶ ἔθυσαν τῷ εἰδώλῳ· διὸ ὀργισθεὶς ὁ Θεός, ἅτε ἀχαριστη‐ θεὶς ὑπ’ αὐτῶν, ἔδησεν αὐτοὺς δεσμοῖς ἀλύτοις, στιβώσει φορτισμοῦ καὶ βαρύτητι κλοιοῦ.
45 Καὶ οὐκέτι εἶπεν· ‘Ἐὰν δὲ ποιῇσ‘, ἀλλά· ‘Ποίησον‘ θυσιαστήριον καὶ θῦε διηνεκῶς, ἐπιλήσμων γὰρ τυγχάνεις καὶ ἀχάριστος· ὁλοκαύτει οὖν συνεχῶς, ἵν’ ὑπομιμνήσκῃ μου. Ἐπειδὴ γὰρ τῇ ἐξουσίᾳ κακῶς ἀπεχρήσω, ἀνάγκην ἐπιτίθημί σοι λοιπόν, καὶ βρωμάτων ἀφιστῶ τοιῶνδε καὶ

6

.

20

(50)

ζῴων σοι διαφορὰς καθαρῶν καὶ ἀκαθάρτων διαστέλλομαι, καίτοι παντὸς ζῴου καλοῦ τυγχάνοντος ἅτε ὑπ’ ἐμοῦ γενο‐ μένου. Καὶ ἀφορισμοὺς τοιούσδε σοι προστάσσω, καθα‐ ρισμούς, συνεχῆ βαπτίσματα, ῥαντισμούς, ἁγνείας τοιάσδε, ἀργίας διαφόρους. Καὶ τούτων ἐφ’ ἑκάστῳ, ἐὰν παρα‐
55κούσῃς, τιμωρίαν ὁρίζω ὡς οἰκέτῃ ἀπειθεῖ, ὅπως πιεζόμενος καὶ ὑπὸ τοῦ κλοιοῦ ἀγχόμενος τῆς πολυθέου πλάνης ἐκστῇς, καὶ παρεὶς τὸ ‘Οὗτοι οἱ θεοί σου, Ἰσραήλ‘ ὑπομνησθῇς τὸ ‘Ἄκουε, Ἰσραήλ, Κύριος, ὁ Θεός σου Κύριος εἷς ἐστιν‘, καὶ ἀναδράμῃς ἐπ’ ἐκεῖνον τὸν νόμον τὸν ὑπ’ ἐμοῦ τῇ φύσει
60καταβληθέντα πᾶσιν ἀνθρώποις· ἕνα μόνον ὑπάρχειν Θεὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, καὶ τοῦτον ἀγαπᾶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ ἐξ ὅλης τῆς διανοίας, καὶ πλὴν αὐτοῦ μὴ φοβεῖσθαι ἄλλον, μήτε ὄνομα θεῶν ἑτέρων ἐπὶ διανοίας λαμβάνειν μήτε προφέρειν γλώσσῃ διὰ
65στόματος. Διὰ γὰρ τὴν σκληροκαρδίαν αὐτῶν ἐπέδησεν αὐτούς, ἵνα διὰ τοῦ θύειν καὶ ἀργεῖν καὶ ἁγνίζεσθαι καὶ τὰ τοιάδε παρατηρεῖσθαι εἰς ἔννοιαν ἔλθωσιν τοῦ Θεοῦ τοῦ
ταῦτα διαταξαμένου αὐτοῖς.

6

.

21

Ὑμῶν δὲ τῶν πιστευσάντων εἰς τὸν ἕνα Θεόν, οὐκ ἀπὸ ἀνάγκης, ἀλλ’ ἀπὸ γνώμης ὑγιοῦς ὑπακουσάντων τῷ καλέσαντι· «Μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν»· ἀνείθητε γὰρ τῶν δεσμῶν
5καὶ ἠλευθερώθητε δουλείας. «Οὐκέτι γὰρ φησίν, λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους, ὅτι πάντα, ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν»· ἐκείνοις γὰρ μὴ θελήσασιν ἰδεῖν μήτε ἀκοῦσαι, οὐ στερήσει μορίων, ἀλλὰ κακίας ὑπερβολῇ, «ἔδωκα προστάγματα οὐ καλὰ καὶ δικαιώματα,
10ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς», οὐ καλὰ δὲ τῷ σκοπῷ αὐτῶν, ἐπειδὴ καὶ οἱ καυτῆρες καὶ τὸ ξίφος καὶ τὰ φάρμακα ἐχθρὰ τοῖς οὐχ ὑγιαίνουσιν, ἀφύλακτα δὲ διὰ τὴν αὐτῶν παρακοήν, ὅθεν καὶ θάνατον αὐτοῖς ἐπάγει μὴ φυλασσόμενα.

6

.

22

Ὑμεῖς οὖν μακάριοι, οἱ λυθέντες τῆς κατάρας. Χριστὸς γὰρ παραγενόμενος ὁ τοῦ Θεοῦ Υἱὸς τὸν νόμον κυρώσας ἐπλήρωσεν, τὰ ἐπείσακτα περιεῖλεν, εἰ καὶ μὴ πάντα, ἀλλά γε τὰ βαρύτερα, τὸν μὲν βεβαιώσας, τὰ δὲ
5παύσας· καὶ τὸ αὐτεξούσιον τῶν ἀνθρώπων πάλιν ἀφῆκεν ἐλεύθερον, οὐ προσκαίρῳ θανάτῳ δικάζων, ἀλλ’ ἐν ἑτέρᾳ καταστάσει λογοθετῶν αὐτό. Διὸ λέγει· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἐρχέσθω.» Καὶ πάλιν· «Μὴ καὶ ὑμεῖς
θέλετε ὑπάγειν;»
10 Ἤδη δὲ καὶ πρὸ τῆς παρουσίας αὐτοῦ παρῃτεῖτο τὰς τοῦ λαοῦ θυσίας πολλάκις εἰς αὐτὸν ἐξαμαρτόντος καὶ οἰομένου διὰ θυσιῶν, ἀλλ’ οὐ διὰ μετανοίας αὐτὸν ἐξευμενί‐ ζεσθαι. Λέγει γὰρ οὕτως· «Ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα
15ὑμῶν οὐκ ἔστιν δεκτὰ καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.» Καὶ ἑξῆς· «Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα, ὅτι οὐκ ἐνετειλάμην ὑμῖν, ἡνίκα ἐξήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν.» Καὶ διὰ Ἡσαΐου λέγει· «Τί μοι τὸ
20πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος, πλήρης εἰμὶ ὁλο‐ καυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε ἔτι· ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον,
25θυμίαμα βδέλυγμά μοί ἐστιν, τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν.» Καὶ δι’ ἑτέρου λέγει· «Ἀπόστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ
30ἀκούσομαι.» Καὶ τῷ Σαοὺλ ὁ Σαμουὴλ λέγει θῦσαι νενο‐ μικότι· «Ἀγαθὴ ἀκοὴ ὑπὲρ θυσίαν, καὶ ἀκρόαμα ὑπὲρ στέαρ κριῶν· ἰδοὺ γὰρ οὐ θέλει Κύριος θυσίαν ὡς τὸ εἰσα‐ κούειν αὐτοῦ.» Καὶ διὰ τοῦ Δαυὶδ λέγει· «Οὐ δέξομαι
ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμά‐
35ρους· ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς· μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου.» Καὶ ἐν πάσαις δὲ ταῖς γραφαῖς ὁμοίως τὰς θυσίας αὐτῶν ἀπαναίνεται διὰ τὸ
40ἐξαμαρτεῖν αὐτοὺς εἰς αὐτόν· «Θυσίαι γὰρ ἀσεβῶν βδέλυγμα παρὰ Κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.» Καὶ πάλιν· «Αἱ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἐσθίοντες αὐτὰς μολυνθήσονται.» Εἰ οὖν καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ὑπὲρ θυσίας καρδίαν καθαρὰν
45ἐπεζήτει καὶ πνεῦμα συντετριμμένον, πολλῷ μᾶλλον ἐλθὼν ἔπαυσεν ταύτας, φαμὲν δὴ τὰς δι’ αἱμάτων. Ἔπαυσε δὲ αὐτὰς διὰ τοῦ πρότερον πληρῶσαι· καὶ γὰρ καὶ περιετμήθη καὶ ἐρραντίσθη, θυσίας τε προσήνεγκεν καὶ ὁλοκαυτώσεις καὶ τοῖς ἄλλοις ἐθισμοῖς ἐχρήσατο, καὶ ἐγένετο ὁ νομοθέτης

6

.

22

(50)

αὐτὸς πλήρωμα τοῦ νόμου, οὐκ ἀνελὼν τὸν φυσικὸν νόμον, ἀλλὰ παύσας τὰ διὰ τῆς δευτερώσεως ἐπείσακτα, εἰ καὶ μὴ πάντα.

6

.

23

Τόν τε γὰρ φυσικὸν νόμον οὐκ ἀνεῖλεν, ἀλλ’ ἐβε‐ βαίωσεν. Ὁ γὰρ εἰρηκὼς ἐν τῷ Νόμῳ· «Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν», ὁ αὐτὸς ἐν τῷ Εὐαγγελίῳ λέγει· «Ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν Θεόν», καὶ ὁ εἰρηκώς·
5«Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν», ἐν τῷ Εὐαγγελίῳ λέγει ἀνανεούμενος· «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.» Ὁ φόνον τότε ἀπαγο‐ ρεύσας, νῦν καὶ εἰκαίαν ὀργήν, ὁ μοιχείαν, νῦν καὶ ἐπιθυμίαν ἔκνομον· ὁ λῃστείαν, νῦν ἐμακάρισεν μᾶλλον τὸν ἐξ οἰκείων
10πόνων ἐπιχορηγοῦντα τοῖς δεομένοις, ὁ μῖσος, νῦν καὶ πρὸς ἐχθροὺς ἀγάπην, ὁ ἄμυναν, νῦν ἀνεξικακίαν, οὐκ ἀδίκου τῆς δικαίας ἀμύνης οὔσης, ἀλλὰ κρείττονος τῆς ἀνεξικακίας· οὔτε δὲ τὰ φυσικὰ πάθη ἐκκόπτειν ἐνομοθέτησεν, ἀλλὰ τὴν τούτων ἀμετρίαν.
15 Ὁ γονεῖς προστάξας τιμᾶν αὐτὸς τούτοις ὑπετάγη, ὁ σαββατίζειν δι’ ἀργίας νομοθετήσας διὰ τὴν τῶν νόμων μελέτην νῦν καθ’ ἡμέραν ἐκέλευσεν ἡμᾶς, ἀναλογιζομένους δημιουργίας καὶ προνοίας νόμον, εὐχαριστεῖν τῷ Θεῷ. Τὴν περιτομὴν ἔπαυσεν, εἰς ἑαυτὸν πληρώσας· αὐτὸς
20γὰρ ἦν «ᾧ ἀπέκειτο ἡ προσδοκία τῶν ἐθνῶν». Ὁ εὐορκεῖν νομοθετήσας καὶ τὸ ἐπιορκεῖν ἀπαγορεύσας τὸ μηδ’ ὀμνῦναι παρήγγειλεν. Τὸ βάπτισμα, τὴν θυσίαν, τὴν ἱερωσύνην, τὴν τοπικὴν λατρείαν ἑτέρως μετεποίησεν, ἀντὶ μὲν καθημερινοῦ ἓν μόνον δοὺς βάπτισμα τὸ εἰς τὸν
25αὐτοῦ θάνατον, ἀντὶ δὲ μιᾶς φυλῆς ἀφ’ ἑκάστου ἔθνους προστάξας τοὺς ἀρίστους εἰς ἱερωσύνην προχειρίζεσθαι, καὶ
οὐ τὰ σώματα μωμοσκοπεῖσθαι, ἀλλὰ θρησκείαν καὶ βίους· ἀντὶ θυσίας τῆς δι’ αἱμάτων τὴν λογικὴν καὶ ἀναί‐ μακτον καὶ τὴν μυστικήν, ἥτις εἰς τὸν θάνατον τοῦ Κυρίου
30συμβόλων χάριν ἐπιτελεῖται, τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος· ἀντὶ δὲ τοπικῆς λατρείας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ προσέ‐ ταξεν δοξάζεσθαι αὐτὸν καὶ ἐδικαίωσεν. Οὐ νόμον οὖν περιεῖλεν ἀφ’ ἡμῶν, ἀλλὰ δεσμά· περὶ
35γὰρ τοῦ νόμου καὶ Μωϋσῆς λέγει· «Μελετήσεις τὸ ῥῆμα, ὃ ἐγώ σοι ἐντέλλομαι, καθήμενος ἐν οἴκῳ καὶ ἀνιστάμενος καὶ περιπατῶν ἐν ὁδῷ.» Καὶ ὁ Δαυὶδ λέγει· «Ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.» Πανταχοῦ γὰρ ἐννόμους
40ἡμᾶς εἶναι βούλεται, ἀλλ’ οὐχὶ παρανόμους· «Μακάριοι γάρ, φησίν, οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅδῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.» Καὶ πάλιν· «Μακάριοί ἐσμεν, Ἰσραήλ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ γνωστὰ ἡμῖν ἐστιν.»
45Καὶ ὁ Κύριός φησιν· «Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά.»

6

.

24

Οὐ μόνον δὲ τὸν τῆς δικαιοσύνης νόμον δι’ ἡμῶν ἐπιδείκνυσθαι βούλεται, ἀλλὰ καὶ διὰ Ῥωμαίων εὐδόκησεν αὐτὸν φαίνεσθαι καὶ λάμπειν· καὶ γὰρ καὶ οὗτοι πιστεύσαντες
ἐπὶ τὸν Κύριον καὶ πολυθεΐας ἀπέστησαν καὶ ἀδικίας, καὶ
5τοὺς ἀγαθοὺς ἀποδέχονται καὶ τοὺς φαύλους κολάζουσιν. Ἰουδαίους δὲ ὑποφόρους ἔχουσιν καὶ τοῖς ἰδίοις δικαιώμα‐ σιν οὐκ ἐῶσιν κεχρῆσθαι, ἐπειδὴ καὶ ἑκούσιον ἐπεσπά‐ σαντο τὴν δουλείαν εἰπόντες· «Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα», καί· «Ἐὰν μὴ ἀποκτείνωμεν, φησίν, τὸν
10Χριστόν, πάντες εἰς αὐτὸν πιστεύσουσιν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.» Καὶ ἄκοντες προεφήτευσαν· καὶ γὰρ καὶ ἐπίστευσαν εἰς αὐτὸν τὰ ἔθνη, καὶ αὐτοὶ ὑπὸ Ῥωμαίων τῆς ἐξουσίας περιῃρέθησαν καὶ τῆς νομικῆς λατρείας, κεκωλυμένοι δέ
15εἰσι καὶ ἀναιρεῖν οὓς ἂν θέλωσι καὶ θύειν ὅτε θέλωσιν. Διὸ καὶ εἰσὶν ἐπικατάρατοι, μὴ δυνάμενοι ποιεῖν τὰ διατεταγμένα· «Ἐπικατάρατος γάρ, φησίν, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.» Ἀδύνατον δέ ἐστιν ἐν διασπορᾷ μεταξὺ
20ἐθνῶν ὄντας πάντα τὰ τοῦ νόμου ἐπιτελεῖν αὐτούς· ἀπαγο‐ ρεύει γὰρ αὐτοῖς ὁ θεῖος Μωϋσῆς.

6

.

25

Ἑπόμενοι οὖν Χριστῷ τὰς εὐλογίας κληρονομή‐ σωμεν, νόμῳ καὶ προφήταις διὰ τοῦ Εὐαγγελίου στοιχήσωμεν, φύγωμεν τοὺς πολυθέους καὶ τοὺς χριστοκτόνους καὶ προ‐ φητοφόντας καὶ τοὺς δυσωνύμους καὶ ἀθέους αἱρεσιώτας·
5Πειθαρχήσωμεν Χριστῷ ὡς βασιλεῖ, ὡς ἐξουσίαν ἔχοντι
μετατιθέναι διατάξεις διαφόρους, καὶ ἔχοντι ὡς νομοθέτῃ σοφίαν τοῦ διατάσσεσθαι διαφόρως, τῶν φυσικῶν πανταχοῦ ἀμεταθέτων φυλασσομένων.

6

.

26

Ἀπέχεσθε οὖν αἱρεσιωτῶν πάντων, ὦ ἐπίσκοποι καὶ λαϊκοί, τῶν φαυλιζόντων τὸν Νόμον καὶ τοὺς Προφήτας. Θεῷ γὰρ παντοκράτορι ἐχθραίνοντες ἀπειθοῦσι, καὶ Χριστὸν οὐχ ὁμολογοῦσιν Υἱὸν Θεοῦ· ἀρνοῦνται γὰρ καὶ τὴν κατὰ
5σάρκα αὐτοῦ γέννησιν, τὸν σταυρὸν ἐπαισχύνονται, τὸ πάθος καὶ τὸν θάνατον ἀδοξοῦσι, τὴν ἀνάστασιν ἀγνοοῦσι, τὴν πρὸ αἰώνων αὐτοῦ γέννησιν περικόπτουσιν. Τινὲς δὲ ἐξ αὐτῶν ἑτέρως ἀσεβοῦσι, ψιλὸν ἄνθρωπον εἶναι φανταζόμενοι τὸν Κύριον, ἐκ ψυχῆς καὶ σώματος αὐτὸν εἶναι νομίζοντες·
10ἕτεροι δὲ ἐξ αὐτῶν αὐτὸν εἶναι τὸν Ἰησοῦν τὸν ἐπὶ πάντων Θεὸν ὑποπτεύουσιν, αὐτὸν ἑαυτοῦ πατέρα δοξάζοντες, αὐτὸν Υἱὸν καὶ παράκλητον ὑποπτεύοντες· ὧν τί ἂν εἴη ἐναγέστε‐ ρον; Ἄλλοι δ’ αὖ πάλιν ἐξ αὐτῶν βρώματά τινα φαυλί‐ ζουσιν, καὶ γάμον κακὸν σὺν παιδοποιΐᾳ λέγουσιν εἶναι
15διαβόλου τε μηχάνημα· καὶ διὰ τὴν πονηρίαν αὐτῶν, ἀσεβεῖς ὄντες, οὐ θέλουσιν ἐκ νεκρῶν ἀναστῆναι, διὸ καὶ τὴν ἀνάστα‐ σιν διαβάλλουσιν, φάσκοντες, ὅτι σεμνοί τινες ἐσμὲν ἐσθίειν καὶ πίνειν μὴ βουλόμενοι, δαιμόνια δὲ ἄσαρκα φανταζόμενοι ἐκ νεκρῶν ἀναστήσεσθαι· οἵτινες καταδικασθήσονται δι’
20αἰῶνος ἐν τῷ αἰωνίῳ πυρί. Φεύγετε οὖν ἀπ’ αὐτῶν, ἵνα μὴ
συναπόλησθε ταῖς αὐτῶν ἀσεβείαις.

6

.

27

Εἰ δέ τινες παρατηρούμενοι φυλάσσουσιν ἔθιμα ἰουδαϊκά, γονορροίας, ὀνειρώξεις, πλησιασμοὺς τοὺς κατὰ νόμον, λεγέτωσαν ἡμῖν, εἰ ἐν αἷς ὥραις ἢ ἡμέραις ἕν τι τούτων ὑπομείνωσιν παρατηροῦνται προσεύξασθαι ἢ εὐχα‐
5ριστίας μεταλαβεῖν ἢ βιβλίου θίγειν, καὶ ἐὰν συνθῶνται, δῆλον ὡς τοῦ ἁγίου Πνεύματος κενοὶ τυγχάνουσιν τοῦ ἀεὶ παραμένοντος τοῖς πιστοῖς· περὶ γὰρ τῶν ὁσίων λέγει ὁ Σολομών, ἵν’ ἕκαστος εὐτρεπίζῃ, ὅπως «Ὅταν καθεύδῃ, φυλάσσῃ αὐτὸν καί, ὡς ἂν ἐγείρηται, συλλαλῇ αὐτῷ.»
10Εἰ γὰρ νομίζεις, ὦ γύναι, ἑπτὰ ἡμέρας ἐν ἀφέδρῳ οὖσα τοῦ ἁγίου Πνεύματος κενὴ τυγχάνειν, ἄρα τελευτήσασα ἐξαίφνης κενὴ Πνεύματος καὶ ἀπαρρησίαστος τῆς πρὸς Θεὸν ἐλπίδος ἀπελεύσῃ. Ἢ τὸ μὲν Πνεῦμα ἔχεις πάντως ἀχώ‐ ριστον ἅτε μὴ ἐν τόπῳ ὄν, δεῖ δέ σοι προσευχῆς καὶ εὐχα‐
15ριστίας καὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως, ὡς οὐδὲν ἐν τούτῳ παρανομοῦσα. Οὔτε γὰρ νόμιμος μίξις οὔτε λέχος οὔτε αἵματος φορά, οὐκ ὀνείρωξις μιᾶναι δύναται ἀνθρώπου φύσιν ἢ τὸ ἅγιον Πνεῦμα χωρίσαι, ἢ μόνη ἀσέβεια καὶ παράνομος πρᾶξις. Τὸ γὰρ ἅγιον Πνεῦμα τοῖς κεκτημέ‐
20νοις αὐτὸ ἀεὶ παράμονόν ἐστιν, ἕως ἂν ὦσιν ἄξιοι, καὶ ὧν ἂν χωρισθῇ, τούτους ἐρήμους καθίστησιν καὶ τῷ πονηρῷ πνεύματι ἐκδότους. Πᾶς δὲ ἄνθρωπος ὁ μὲν τῷ Πνεύματι πεπλήρωται τῷ
ἁγίῳ, ὁ δὲ τῷ ἀκαθάρτῳ, καὶ οὐχ οἷόν τε φυγεῖν αὐτῶν
25ἑκάτερον, εἰ μὴ ἐναντίον τι πάθωσιν· ὅ τε γὰρ παράκλητος μισεῖ πᾶν ψεῦδος, ὅ τε διάβολος πᾶσαν ἀλήθειαν. Πᾶς δὲ βεβαπτισμένος κατὰ ἀλήθειαν τοῦ μὲν διαβολικοῦ πνεύ‐ ματος κεχώρισται, τοῦ δὲ ἁγίου Πνεύματος ἐντὸς καθέστη‐ κεν· καὶ ἀγαθοεργοῦντι μὲν παραμένει τὸ Πνεῦμα τὸ
30ἅγιον, πληροῦν αὐτὸν σοφίας καὶ συνέσεως, καὶ τὸ πονηρὸν πνεῦμα οὐκ ἐᾷ αὐτῷ πλησιάσαι, ἐπιτηροῦν αὐτοῦ τὰς ἐφόδους. Σὺ οὖν, ὦ γύναι, καθὼς λέγεις, εἰ ἐν ταῖς ἡμέραις τῆς ἀφέδρου κενὴ τυγχάνεις τοῦ ἁγίου Πνεύματος, τοῦ ἀκαθάρτου πεπλήρωσαι. Μὴ προσευχομένη γὰρ μηδὲ
35ἀναγινώσκουσα ἄκοντα αὐτὸν προσκαλέσῃ· φιλεῖ γὰρ οὗτος τοὺς ἀχαρίστους, εἰ καί τις ἄλλος, τοὺς ῥᾳθύμους, τοὺς ἀμελεῖς, τοὺς ὑπνώδεις, ἐπειδὴ καὶ αὐτὸς ἀχαριστίᾳ κακό‐ νοιαν νοσήσας ἐγυμνώθη παρὰ Θεοῦ τῆς ἀξίας, ἀντὶ ἀρχαγγέ‐ λου διάβολος αἱρησάμενος εἶναι.
40 Διὸ καὶ τῶν ματαίων ἀπόσχου λόγων, ὦ γύναι, καὶ ἔσο μεμνημένη πάντοτε Θεοῦ τοῦ σε δημιουργήσαντος καὶ προσεύχου τούτῳ, ἐστὶν γὰρ σοῦ καὶ τῶν ὅλων Κύριος· καὶ μελέτα τοὺς αὐτοῦ νόμους, μηθὲν παρατηρουμένη, μὴ κάθαρσιν φυσικήν, μὴ μίξιν νόμιμον, μὴ τοκετὸν ἢ ἀποβολήν,
45μὴ μῶμον σώματος, ἐπείπερ τὰ τοιαῦτα παρατηρήματα μωρῶν ἀνθρώπων ἐφευρέματα μάτια καὶ νοῦν οὐκ ἔχοντα. Οὔτε δὲ κῆδος ἀνθρώπου οὔτε ὀστέον νεκροῦ οὔτε
μνῆμα οὔτε τοιόνδε βρῶμα οὔτε ὀνειρωγμὸς μιᾶναι δύναται ἀνθρώπου ψυχήν, ἀλλὰ μόνη ἀσέβεια ἡ εἰς Θεὸν καὶ παρα‐

6

.

27

(50)

νομία καὶ ἡ εἰς τὸν πλησίον ἀδικία, λέγω δὴ ἁρπαγὴ ἢ βία ἢ εἴ τι ἐναντίον τῆς αὐτοῦ δικαιοσύνης, μοιχεία ἢ πορνεία.

6

.

28

Ὅθεν τὰ τοιαῦτα περιϊστάμενοι παρατηρήματα φεύγετε, ἀγαπητοί· ἑλληνικὰ γὰρ τυγχάνει. Οὔτε γὰρ τὸν τεθνεῶτα βδελυσσόμεθα, ὡς ἐκεῖνοι, ἐλπίζοντες αὐτὸν πάλιν ἀναβιῶναι, οὔτε τὴν νόμιμον μίξιν κακίζομεν· ἔθος γὰρ
5αὐτοῖς τὰ τοιαῦτα ἀσεβεῖν. Θεοῦ γὰρ γνώμῃ ἀνδρὸς καὶ γυναικὸς συνέλευσις γίνεται ἡ μετὰ δικαιοσύνης· ὁ ποιήσας γὰρ ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, καὶ εὐλόγησεν αὐτοὺς καὶ εἶπεν· «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν.» Εἰ τοίνυν Θεοῦ βουλήσει
10παραλλαγὴ σχημάτων γέγονεν πρὸς γένεσιν πλήθους, ἄρα κατὰ τὴν αὐτοῦ γνώμην καὶ ἡ συνέλευσις τοῦ ἄρρενος πρὸς τὸ θῆλυ, οὐκέτι δὲ καὶ ἡ παρὰ φύσιν βδελυκτὴ μῖξις ἢ ἡ παράνομος πρᾶξις, ἐχθρὰ Θεοῦ ὑπάρχουσα. Καὶ γὰρ παρὰ φύσιν ἐστὶν ἡ Σοδομιτῶν ἁμαρτία καὶ ἡ πρὸς ἄλογα,
15παράνομον δὲ μοιχεία καὶ πορνεία, ὧν δὴ τὰ μὲν ἀσεβήματα, τὰ δὲ ἀδικία καὶ τὸ τελευταῖον ἁμαρτήματα, οὐδέτερον δὲ αὐτῶν ἀτιμώρητον κατὰ τὴν οἰκείαν διάθεσιν. Οἵ τε γὰρ πρῶτοι διάλυσιν κόσμου μηχανῶνται, τὰ κατὰ φύσιν
παρὰ φύσιν ἐπιχειροῦντες ποιεῖν· οἱ δὲ δεύτεροι οἱ μὲν
20ἀδικοῦσιν ἀλλοτρίους γάμους φθείροντες καὶ τὸ ὑπὸ Θεοῦ γενόμενον ἓν διαιροῦσιν εἰς δύο τούς τε παῖδας ὑπόπτους καὶ τὸν φυσικὸν ἄνδρα εὐεπιβούλευτον, ἥ τε πορνεία φθορὰ τῆς οἰκείας σαρκός ἐστί, οὐκ ἐπὶ παιδοποιΐᾳ γινομένη, ἀλλ’ ἡδονῇ χαριζομένη τὸ πᾶν, ὅπερ ἐστὶν ἀκρασίας σύμβολον,
25ἀλλ’ οὐκ ἀρετῆς σημεῖον. Ἀπηγόρευται δὲ τοῖς νόμοις ἅπαντα ταῦτα. Φησὶν γὰρ τὰ λόγια οὕτως· «Οὐ κοιμηθήσῃ μετὰ ἄρρενος κοίτην γυναικείαν, ἐπικατάρατος γὰρ ὁ τοιοῦτος καὶ λίθοις λιθο‐ βολήσατε αὐτούς, βδέλυγμα ἐποίησαν· πάντα κοιμώμενον
30μετὰ κτήνους, ἀποκτείνατε αὐτόν, ἀνομίαν ἐποίησεν ἐν τῷ λαῷ· καὶ ἐάν τις γυναῖκα ὕπανδρον μιάνῃ, ἀποκτείνατε ἀμφοτέρους, ἀνομίαν ἐποίησαν, ἔνοχοί εἰσιν, ἀποθανέτω‐ σαν.» Καὶ ἑξῆς· «Οὐκ ἔσται πορνεύων ἐν υἱοῖς Ἰσραήλ, καὶ οὐκ ἔσται πορνεύουσα ἀπὸ θυγατέρων Ἰσραήλ· οὐ
35προσοίσεις μίσθωμα πόρνης κυρίῳ τῷ Θεῷ σου ἐπὶ τὸ θυσιαστήριον οὔτε ἄλλαγμα κυνός· οὐ γὰρ ἁγναί, φησίν, εὐχαὶ ἐκ μισθώματος ἑταίρας.» Ταῦτα μὲν ἀπηγόρευσαν οἱ νόμοι, τὸν δὲ γάμον ἐσέμνυναν, εὐλογημένον αὐτὸν ἀποκαλέσαντες, ἐπειδὴ καὶ εὐλόγησεν αὐτὸν ὁ Θεὸς ὁ
40συζεύξας τὸ θῆλυ τῷ ἄρρενι. Λέγει δέ που καὶ ὁ σοφὸς Σολομών· «Παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί.» Καὶ
ὁ Δαυὶδ λέγει· «Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου, οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου· ἰδοὺ οὕτως εὐλογηθήσεται
45ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.» Οὐκοῦν ὁ γάμος τίμιος καὶ σεμνὸς καὶ ἡ τῶν παίδων γένεσις καθαρά· οὐδὲν γὰρ κακὸν ἐν τῷ καλῷ ὑπάρχει. Οὔτε οὖν ἡ φυσικὴ κάθαρσις βδελυκτὴ Θεῷ, ὃς αὐτὴν ᾠκονόμησεν συμβαίνειν γυναιξὶν ἐν τριακονθημέρῳ συστά‐

6

.

28

(50)

σεως χάριν καὶ εὐρῳστίας ἀκινητοτέραις ὑπαρχούσαις, ἅτε ἐν οἰκίᾳ καθημέναις τὸ πλεῖον. Οὐ μὴν δὲ ἀλλὰ καὶ ἐν τῷ Εὐαγγελίῳ ὁ Κύριος, τῆς αἱμορροούσης ἁψαμένης τοῦ σωτηρίου κρασπέδου ὑγείας χάριν, οὐκ ἠχθέσθη ἐπ’ αὐτῇ, οὔτε μὴν ὅλως ᾐτιάσατο, τοὐναντίον δὲ καὶ ἰάσατο αὐτὴν
55φήσας· «Ἡ πίστις σου σέσωκέν σε.» Καὶ φυσικῶν μὲν φαινομένων ταῖς γυναιξὶν οἱ ἄνδρες μὴ συνερχέσθωσαν προνοίας ἕνεκεν τῶν γεννωμένων· ἀπεῖπεν γὰρ ὁ Νόμος· «Πρὸς γυναῖκα γάρ, φησίν, ἐν ἀφέδρῳ οὖσαν οὐ προ‐ σεγγιεῖς.» Μήτε μὴν ἐγκυμονούσαις ὁμιλείτωσαν αὐταῖς·
60οὐκ ἐπὶ παίδων γὰρ γενέσει τοῦτο ποιοῦσιν, ἀλλ’ ἡδονῆς χάριν, οὐ δεῖ δὲ φιλήδονον τὸν φιλόθεον ὑπάρχειν.

6

.

29

Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσι καὶ διὰ τιμῆς αὐτοὺς ἔχετε καὶ φόβῳ καὶ ἀγάπῃ δουλεύετε
αὐτοῖς, ὡς ἡ ἁγία Σάρρα τὸν Ἀβραὰμ ἐτίμα οὐδὲ ἐξ ὀνόματος αὐτὸν ὑπομένουσα καλεῖν, ἀλλὰ κύριον αὐτὸν προσαγο‐
5ρεύουσα ἐν τῷ λέγειν· «Ὁ δὲ κύριός μου πρεσβύτης.» Ὁμοίως καὶ οἱ ἄνδρες, στέργετε τὰς ἑαυτῶν γυναῖκας ὡς ἴδια μέλη, ὡς κοινωνοὺς βίου καὶ συνεργοὺς πρὸς γένεσιν παίδων. «Συνευφραίνου γάρ, φησίν, μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου, ἔλαφος σῆς φιλίας καὶ πῶλος σῶν χαρίτων
10ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ· ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ.» Ἀγαπᾶτε οὖν αὐτὰς ὡς οἰκεῖα μέλη, ὡς ὑμέτερα σώματα· γέγραπται γὰρ οὕτως· «Κύριος διεμαρτύρατο ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον γυναικὸς νεότητός
15σου, καὶ αὕτη κοινωνός σου καὶ οὐκ ἄλλος ἐποίησεν, καὶ ὑπόλειμμα πνεύματός σου· καὶ φυλάξασθε τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς.» Ἀνὴρ οὖν καὶ γυνή, νομίμῳ γάμῳ συνερχόμενοι καὶ ἀπ’ ἀλλήλων ἐγειρόμενοι, ἀπαρατηρήτως προσευχέσθωσαν· καὶ μὴ λου‐
20σάμενοι καθαροί εἰσιν. Ὃς δ’ ἂν ἀλλοτρίαν γυναῖκα ὑποφθεί‐ ρας μιάνῃ ἢ συμμιανθῇ πόρνῃ, ἀναστὰς ἀπ’ αὐτῆς, οὐδ’ ἂν τὸ πέλαγος ὅλον καὶ τοὺς ποταμοὺς πάντας ἀπολούσηται, καθαρὸς εἶναι δυνήσεται.

6

.

30

Μὴ παρατηρεῖσθε οὖν τὰ ἔννομα καὶ φυσικά, νομίζοντες μολύνεσθαι δι’ αὐτῶν, μηδὲ ἐπιζητεῖτε ἰουδαϊκοὺς ἀφορισμοὺς ἢ συνεχῆ βαπτίσματα ἢ καθαρισμοὺς ἐπὶ θίξει
νεκροῦ. Ἀπαρατηρήτως δὲ συναθροίζεσθε ἐν τοῖς κοιμη‐
5τηρίοις, τὴν ἀνάγνωσιν τῶν ἱερῶν βιβλίων ποιούμενοι καὶ ψάλλοντες ὑπὲρ τῶν κεκοιμημένων μαρτύρων καὶ πάντων τῶν ἀπ’ αἰῶνος ἁγίων καὶ τῶν ἀδελφῶν ὑμῶν τῶν ἐν Κυρίῳ κεκοιμημένων, καὶ τὴν ἀντίτυπον τοῦ βασιλικοῦ σώματος Χριστοῦ δεκτὴν εὐχαριστίαν προσφέρετε ἔν τε ταῖς ἐκκλη‐
10σίαις ὑμῶν καὶ ἐν τοῖς κοιμητηρίοις, καὶ ἐν ταῖς ἐξόδοις τῶν κεκοιμημένων ψάλλοντες προπέμπετε αὐτούς, ἐὰν ὦσιν πιστοὶ ἐν Κυρίῳ. «Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Καὶ πάλιν· «Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσιν σου, ὅτι Κύριος εὐεργέτησέν σε.»
15Καὶ ἐν ἄλλοις· «Μνήμη δικαίων μετ’ ἐγκωμίων», καί· «Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ.» Οἱ γὰρ Θεῷ πεπιστευ‐ κότες, ἐὰν καὶ κοιμηθῶσιν, οὐκ εἰσὶν νεκροί· λέγει γὰρ ὁ Σωτὴρ τοῖς Σαδδουκαίοις· «Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ γεγραμμένον, ὅτι ἐγὼ ὁ Θεὸς
20Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; Οὐκ ἔστιν οὖν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν.» Οὔκουν τῶν παρὰ Θεῷ ζώντων οὐδὲ τὰ λείψανα ἄτιμα. Καὶ γὰρ Ἐλισσαῖος ὁ προφήτης μετὰ τὸ κοιμηθῆναι αὐτὸν νεκρὸν ἤγειρε πεφονευμένον ὑπὸ πειρατῶν Συρίας· ἔψαυσεν
25γὰρ τὸ σῶμα αὐτοῦ τῶν Ἐλισσαίου ὀστέων, καὶ ἀναστὰς ἔζησεν· οὐκ ἂν δὲ ἐγεγόνει τοῦτο, εἰ μὴ ἦν τὸ σῶμα Ἐλισσαίου ἅγιον. Καὶ Ἰωσὴφ ὁ σώφρων περιεπλέκετο τῷ Ἰακὼβ μετὰ τὸ ἀποθανεῖν ὄντι ἐπὶ τῆς κλίνης, καὶ Μωϋσῆς καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐπεφέροντο τὰ λείψανα
30τοῦ Ἰωσήφ, μολυσμὸν οὐχ ἡγούμενοι τοῦτο. Ὅθεν καὶ ὑμεῖς, ὦ ἐπίσκοποι καὶ οἱ λοιποί, ἀπαρατηρήτως ἁπτόμενοι τῶν κεκοιμημένων μὴ νομίσητε μιαίνεσθαι, μηδὲ βδελύσσεσθε τὰ τούτων λείψανα, περιϊστάμενοι τὰς τοιαύτας παρατηρήσεις μωρὰς οὔσας· καὶ κοσμεῖτε ἑαυτοὺς ἐν ἁγιασμῷ καὶ σωφρο‐
35σύνῃ, ὅπως μέτοχοι τῆς ἀθανασίας καὶ κοινωνοὶ τῆς βασιλείας τοῦ Θεοῦ γένησθε καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ λάβητε, ἀναπαυόμενοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος αἰωνίως. Τῷ οὖν δυναμένῳ ἀνοῖξαι τὰ ὦτα τῶν καρδιῶν ὑμῶν εἰς τὸ καταδέχεσθαι τὰ διηκονημένα τοῦ Θεοῦ λόγια διά τε
40τοῦ Εὐαγγελίου καὶ διὰ τῆς διδασκαλίας Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου καὶ κοιμηθέντος καὶ ἀναστάντος ἐκ νεκρῶν καὶ πάλιν ἐρχομένου ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μετὰ δόξης καὶ δυνάμεως πολλῆς καὶ τοὺς μὲν νεκροὺς ἀνεγείροντος, τῷ
45κόσμῳ δὲ τέλος ἐπάγοντος, ἑκάστῳ δὲ τὰ πρὸς ἀξίαν ἀπονέμοντος· τῷ δόντι ἡμῖν ἀρραβῶνα τῆς ἀναστάσεως ἑαυτὸν καὶ εἰς οὐρανοὺς ἀναληφθέντι διὰ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ ἐπ’ ὄψεσιν ἡμετέραις τοῖς συμφα‐ γοῦσιν αὐτῷ καὶ συμπιοῦσιν ἐπὶ ἡμέρας τεσσαράκοντα μετὰ

6

.

30

(50)

τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, καὶ καθεσθέντι ἐκ δεξιῶν τοῦ θρόνου τῆς μεγαλωσύνης τοῦ παντοκράτορος Θεοῦ ἐπὶ τῶν Χερουβίμ, τῷ ἀκούσαντι· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου»·
ὃν ἐθεάσατο Στέφανος ὁ μακαριώτατος ἑστῶτα ἐκ
55δεξιῶν τῆς Δυνάμεως, καὶ ἀναβοήσας εἶπεν· «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ ὡς ἀρχιερέα πάντων τῶν λογικῶν ταγμάτων», δι’ οὗ τὸ σέβας καὶ ἡ μεγαλωσύνη καὶ ἡ δόξα τῷ παντοκράτορι Θεῷ καὶ νῦν καὶ εἰς τοὺς
60αἰῶνας τῶν αἰώνων· ἀμήν.

7

pin

(1t)

ΒΙΒΛΙΟΝ Ζʹ
2tΠερὶ πολιτείας καὶ εὐχαριστίας καὶ
3tτῆς κατὰ Χριστὸν μυήσεως
4αʹ. Ὅτι δύο ὁδοί εἰσι· μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου.
5βʹ. Ἠθικαὶ παραινέσεις κυριακῶν διατάξεων συμφωνοῦσαι τῇ παλαιᾷ παρακελεύσει τῶν θείων νόμων· ἀπαγόρευσις θυμοῦ, φόνου, διαφθορᾶς, μοιχείας καὶ πάσης ἀπηγορευμένης πράξεως σοδομι‐ τικῆς. γʹ. Ἀπαγόρευσις γοητείας, τεκνοκτονίας, ἐπιορκίας καὶ ψευδομαρ‐
10τυρίας. δʹ. Ἀπαγόρευσις κακολογίας, μήνιδος καὶ ἤθους ὑπούλου, ἀντι‐ λογίας, ψεύδους, πλεονεξίας τε καὶ ὑποκρίσεως. εʹ. Ἀπαγόρευσις κακοηθείας, προσωποληψίας, ὀργῆς, μισανθρωπίας, βασκανίας.
15ϛʹ. Περὶ οἰωνοσκοπικῆς, ἐπαοιδῆς, κληδονισμοῦ, ἐπιθυμίας κακῶν καὶ λοιπῶν ἀπηγορευμένων. ζʹ. Ἀπαγόρευσις γογγυσμοῦ καὶ αὐθαδείας καὶ ὑπερηφανίας καὶ θρασύτητος.
ηʹ. Περὶ μακροθυμίας, ἀκακίας, πραότητος καὶ ὑπομονῆς.
20θʹ. Ὅτι χρὴ τοὺς κατὰ Χριστὸν διδασκάλους γονέων πλεῖον ἡγεῖ‐ σθαι· οἱ μὲν γὰρ τὸ εὖ εἶναι, οἱ δὲ τὸ εἶναι μόνον παρέχουσιν. ιʹ. Ὅτι χρὴ μὴ ἀποσχίζειν τῶν ἁγίων, ἀλλ’ εἰρηνεύειν μαχομένους, κρίνειν τε δικαίως, καὶ μὴ προσωποληπτεῖν. ιαʹ. Περὶ διψύχου ἤτοι ὀλιγοπίστου.
25ιβʹ. Περὶ εὐποιΐας. ιγʹ. Ὅπως δεῖ προσφέρεσθαι τοῖς οἰκέταις τοὺς κυρίους αὐτῶν, καὶ ὅπως χρὴ ὑποτάσσεσθαι τοὺς οἰκέτας. ιδʹ. Περὶ ὑποκρίσεως καὶ προσοχῆς νόμων καὶ ἐξομολογήσεως. ιεʹ. Περὶ τῆς εἰς γονέας θεραπείας.
30ιϛʹ. Περὶ τῆς πρὸς βασιλέα καὶ ἄρχοντας ὑποταγῆς. ιζʹ. Περὶ καθαροῦ συνειδότος τῶν προσευχομένων. ιηʹ. Ὅτι ἡ ἐξ ἐπιβουλῆς τοῦ ἀλλοτρίου ἐπεισαχθεῖσα ὁδὸς ἀσεβείας καὶ παρανομίας πεπλήρωται. ιθʹ. Ὅτι μὴ χρὴ τῆς εὐσεβείας ἐκκλίνειν δεξιὰ ἢ εὐώνυμα, παραινεῖ
35ὁ νομοθέτης. κʹ. Ὅτι μὴ χρὴ φαυλίζειν τι τῶν προσφόρων βρωμάτων, ἀλλ’ εὐχα‐ ρίστως μεταλαμβάνειν καὶ τεταγμένως. καʹ. Ὅτι χρὴ φεύγειν τὴν τῶν εἰδωλοθύτων βρῶσιν. κβʹ. Διάταξις κυριακὴ τῶν περὶ τὸ βάπτισμα καὶ ὅπως χρὴ βαπτίζειν
40καὶ εἰς τίνος θάνατον. κγʹ. Ποίας νηστευτέον τῆς ἑβδομάδος ἡμέρας, ἢ τίνας οὐ νηστευτέον καὶ τίνος χάριν. κδʹ. Οἵους εἶναι χρὴ τοὺς προσευχομένους τὴν ὑπὸ τοῦ Κυρίου δοθεῖσαν προσευχήν.
45κεʹ. Εὐχαριστία μυστική. κϛʹ. Εὐχαριστία ἐπὶ τῇ θείᾳ μεταλήψει. κζʹ. Εὐχαριστία περὶ τοῦ θείου μύρου. κηʹ. Ὅτι οὐ χρὴ ἀδιαφορεῖν περὶ τὴν κοινωνίαν, ἀλλὰ σκοπεῖν, εἰ ἔστιν ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ὀρθόδοξος· τοὺς

7

pin

(50)

γὰρ μὴ τοιούτους ἐκκλίνειν. κθʹ. Περὶ καρποφοριῶν διάταξις. λʹ. Ὅπως χρὴ τὴν ἀναστάσιμον τοῦ σωτῆρος ἡμέραν συναθροιζο‐ μένους ἑορτάζειν.
λαʹ. Ὁποίους εἶναι χρὴ τοὺς χειροτονουμένους.
55λβʹ. Πρόρρησις περὶ τῶν μελλόντων. λγʹ. Προσευχὴ ἐξαγγελτικὴ προνοίας διαφόρου. λδʹ. Προσευχὴ ἐξαγγελτικὴ δημιουργίας διαφόρου. λεʹ. Προσευχὴ μετὰ εὐχαριστίας ἐξαγγέλλουσα τοῦ Θεοῦ τὴν περὶ τὰ ὄντα κηδεμονίαν.
60λϛʹ. Προσευχὴ ὑπομιμνήσκουσα τὴν γενομένην Χριστοῦ ἐνανθρώπησιν καὶ τὴν εἰς τοὺς ἁγίους διάφορον πρόνοιαν. λζʹ. Προσευχὴ περιέχουσα μνήμην προνοίας καὶ ἀπαρίθμησιν εὐεργε‐ σιῶν διαφόρων τῶν προνοίᾳ Θεοῦ διὰ Χριστοῦ παρασχεθεισῶν τοῖς ἁγίοις.
65ληʹ. Προσευχὴ ἀντιλήψεως δικαίων. λθʹ. Ὅπως δεῖ τοὺς κατηχουμένους στοιχειοῦσθαι. μʹ. Διάταξις, ὅπως χρὴ τοὺς κατηχουμένους μέλλοντας βαπτίζεσθαι ὑπὸ τῶν ἱερέων ἐν τῇ μυήσει εὐλογεῖσθαι καὶ τίνα διδάσκεσθαι. μαʹ. Ἀποταγὴ πρὸς τὸν ἐναντίον τοῦ κατηχουμένου καὶ συνταγὴ
70πρὸς τὸν Χριστὸν τοῦ Θεοῦ. μβʹ. Περὶ χρίσματος τοῦ μυστικοῦ ἐλαίου εὐχαριστία. μγʹ. Περὶ τοῦ μυστικοῦ ὕδατος εὐχαριστία. μδʹ. Περὶ τοῦ μυστικοῦ μύρου εὐχαριστία. μεʹ. Προσευχὴ τῶν νεοτελῶν.
75μϛʹ. Τίνας ἐπισκόπους πέμποντες ἐχειροτόνησαν οἱ ἅγιοι ἀπόστολοι. μζʹ. Ὕμνος ὀρθρινός. μηʹ. Ἑσπερινός.
μθʹ. Ἐπ’ ἀρίστῳ.

7

.

1

Τοῦ νομοθέτου Μωϋσέως εἰρηκότος τοῖς Ἰσραηλίταις· «Ἰδοὺ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου», καὶ ἐπιφέροντος· «Ἔκλεξαι τὴν ζωήν, ἵνα ζήσῃς», καὶ τοῦ προφήτου Ἠλιοῦ λέγοντος τῷ
5λαῷ· «Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Εἰ Θεός ἐστι Κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ», εἰκότως ἔλεγεν καὶ ὁ Κύριος Ἰησοῦς· «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει.»
10Ἀναγκαίως καὶ ἡμεῖς ἑπόμενοι τῷ διδασκάλῳ Χριστῷ, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν, φαμὲν ὡς δύο ὁδοί εἰσιν, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου. Οὐδεμίαν δὲ σύγκρισιν ἔχουσιν πρὸς ἑαυτάς, πολὺ γὰρ τὸ διάφορον, μᾶλλον δὲ πάντη κεχωρισμέναι τυγχάνουσιν,
15καὶ φυσικὴ μὲν ἔστιν ἡ τῆς ζωῆς ὁδός, ἐπείσακτος δὲ ἡ τοῦ θανάτου, οὐ τοῦ κατὰ γνώμην Θεοῦ ὑπάρξαντος, ἀλλὰ τοῦ ἐξ ἐπιβουλῆς τοῦ ἀλλοτρίου.

7

.

2

Πρώτη οὖν τυγχάνει ἡ ὁδὸς τῆς ζωῆς· καὶ ἔστιν αὕτη, ἣν καὶ ὁ Νόμος διαγορεύει· «Ἀγαπᾶν Κύριον τὸν Θεὸν ἐξ ὅλης τῆς διανοίας καὶ ἐξ ὅλης τῆς ψυχῆς τὸν ἕνα καὶ μόνον, παρ’ ὃν ἄλλος οὐκ ἔστιν, καὶ τὸν πλησίον ὡς
5ἑαυτόν.» Καὶ· «Πᾶν, ὃ μὴ θέλεις γενέσθαι σοι, τοῦτο ἄλλῳ οὐ ποιήσεις». Τοῦτ’ ἔστιν· «Ὃ σὺ μισεῖς, ἄλλῳ οὐ ποιήσεις.» «Εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προ‐ σεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Ποία γὰρ ὑμῖν χάρις, ἐὰν φιλῆτε τοὺς
10φιλοῦντας ὑμᾶς; Καὶ γὰρ καὶ οἱ ἐθνικοὶ τοῦτο ποιοῦσιν.» Ὑμεῖς δὲ φιλεῖτε τοὺς μισοῦντας ὑμᾶς. Καὶ ἐχθρὸν οὐχ ἕξετε. «Οὐ μισήσεις γὰρ πάντα ἄνθρωπον, φησί, οὐκ Αἰγύπτιον, οὐκ Ἰδουμαῖον», ἅπαντες γάρ εἰσιν τοῦ Θεοῦ ἔργα. Φεύγετε δὲ οὐ τὰς φύσεις, ἀλλὰ τὰς γνώμας τῶν
15πονηρῶν. «Ἀπέχου τῶν σαρκικῶν καὶ κοσμικῶν ἐπιθυμιῶν.
Ἐάν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην», οὐ φαύλης οὔσης τῆς ἀμύνης, ἀλλὰ τιμιωτέρας τῆς ἀνεξικακίας. Λέγει γὰρ ὁ Δαυίδ· «Εἰ
20ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά.» «Ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο, καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. Τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ θέλοντος δανείσασθαι
25παρὰ σοῦ μὴ ἀποκλείσῃς τὴν χεῖρα· «δίκαιος γὰρ ἀνὴρ οἰκτείρει καὶ κιχρᾷ»· πᾶσι γὰρ θέλει δίδοσθαι ὁ Πατὴρ ὁ τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ τὸν ὑετὸν αὐτοῦ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους. Πᾶσιν οὖν δίκαιον διδόναι ἐξ οἰκείων πόνων· «Τίμα γάρ, φησί,
30τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων.» Προτιμητέον δὲ τοὺς ἁγίους. Οὐ φονεύσεις, τοῦτ’ ἔστιν οὐ φθερεῖς τὸν ὅμοιόν σου ἄνθρωπον, διαλύεις γὰρ τὰ καλῶς γινόμενα· οὐχ ὡς παντὸς φόνου φαύλου τυγχάνοντος, ἀλλὰ μόνου τοῦ ἀθώου, τοῦ
35δ’ ἐνδίκου ἄρχουσι μόνοις ἀφωρισμένου. Οὐ μοιχεύσεις, διαιρεῖς γὰρ μίαν σάρκα εἰς δύο· «Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν.» Ἓν γάρ
εἰσιν ἀνὴρ καὶ γυνὴ τῇ φύσει, τῇ συμπνοίᾳ, τῇ ἑνώσει, τῇ διαθέσει, τῷ βίῳ, τῷ τρόπῳ, κεχωρισμένοι δέ εἰσιν τῷ
40σχήματι καὶ τῷ ἀριθμῷ. Οὐδὲ παιδοφθορήσεις· παρὰ φύσιν γὰρ τὸ κακὸν ἐκ Σοδόμων φυέν, ἥτις πυρὸς θεηλάτου παρανάλωμα γέγονεν. «Ἐπικατάρατος δὲ ὁ τοιοῦτος καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο.» Οὐ πορνεύσεις· «Οὐκ ἔσται γάρ, φησίν, πορνεύων ἐν υἱοῖς Ἰσραήλ.»
45 Οὐ κλέψεις· Ἄχαρ γὰρ κλέψας ἐν τῷ Ἰσραὴλ ἐν Ἱεριχὼ λίθοις βληθεὶς τοῦ ζῆν ὑπεξῆλθεν, καὶ Γιεζεῖ κλέψας καὶ ψευσάμενος ἐκληρονόμησεν τοῦ Νεεμὰν τὴν λέπραν, καὶ Ἰούδας κλέπτων τὰ τῶν πενήτων τὸν Κύριον τῆς δόξης παρέδωκεν Ἰουδαίοις, καὶ μεταμεληθεὶς ἀπήγξατο

7

.

2

(50)

καὶ ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ, καὶ Ἀνανίας καὶ Σαπφείρα ἡ τούτου γυνή, κλέψαντες τὰ ἴδια καὶ πειράσαντες τὸ Πνεῦμα Κυρίου, παραχρῆμα ἀπο‐ φάσει Πέτρου τοῦ συναποστόλου ἡμῶν ἐθανατώθησαν.

7

.

3

Οὐ μαγεύσεις, οὐ φαρμακεύσεις· «Φαρμακοὺς γάρ, φησίν, οὐ περιβιώσετε.» Οὐ φονεύσεις τέκνον σου ἐν φθορᾷ, οὐδὲ τὸ γεννηθὲν ἀποκτενεῖς· πᾶν γὰρ τὸ ἐξεικο‐ νισμένον, ψυχὴν λαβὸν παρὰ Θεοῦ, φονευθὲν ἐκδικηθήσεται,
5ἀδίκως ἀναιρεθέν. Οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου, οἷον τὴν γυναῖκα ἢ τὸν παῖδα ἢ τὸν βοῦν ἢ τὸν ἀγρόν. Οὐκ ἐπιορκήσεις, ἐρρέθη γὰρ μὴ ὀμόσαι ὅλως· εἰ δὲ μήγε, κἂν εὐορκήσῃς, ὅτι· «Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ. Οὐ ψευδομαρτυρήσεις», ὅτι· «Ὁ συκοφαν‐
10τῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν.»

7

.

4

Οὐ κακολογήσεις· «Μὴ ἀγάπα γάρ, φησί, κακο‐ λογεῖν, ἵνα μὴ ἐξαρθῇς.» Οὐδὲ μνησικακήσεις· «Ὁδοὶ γὰρ μνησικάκων εἰς θάνατον.» Οὐκ ἔσῃ δίγνωμος οὐδὲ δίγλωσσος· «Παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη.»
5Καὶ· «Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς.» Οὐκ ἔσται ὁ λόγος σου κενός· «Περὶ παντὸς γὰρ λόγου ἀργοῦ δώσετε λόγον.» Οὐ ψεύσῃ· «Ἀπολεῖς γάρ, φησί, πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.» Οὐκ ἔσῃ πλεονέκτης οὐδὲ ἅρπαξ· «Οὐαὶ γάρ, φησίν, ὁ πλεονεκτῶν τὸν πλησίον
10πλεονεξίαν κακήν.» Οὐκ ἔσῃ ὑποκριτής, ἵνα μὴ τὸ μέρος σου μετ’ αὐτῶν θῇς.

7

.

5

Οὐκ ἔσῃ κακοήθης οὐδὲ ὑπερήφανος· «Ὑπερηφά‐ νοις γὰρ Κύριος ἀντιτάσσεται.» Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι· «Τοῦ Κυρίου ἡ κρίσις.» Οὐ μισήσεις
πάντα ἄνθρωπον. «Ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου καὶ
5οὐ λήψῃ δι’ αὐτὸν ἁμαρτίαν.» Καὶ· «Ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε.» Φεῦγε ἀπὸ παντὸς κακοῦ καὶ ἀπὸ παντὸς ὁμοίου αὐτῷ· «Ἄπεχε γάρ, φησίν, ἀπὸ ἀδίκου, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.» Μὴ γίνου ὀργίλος μηδὲ βάσκανος μηδὲ ζηλωτὴς μηδὲ μανικὸς μηδὲ θρασύς, μὴ πάθῃς τὰ τοῦ Καῒν
10καὶ τὰ τοῦ Σαοὺλ καὶ τὰ τοῦ Ἰωάβ· ὅτι ὃς μὲν ἀπέκτεινεν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ διὰ τὸ πρόκριτον αὐτὸν εὑρε‐ θῆναι παρὰ Θεῷ καὶ διὰ τὸ προσδεχθῆναι τὴν θυσίαν αὐτοῦ, ὃς δὲ τὸν ὅσιον Δαυὶδ ἐδίωκεν νικήσαντα τὸν Γολιὰθ τὸν Φιλιστιαῖον, ζηλώσας ἐπὶ τῇ τῶν χορευτριῶν εὐφημίᾳ, ὃς
15δὲ τοὺς δύο στρατηλάτας ἀνεῖλεν, τὸν Ἀβεννὴρ τὸν τοῦ Ἰσραὴλ καὶ τὸν Ἀμεσσὰ τὸν τοῦ Ἰούδα.

7

.

6

Μὴ γίνου οἰωνοσκόπος, ὅτι ὁδηγεῖ πρὸς εἰδωλολα‐ τρείαν· «Οἰώνισμα δέ, φησὶν ὁ Σαμουήλ, ἁμαρτία ἐστίν», καὶ «Οὐκ ἔσται οἰωνισμὸς ἐν Ἰακὼβ οὐδὲ μαντεία ἐν Ἰσραήλ.» Οὐκ ἔσῃ ἐπᾴδων ἢ περικαθαίρων τὸν υἱόν σου,
5οὐ κληδονιεῖς οὐδὲ οἰωνισθήσῃ οὐδὲ ὀρνεοσκοπήσεις οὐδὲ μαθήσῃ μαθήματα πονηρά· ταῦτα γὰρ ἅπαντα καὶ ὁ νόμος ἀπεῖπεν. Μὴ γίνου ἐπιθυμητὴς κακῶν, ὁδηγηθήσῃ γὰρ εἰς ἀμετρίαν ἁμαρτημάτων. Οὐκ ἔσῃ αἰσχρολόγος οὐδὲ ῥιψόφθαλμος οὐδὲ μέθυσος· ἐκ γὰρ τούτων πορνεῖαι καὶ
10μοιχεῖαι γίνονται. Μὴ γίνου φιλάργυρος, ἵνα μὴ ἀντὶ Θεοῦ δουλεύσῃς τῷ μαμωνᾷ. Μὴ γίνου κενόδοξος μηδὲ μετέωρος μηδὲ ὑψηλόφρων, ἐκ γὰρ τούτων ἁπάντων ἀλαζο‐ νεῖαι γεννῶνται· μνήσθητι τοῦ εἰπόντος· «Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ
15ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ· εἰ μὴ ἐταπεινοφρόνουν.»

7

.

7

Μὴ γίνου γόγγυσος, μνησθεὶς τῆς τιμωρίας ἧς ὑπέ‐ στησαν οἱ καταγογγύσαντες Μωϋσέως. Μὴ ἔσο αὐθάδης μηδὲ πονηρόφρων μηδὲ σκληροκάρδιος μηδὲ θυμώδης μηδὲ μικρόψυχος· πάντα γὰρ ταῦτα ὁδηγεῖ πρὸς βλασφημίαν.
5Ἴσθι δὲ πρᾶος ὡς Μωϋσῆς καὶ Δαυίδ, ἐπεὶ· «Οἱ πραεῖς κληρονομήσουσιν τὴν γῆν».

7

.

8

Γίνου μακρόθυμος· ὁ γὰρ τοιοῦτος πολὺς ἐν φρονή‐ σει, ἐπείπερ· «Ὁ ὀλιγόψυχος ἰσχυρὸς ἄφρων». Γίνου ἐλεήμων· «Μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθή‐ σονται.» Ἔσο ἄκακος, ἥσυχος, ἀγαθός, τρέμων τοὺς
5λόγους τοῦ Θεοῦ. Οὐχ ὑψώσεις σεαυτὸν ὡς ὁ Φαρισαῖος, ὅτι· «Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται», καὶ «Τὸ ὑψηλὸν ἐν ἀνθρώποις βδέλυγμα παρὰ Θεῷ.» Οὐ δώσεις τῇ ψυχῇ σου θράσος, ὅτι· «Ἀνὴρ θρασὺς ἐμπεσεῖται εἰς κακά.» Οὐ συμπορεύσῃ μετὰ ἀφρόνων, ἀλλὰ μετὰ σοφῶν
10καὶ δικαίων. Τὰ συμβαίνοντά σοι πάθη εὐμενῶς δέχου καὶ τὰς περιστάσεις ἀλύπως, εἰδὼς ὅτι μισθός σοι παρὰ Θεοῦ δοθήσεται ὡς τῷ Ἰὼβ καὶ τῷ Λαζάρῳ.

7

.

9

Τὸν λαλοῦντά σοι τὸν λόγον τοῦ Θεοῦ δοξάσεις, μνησθήσῃ δὲ αὐτοῦ ἡμέρας καὶ νυκτός, τιμήσεις δὲ αὐτὸν οὐχ ὡς γενέσεως αἴτιον, ἀλλ’ ὡς τοῦ εὖ εἶναί σοι πρόξενον γενόμενον· ὅπου γὰρ ἡ περὶ Θεοῦ διδασκαλία, ἐκεῖ Θεὸς
5πάρεστιν. Ἐκζητήσεις καθ’ ἡμέραν τὸ πρόσωπον τῶν ἁγίων, ἵν’ ἐπαναπαύῃ τοῖς λόγοις αὐτῶν.

7

.

10

Οὐ ποιήσεις σχίσματα πρὸς τοὺς ἁγίους, μνησθεὶς τῶν Κορειτῶν. Εἰρηνεύσεις μαχομένους ὡς Μωϋσῆς, συναλλάσσων εἰς φιλίαν. Κρινεῖς δικαίως· «Τοῦ γὰρ Κυρίου ἡ κρίσις.» Οὐ λήψῃ πρόσωπον ἐλέγξαι ἐπὶ
5παραπτώματι, ὡς Ἠλίας καὶ Μιχαίας τὸν Ἀχαὰβ καὶ Ἀβδεμέλεχ ὁ Αἰθίοψ τὸν Σεδεκίαν καὶ Νάθαν τὸν Δαυὶδ καὶ Ἰωάννης τὸν Ἡρώδην.

7

.

11

Μὴ γίνου δίψυχος ἐν προσευχῇ σου, εἰ ἔσται ἢ οὔ· λέγει γὰρ ὁ Κύριος ἐμοὶ Πέτρῳ ἐπὶ τῆς θαλάσσης· «Ὀλι‐ γόψυχε, εἰς τί ἐδίστασας;»

7

.

12

Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὴν χεῖρα,
πρὸς δὲ τὸ δοῦναι συστέλλων. Ἐὰν ἔχῃς διὰ τῶν χειρῶν σου, δὸς ἵνα ἐργάσῃ εἰς λύτρωσιν ἁμαρτιῶν σου· «Ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρ‐
5τίαι.» Οὐ διστάσεις δοῦναι πτωχῷ, οὐδὲ διδοὺς γογγύ‐ σεις· γνώσῃ γὰρ τίς ἐστιν ὁ τοῦ μισθοῦ ἀνταποδότης· «Ὁ ἐλεῶν γάρ, φησίν, πτωχὸν Κυρίῳ δανείζει, κατὰ δὲ τὸ δόμα αὐτοῦ, οὕτως ἀνταποδοθήσεται αὐτῷ.» Οὐκ ἀποστρα‐ φήσῃ ἐνδεόμενον· «Ὃς φράσσει γάρ, φησί, τὰ ὦτα αὐτοῦ
10τοῦ μὴ εἰσακοῦσαι τοῦ δεομένου, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων αὐτοῦ.» Κοινωνήσεις εἰς πάντα τῷ ἀδελφῷ σου καὶ οὐκ ἐρεῖς ἴδια εἶναι, κοινὴ γὰρ ἡ μετάληψις παρὰ Θεοῦ πᾶσιν ἀνθρώποις παρεσκευάσθη.

7

.

13

Οὐκ ἀρεῖς τὴν χεῖρά σου ἀπὸ τοῦ υἱοῦ σου ἢ ἀπὸ τῆς θυγατρός σου, ἀλλὰ ἀπὸ νεότητος αὐτῶν διδάξεις αὐτοὺς τὸν φόβον τοῦ Θεοῦ· «Παίδευε γάρ, φησί, τὸν υἱόν σου, οὕτως γὰρ ἔσται σοι εὔελπις.» Οὐκ ἐπιτάξεις
5δούλῳ σου ἢ παιδίσκῃ τοῖς ἐπὶ τὸν αὐτὸν Θεὸν πεποιθόσιν ἐν πικρίᾳ ψυχῆς, μή ποτε στενάξουσιν ἐπὶ σοὶ καὶ ἔσται σοι ὀργὴ παρὰ Θεοῦ. Καὶ ὑμεῖς, οἱ δοῦλοι, ὑποτάγητε τοῖς κυρίοις ὑμῶν ὡς τύπῳ Θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις.

7

.

14

Μισήσεις πᾶσαν ὑπόκρισιν, καὶ πᾶν, ὃ ἐὰν ᾖ
ἀρεστὸν Κυρίῳ, ποιήσεις. Οὐ μὴ ἐγκαταλίπῃς ἐντολὰς Κυρίου, φυλάξεις δὲ ἃ παρέλαβες παρ’ αὐτοῦ, μήτε προ‐ στιθεὶς ἐπ’ αὐτοῖς μήτε ἀφαιρῶν ἀπ’ αὐτῶν· «Οὐ προ‐
5σθήσεις γὰρ τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ.» Ἐξομολογήσῃ Κυρίῳ τῷ Θεῷ σου τὰ ἁμαρτήματά σου καὶ οὐκέτι προσθήσεις ἐπ’ αὐτοῖς, ἵνα εὖ σοι γένηται παρὰ Κυρίῳ τῷ Θεῷ σου, ὃς οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν.

7

.

15

Τὸν πατέρα σου καὶ τὴν μητέρα σου θεραπεύσεις ὡς αἰτίους σοι γενέσεως, ἵνα γένῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. Τοὺς ἀδελφούς σου καὶ τοὺς συγγενεῖς σου μὴ ὑπερίδῃς· «Τοὺς γὰρ οἰκείους
5τοῦ σπέρματός σου οὐχ ὑπερόψει.»

7

.

16

Τὸν βασιλέα φοβηθήσῃ, εἰδώς, ὅτι τοῦ Κυρίου ἐστὶν ἡ χειροτονία· τοὺς ἄρχοντας αὐτοῦ τιμήσεις ὡς λειτουργοὺς Θεοῦ, ἔκδικοι γάρ εἰσιν πάσης ἀδικίας· οἷς ἀποτίσατε τέλος, φόρον καὶ πᾶσαν εἰσφορὰν εὐγνωμόνως.

7

.

17

Οὐ προσελεύσῃ ἐπὶ προσευχήν σου ἐν ἡμέρᾳ πονη‐ ρίας σου, πρὶν ἂν λύσῃς τὴν πικρίαν σου. Αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ζωῆς, ἧς γένοιτο ἐντὸς ὑμᾶς
εὑρεθῆναι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

7

.

18

Ἡ δὲ ὁδὸς τοῦ θανάτου ἐστὶν ἐν πράξεσι πονηραῖς θεωρουμένη· ἐν αὐτῇ γὰρ ἄγνοια τοῦ Θεοῦ καὶ πολλῶν θεῶν ἐπεισαγωγή, δι’ ὧν φόνοι, μοιχεῖαι, πορνεῖαι, ἐπιορκίαι, ἐπιθυμίαι παράνομοι, κλοπαί, εἰδωλολατρεῖαι, μαγίαι, φαρ‐
5μακεῖαι, ἁρπαγαί, ψευδομαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδίαι, δόλος, ὑπερηφανία, κακία, αὐθάδεια, πλεονεξία, αἰσχρολογία, ζηλοτυπία, θρασύτης, ὑψηλοφροσύνη, ἀλαζονεία, ἀφοβία, διωγμὸς ἀγαθῶν, ἀληθείας ἔχθρα, ψεύδους ἀγάπη, ἄγνοια δικαιοσύνης. Οἱ γὰρ τούτων ποιηταὶ οὐ κολλῶνται
10ἀγαθῷ οὐδὲ κρίσει δικαίᾳ, ἀγρυπνοῦσιν οὐκ εἰς τὸ ἀγαθόν, ἀλλ’ εἰς τὸ πονηρόν· ὧν μακρὰν πραότης καὶ ὑπομονή, μάταια ἀγαπῶντες, διώκοντες ἀνταπόδομα, οὐκ ἐλεοῦντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος
15Θεοῦ, ἀποστρεφόμενοι ἐνδεόμενον, καταπονοῦντες θλιβόμε‐ νον, πλουσίων παράκλητοι, πενήτων ὑπερόπται, πανθαμάρ‐ τητοι. Ῥυσθείητε, τέκνα, ἀπὸ τούτων ἁπάντων.

7

.

19

Ὅρα, μή τίς σε πλανήσῃ ἀπὸ τῆς εὐσεβείας· «Οὐκ ἐκκλινεῖς γάρ, φησίν, ἀπ’ αὐτῆς δεξιὰ ἢ εὐώνυμα, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς»· οὗ γὰρ ἂν ἐκτραπῇς ἔξω τῆς
εὐθείας ὁδοῦ, δυσσεβήσεις.

7

.

20

Περὶ δὲ βρωμάτων λέγει σοι ὁ Κύριος· «Τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.» Καί· «Πᾶν κρέας ἔδεσθε ὡς λάχανα χλόης, τὸ δὲ αἷμα ἐκχεεῖς.» Οὐ γὰρ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, εἰς κοιλίαν γὰρ χωρεῖ
5καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, τὰ δὲ ἐκπορευόμενα κοινοῖ τὸν ἄνθρωπον, λέγω δὴ βλασφημίαι, καταλαλιαὶ καὶ εἴ τι τοιοῦτον. Σὺ δὲ φάγῃ τὸν μυελὸν τῆς γῆς μετὰ δικαιοσύνης, ὅτι· «Εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, αὐτοῦ· σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων παρθένοις·
10τίς γὰρ φάγεται ἢ τίς πίεται παρὲξ αὐτοῦ;»

7

.

21

Ἀπὸ δὲ τῶν εἰδωλοθύτων φεύγετε· ἐπὶ τιμῇ γὰρ δαιμόνων θύουσι ταῦτα, ἐφ’ ὕβρει δηλαδὴ τοῦ μόνου Θεοῦ· ὅπως μὴ γένησθε κοινωνοὶ δαιμόνων.

7

.

22

Περὶ δὲ βαπτίσματος, ὦ ἐπίσκοπε ἢ πρεσβύτερε, ἤδη μὲν καὶ πρότερον διεταξάμεθα, καὶ νῦν δέ φαμεν ὅτι οὕτως βαπτίσεις ὡς ὁ Κύριος ἡμῖν διετάξατο λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες
5αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα
ἐνετειλάμην ὑμῖν»· τοῦ ἀποστείλαντος Πατρός, τοῦ ἐλθόν‐ τος Χριστοῦ, τοῦ μαρτυρήσαντος παρακλήτου. Χρίσεις δὲ πρῶτον ἐλαίῳ ἁγίῳ, ἔπειτα βαπτίσεις ὕδατι, καὶ τελευ‐
10ταῖον σφραγίσεις μύρῳ, ἵνα τὸ μὲν χρῖσμα μετοχὴ ᾖ τοῦ ἁγίου Πνεύματος, τὸ δὲ ὕδωρ σύμβολον τοῦ θανάτου, τὸ δὲ μύρον σφραγὶς τῶν συνθηκῶν. Εἰ δὲ μήτε ἔλαιον ᾖ μήτε μύρον, ἀρκεῖ τὸ ὕδωρ καὶ πρὸς χρῖσιν καὶ πρὸς σφραγῖδα καὶ πρὸς ὁμολογίαν τοῦ ἀποθανόντος ἤτοι συναποθνήσκοντος.
15 Πρὸ δὲ τοῦ βαπτίσματος νηστευσάτω ὁ βαπτιζόμενος· καὶ γὰρ καὶ ὁ Κύριος βαπτισθεὶς ὑπὸ Ἰωάννου πρῶτον καὶ εἰς τὴν ἔρημον αὐλισθεὶς μετέπειτα ἐνήστευσεν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἐβαπτίσθη δὲ καὶ ἐνήστευσεν οὐκ αὐτὸς ἀπορυπώσεως ἢ νηστείας χρείαν ἔχων
20ἢ καθάρσεως, ὁ τῇ φύσει καθαρὸς καὶ ἅγιος, ἀλλ’ ἵνα καὶ Ἰωάννῃ ἀλήθειαν προσμαρτυρήσῃ καὶ ἡμῖν ὑπογραμμὸν παράσχηται. Οὐκοῦν ὁ μὲν Κύριος οὐκ εἰς ἑαυτοῦ πάθος ἐβαπτίσατο ἢ θάνατον ἢ ἀνάστασιν, οὐδέπω γὰρ οὐδὲν τούτων ἐγεγόνει, ἀλλ’ εἰς διάταξιν ἑτέραν· διὸ καὶ ἀπ’
25ἐξουσίας μετὰ τὸ βάπτισμα νηστεύει ὡς Κύριος Ἰωάννου· ὁ δὲ εἰς τὸν αὐτοῦ θάνατον μυούμενος πρότερον ὀφείλει νηστεῦσαι καὶ τότε βαπτίσασθαι, οὐ γὰρ δίκαιον τὸν συντα‐ φέντα καὶ συναναστάντα παρ’ αὐτὴν τὴν ἀνάστασιν κατη‐ φεῖν· οὐ γὰρ κύριος ὁ ἄνθρωπος τῆς διατάξεως τῆς τοῦ
30Σωτῆρος, ἐπείπερ ὁ μὲν δεσπότης, ὁ δὲ ὑπήκοος.

7

.

23

Αἱ δὲ νηστεῖαι ὑμῶν μὴ ἔστωσαν μετὰ τῶν ὑπο‐ κριτῶν, νηστεύουσι γὰρ δευτέρᾳ σαββάτων καὶ πέμπτῃ. Ὑμεῖς δὲ ἢ τὰς πέντε νηστεύσατε ἡμέρας, ἢ τετράδα καὶ παρασκευήν, ὅτι τῇ μὲν τετράδι ἡ κρίσις ἐξῆλθεν ἡ
5κατὰ τοῦ Κυρίου, Ἰούδα χρήμασιν ἐπαγγειλαμένου τὴν προ‐ δοσίαν· τῇ δὲ παρασκευῇ, ὅτι ἔπαθεν ὁ Κύριος ἐν αὐτῇ πάθος τὸ διὰ σταυροῦ ὑπὸ Ποντίου Πιλάτου. Τὸ σάββα‐ τον μέντοι καὶ τὴν κυριακὴν ἑορτάζετε, ὅτι τὸ μὲν δημιουργίας ἐστὶν ὑπόμνημα, τὸ δὲ ἀναστάσεως. Ἓν δὲ μόνον σάββατον
10ὑμῖν φυλακτέον ἐν ὅλῳ τῷ ἐνιαυτῷ, τὸ τῆς τοῦ Κυρίου ταφῆς, ὅπερ νηστεύειν προσῆκεν, ἀλλ’ οὐχ ἑορτάζειν· ἐν ὅσῳ γὰρ ὁ δημιουργὸς ὑπὸ γῆν τυγχάνει, ἰσχυρότερον τὸ περὶ αὐτοῦ πένθος τῆς κατὰ τὴν δημιουργίαν χαρᾶς, ὅτι ὁ δημιουργὸς τῶν ἑαυτοῦ δημιουργημάτων φύσει τε καὶ ἀξίᾳ
15τιμιώτερος.

7

.

24

Ὅταν δὲ προσεύχησθε, μὴ γίνεσθε ὥσπερ οἱ ὑπο‐
κριταί, ἀλλ’ ὡς ὁ Κύριος ἡμῖν ἐν τῷ Εὐαγγελίῳ διετάξατο, οὕτως προσεύχεσθε· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
5τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ
10δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.» Τρὶς τῆς ἡμέρας οὕτως προσεύχεσθε, προπαρασκευάζον‐ τες ἑαυτοὺς ἀξίους τῆς υἱοθεσίας τοῦ Πατρός, ἵνα μή, ἀναξίως ὑμῶν αὐτὸν Πατέρα καλούντων, ὀνειδισθῆτε ὑπ’ αὐτοῦ, ὡς καὶ Ἰσραὴλ ὅ ποτε πρωτότοκος υἱὸς ἤκουσεν, ὅτι «Εἰ Πατήρ
15εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου; Καὶ εἰ Κύριός εἰμι, ποῦ ἐστιν ὁ φόβος μου;» Δόξα γὰρ πατέρων ὁσιότης παίδων, καὶ τιμὴ δεσποτῶν οἰκετῶν φόβος, ὥσπερ οὖν τὸ ἐναντίον ἀδοξία καὶ ἀναρχία· «Δι’ ὑμᾶς γάρ, φησίν, τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.»

7

.

25

Γίνεσθε δὲ πάντοτε εὐχάριστοι, ὡς πιστοὶ καὶ εὐγνώμονες δοῦλοι, περὶ μὲν τῆς εὐχαριστίας οὕτω λέγοντες· Εὐχαριστοῦμέν σοι, Πάτερ ἡμῶν, ὑπὲρ τῆς ζωῆς ἧς
ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός σου, δι’ οὗ καὶ τὰ
5πάντα ἐποίησας καὶ τῶν ὅλων προνοεῖς, ὃν καὶ ἀπέστειλας ἐπὶ σωτηρίᾳ τῇ ἡμετέρᾳ γενέσθαι ἄνθρωπον, ὃν καὶ συνε‐ χώρησας παθεῖν καὶ ἀποθανεῖν, ὃν καὶ ἀναστήσας εὐδόκησας δοξάσαι καὶ ἐκάθισας ἐκ δεξιῶν σου, δι’ οὗ καὶ ἐπηγγείλω ἡμῖν τὴν ἀνάστασιν τῶν νεκρῶν. Σὺ δέσποτα παντοκράτορ,
10Θεὲ αἰώνιε, ὥσπερ ἦν τοῦτο διεσκορπισμένον καὶ συναχθὲν ἐγένετο εἷς ἄρτος, οὕτως συνάγαγέ σου τὴν Ἐκκλησίαν ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. Ἔτι εὐχα‐ ριστοῦμεν, Πάτερ ἡμῶν, ὑπὲρ τοῦ τιμίου αἵματος Ἰησοῦ Χριστοῦ τοῦ ἐκχυθέντος ὑπὲρ ἡμῶν καὶ τοῦ τιμίου σώματος,
15οὗ καὶ ἀντίτυπα ταῦτα ἐπιτελοῦμεν, αὐτοῦ διαταξαμένου ἡμῖν καταγγέλλειν τὸν αὐτοῦ θάνατον· δι’ αὐτοῦ γάρ σοι καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. Μηδεὶς δὲ ἐσθιέτω ἐξ αὐτῶν τῶν ἀμυήτων, ἀλλὰ μόνοι οἱ βεβαπτισμένοι εἰς τὸν τοῦ Κυρίου θάνατον. Εἰ δέ τις
20ἀμύητος κρύψας ἑαυτὸν μεταλάβοι, κρίμα αἰώνιον φάγεται, ὅτι μὴ ὢν τῆς εἰς Χριστὸν πίστεως μετέλαβεν ὧν οὐ θέμις, εἰς τιμωρίαν ἑαυτοῦ. Εἰ δέ τις κατὰ ἄγνοιαν μεταλάβοι, τοῦτον τάχιον στοιχειώσαντες μυήσατε, ὅπως μὴ κατα‐ φρονητὴς ἐξέλθοι.

7

.

26

Μετὰ δὲ τὴν μετάληψιν οὕτως εὐχαριστήσατε· Εὐχαριστοῦμέν σοι, ὁ Θεὸς καὶ Πατὴρ Ἰησοῦ τοῦ σωτῆ‐
ρος ἡμῶν, ὑπὲρ τοῦ ἁγίου ὀνόματός σου οὗ κατεσκήνωσας ἐν ἡμῖν, καὶ ὑπὲρ τῆς γνώσεως καὶ πίστεως καὶ ἀγάπης
5καὶ ἀθανασίας ἧς ἔδωκας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός σου. Σὺ δέσποτα παντοκράτορ, ὁ Θεὸς τῶν ὅλων, ὁ κτίσας τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ δι’ αὐτοῦ καὶ νόμον καταφυ‐ τεύσας ἐν ταῖς ψυχαῖς ἡμῶν καὶ τὰ πρὸς μετάληψιν προ‐ ευτρεπίσας ἀνθρώποις, ὁ Θεὸς τῶν ἁγίων καὶ ἀμέμπτων
10πατέρων ἡμῶν, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν πιστῶν δούλων σου, ὁ δυνατὸς Θεός, ὁ πιστὸς καὶ ἀληθινὸς καὶ ἀψευδὴς ἐν ταῖς ἐπαγγελίαις, ὁ ἀποστείλας ἐπὶ γῆς Ἰησοῦν τὸν Χριστόν σου ἀνθρώποις συναναστραφῆναι ὡς ἄνθρωπον, Θεὸν ὄντα λόγον καὶ ἄνθρωπον, καὶ τὴν πλάνην πρόρριζον
15ἀνελεῖν, αὐτὸς καὶ νῦν δι’ αὐτοῦ μνήσθητι τῆς ἁγίας σου Ἐκκλησίας ταύτης, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, καὶ ῥῦσαι αὐτὴν ἀπὸ παντὸς πονηροῦ καὶ τελείωσον αὐτὴν ἐν τῇ ἀγάπῃ σου καὶ τῇ ἀληθείᾳ σου, καὶ συνάγαγε πάντας ἡμᾶς εἰς τὴν σὴν βασιλείαν, ἣν ἡτοίμασας
20αὐτῇ. Μαραναθά· ὡσαννὰ τῷ Υἱῷ Δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος ὁ ἐπιφανεὶς ἡμῖν ἐν σαρκί. Εἴ τις ἅγιος, προσερχέσθω· εἰ δέ τις οὐκ ἔστιν, γινέσθω διὰ μετανοίας. Ἐπιτρέπετε δὲ καὶ τοῖς πρεσβυτέροις ὑμῶν
25εὐχαριστεῖν.

7

.

27

Περὶ δὲ τοῦ μύρου οὕτως εὐχαριστήσατε· Εὐχαριστοῦμέν σοι, Θεὲ δημιουργὲ τῶν ὅλων, καὶ ὑπὲρ τῆς εὐωδίας τοῦ μύρου καὶ ὑπὲρ τοῦ ἀθανάτου αἰῶνος οὗ ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός σου, ὅτι σοῦ ἐστιν
5ἡ δόξα καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας· ἀμήν.

7

.

28

Ὃς ἐὰν ἐλθὼν οὕτως εὐχαριστῇ, προσδέξασθε αὐτὸν ὡς Χριστοῦ μαθητήν. Ἐὰν δὲ ἄλλην διδαχὴν κηρύσσῃ παρ’ ἣν ὑμῖν παρέδωκεν ὁ Χριστὸς δι’ ἡμῶν, τῷ τοιούτῳ μὴ συγχωρεῖτε εὐχαριστεῖν· ὑβρίζει γὰρ ὁ τοιοῦτος
5τὸν Θεὸν ἤπερ δοξάζει. Πᾶς δὲ ὁ ἐρχόμενος πρὸς ὑμᾶς, δοκιμασθείς, οὕτως δεχέσθω· σύνεσιν γὰρ ἔχετε, καὶ δύνασθε γνῶναι δεξιὰν καὶ ἀριστερὰν καὶ διακρῖναι ψευδο‐ διδασκάλους διδασκάλων. Ἐλθόντι μέντοι τῷ διδασκάλῳ ἐκ ψυχῆς ἐπιχορηγήσατε τὰ δέοντα· τῷ δὲ ψευδοδιδασκάλῳ
10δώσετε μὲν τὰ πρὸς χρείαν, οὐ παραδέξεσθε δὲ αὐτοῦ τὴν πλάνην, οὔτε μὴν συμπροσεύξησθε αὐτῷ, ἵνα μὴ συμμιανθῆτε
αὐτῷ. Πᾶς προφήτης ἀληθινὸς ἢ διδάσκαλος ἐρχόμενος πρὸς ὑμᾶς ἄξιός ἐστιν τῆς τροφῆς ὡς ἐργάτης λόγου δικαιοσύνης.

7

.

29

Πᾶσαν ἀπαρχὴν γεννημάτων ληνοῦ, ἅλωνος, βοῶν τε καὶ προβάτων δώσεις τοῖς ἱερεῦσιν, ἵνα εὐλογηθῶσιν αἱ ἀποθῆκαι τῶν ταμιείων σου καὶ τὰ ἐκφόρια τῆς γῆς σου, καὶ στηριχθῇς σίτῳ καὶ οἴνῳ καὶ ἐλαίῳ, καὶ αὐξηθῇ τὰ
5βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου. Πᾶσαν δεκάτην δώσεις τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ. Πᾶσαν ἀπαρχὴν ἄρτων θερμῶν, κεραμίου οἴνου ἢ ἐλαίου ἢ μέλιτος ἢ ἀκροδρύων, σταφυλῆς ἢ τῶν ἄλλων τὴν ἀπαρχὴν δώσεις τοῖς ἱερεῦσιν,
10ἀργυρίου δὲ καὶ ἱματισμοῦ καὶ παντὸς κτήματος τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ.

7

.

30

Τὴν ἀναστάσιμον τοῦ Κυρίου ἡμέραν, τὴν κυριακήν φαμεν, συνέρχεσθε ἀδιαλείπτως, εὐχαριστοῦντες Θεῷ καὶ ἐξομολογούμενοι ἐφ’ οἷς εὐηργέτησεν ἡμᾶς Θεὸς διὰ Χριστοῦ ῥυσάμενος ἀγνοίας, πλάνης, δεσμῶν, ὅπως ἄμεμπτος ᾖ
5ἡ θυσία ὑμῶν καὶ εὐανάφορος Θεῷ, τῷ εἰπόντι περὶ τῆς οἰκουμενικῆς αὐτοῦ Ἐκκλησίας, ὅτι· «Ἐν παντὶ τόπῳ μοι προσενεχθήσεται θυμίαμα καὶ θυσία καθαρά, ὅτι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ ὄνομα
μου θαυμαστὸν ἐν τοῖς ἔθνεσιν.»

7

.

31

Προχειρίσασθε δὲ ἐπισκόπους ἀξίους τοῦ Κυρίου καὶ πρεσβυτέρους καὶ διακόνους, ἄνδρας εὐλαβεῖς, δικαίους, πραεῖς, ἀφιλαργύρους, φιλαλήθεις, δεδοκιμασμένους, ὁσίους, ἀπροσωπολήπτους, δυναμένους διδάσκειν τὸν λόγον τῆς εὐσε‐
5βείας, ὀρθοτομοῦντας ἐν τοῖς τοῦ Κυρίου δόγμασιν. Ὑμεῖς δὲ τιμᾶτε τούτους ὡς πατέρας, ὡς κυρίους, ὡς εὐεργέτας, ὡς τοῦ εὖ εἶναι αἰτίους. Ἐλέγχετε δὲ ἀλλήλους, μὴ ἐν ὀργῇ, ἀλλ’ ἐν μακροθυμίᾳ μετὰ χρηστότητος καὶ εἰρήνης. Πάντα τὰ προστεταγμένα ὑμῖν ὑπὸ τοῦ Κυρίου φυλάξατε.
10 Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν. Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἥξει, ἑσπέρας ἢ πρωὶ ἢ ἀλεκτοροφωνίας ἢ μεσονυκτίου· ᾗ γὰρ ὥρᾳ οὐ προσδοκῶσιν, ἐλεύσεται ὁ Κύριος, καὶ ἐὰν
15αὐτῷ ἀνοίξωσιν, μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, ὅτι εὑρέθησαν γρηγοροῦντες· ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. Νήφετε οὖν καὶ προσεύ‐ χεσθε μὴ ὑπνῶσαι εἰς θάνατον· οὐ γὰρ ὀνήσει ὑμᾶς τὰ πρότερα κατορθώματα, ἐὰν εἰς τὰ ἔσχατα ὑμῶν ἀποπλανη‐
20θῆτε τῆς πίστεως τῆς ἀληθοῦς.

7

.

32

Ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ φθορεῖς τοῦ λόγου, καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους καὶ ἡ ἀγάπη εἰς μῖσος· πληθυν‐
θείσης γὰρ τῆς ἀνομίας, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν,
5μισήσουσιν γὰρ ἀλλήλους οἱ ἄνθρωποι καὶ διώξουσιν καὶ προδώσουσιν. Καὶ τότε φανήσεται ὁ κοσμοπλάνος, ὁ τῆς ἀληθείας ἐχθρός, ὁ τοῦ ψεύδους προστάτης, ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ ὁ διὰ χειλέων ἀναιρῶν ἀσεβῆ· καὶ πολλοὶ σκανδαλισθήσονται.
10ἐπ’ αὐτῷ, οἱ δὲ ὑπομείναντες εἰς τέλος, οὗτοι σωθήσονται. Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, εἶτα φωνὴ σάλπιγγος ἔσται δι’ ἀρχαγγέλου καὶ μεταξὺ ἀναβίωσις τῶν κεκοιμημένων. Καὶ τότε ἥξει ὁ Κύριος καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ ἐν συσσεισμῷ
15ἐπάνω τῶν νεφελῶν μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ ἐπὶ θρόνου βασιλείας, κατακρῖναι τὸν κοσμοπλάνον διάβολον καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τότε ἀπε‐ λεύσονται οἱ μὲν πονηροὶ εἰς αἰώνιον κόλασιν, οἱ δὲ δίκαιοι πορεύσονται εἰς ζωὴν αἰώνιον, κληρονομοῦντες ἐκεῖνα, ἃ
20ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, καὶ χαρήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ τῇ ἐν
Χριστῷ Ἰησοῦ.

7

.

33

Τοσούτων δὲ ἠξιωμένοι τῶν παρ’ αὐτοῦ ἀγαθῶν, γενώμεθα αὐτοῦ ἱκέται, ἐπικαλούμενοι αὐτὸν διὰ συνεχοῦς δεήσεως καὶ λέγοντες· Αἰώνιε Σῶτερ ἡμῶν, ὁ βασιλεὺς τῶν θεῶν,
5ὁ ὢν μόνος παντοκράτωρ καὶ Κύριος, ὁ Θεὸς πάντων τῶν ὄντων καὶ Θεὸς τῶν ἁγίων καὶ ἀμέμπτων πατέρων ἡμῶν τῶν πρὸ ἡμῶν, ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ ἐλεήμων καὶ οἰκτίρμων, ὁ μακρόθυμος καὶ πολυέλεος, ᾧ πᾶσα γυμνοφανὴς βλέπεται καρδία καὶ πᾶν κρύφιον
10ἐνθύμημα ἀποκαλύπτεται, πρὸς σὲ βοῶσιν ψυχαὶ δικαίων, ἐπὶ σοὶ πεποίθασιν ἐλπίδες ὁσίων, ὁ τῶν ἀμέμπτων Πατήρ, ὁ τῶν μετ’ εὐθύτητος ἐπικαλουμένων σε ἐπήκοος, ὁ καὶ σιωπωμένας ἐπιστάμενος ἐντεύξεις (χωρεῖ γὰρ μέχρι σπλάγ‐ χνων ἀνθρωπίνων ἡ σὴ πρόνοια, καὶ διὰ συνειδήσεως ἑκάστου
15ἐρευνᾷς τὴν γνώμην), καὶ κατὰ πᾶν κλίμα τῆς οἰκουμένης τὸ διὰ προσευχῆς καὶ λόγων ἀναπέμπεταί σοι θυμίαμα. Ὁ τὸν παρόντα αἰῶνα στάδιον δικαιοσύνης ἐνστη‐ σάμενος, πᾶσι δὲ ἀνοίξας πύλην ἐλεημοσύνης, ὑποδείξας δὲ ἑκάστῳ τῶν ἀνθρώπων διὰ τῆς ἐμφύτου γνώσεως καὶ
20φυσικῆς κρίσεως καὶ ἐκ τῆς τοῦ νόμου ὑποφωνήσεως, ὡς πλούτου μὲν οὐκ ἀΐδιον τὸ κτῆμα, εὐπρεπείας οὐκ ἀένναον
τὸ κάλλος, δυνάμεως εὐδιάλυτος ἡ ἰσχὺς καὶ ἀτμὸς μὲν καὶ ματαιότης τὰ σύνολα, μόνη δὲ συνείδησις πίστεως ἀνύπου‐ λος διαμένει διὰ μέσων οὐρανῶν μετὰ ἀληθείας ἀνερχομένη,
25τῆς μελλούσης τρυφῆς δεξιὰν ἀπολαμβάνει, ἅμα καὶ πρὸ τοῦ παραστῆναι τὴν ὑπόσχεσιν τῆς παλιγγενεσίας αὐτὴ ἡ ψυχὴ τῇ ἐλπίδι γαυρουμένη εὐφραίνεται· ἐξ ὑπαρχῆς γὰρ τοῦ προπάτορος ἡμῶν Ἀβραὰμ μεταποιουμένου τὴν ὁδὸν τῆς ἀληθείας, ὁραματισμῷ ὡδήγησας, διδάξας ὅ τι
30ποτέ ἐστιν ὁ αἰὼν οὗτος· καὶ τῆς μὲν γνώσεως αὐτοῦ προώδευσεν ἡ πίστις, τῆς δὲ πίστεως ἀκόλουθος ἦν ἡ συν‐ θήκη· εἶπας γάρ· «Ποιήσω τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης»· ἀλλὰ μὴν καὶ τὸν Ἰσαὰκ αὐτῷ δωρησά‐
35μενος καὶ ὅμοιον αὐτὸν εἰδὼς ἐκείνου τῷ τρόπῳ, καὶ αὐτοῦ ἐπεκλήθης Θεὸς εἰπών· «Ἔσομαί σου Θεὸς καὶ τοῦ σπέρ‐ ματός σου μετὰ σέ»· καὶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ ἐπὶ Μεσοποταμίαν στελλομένου, δείξας τὸν Χριστόν, δι’ αὐτοῦ ἐλάλησας εἰπών· «Ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ καὶ αὐξανῶ
40σε καὶ πληθυνῶ σε σφόδρα»· καὶ πρὸς Μωϋσῆν τὸν πιστὸν καὶ ἅγιόν σου θεράποντα οὕτως εἶπας ἐπὶ τῆς ὀπτα‐ σίας τῆς βάτου· «Ἐγώ εἰμι ὁ ὤν, τοῦτό μοι ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεαῖς γενεῶν», —ὑπέρμαχε γένους
Ἀβραάμ, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.

7

.

34

Εὐλογητὸς εἶ, Κύριε βασιλεῦ τῶν αἰώνων, ὁ διὰ Χριστοῦ ποιήσας τὰ ὅλα καὶ δι’ αὐτοῦ ἐν ἀρχῇ κοσμήσας τὰ ἀκατασκεύαστα, ὁ διαχωρίσας ὕδατα ὑδάτων στερεώ‐ ματι, ὁ καὶ πνεῦμα ζωτικὸν τούτοις ἐμβαλών, ὁ γῆν ἑδράσας
5καὶ οὐρανὸν ἐκτείνας καὶ τὴν ἑκάστου τῶν κτισμάτων ἀκριβῆ διάταξιν κοσμήσας. Σῇ γὰρ ἐνθυμήσει, δέσποτα, κόσμος πεφαίδρυται, οὐρανὸς δὲ ὡς καμάρα πεπηγμένος ἠγλάϊσται ἄστροις ἕνεκεν παραμυθίας τοῦ σκότους, φῶς δὲ καὶ ἥλιος εἰς ἡμέρας καὶ καρπῶν γονὴν γεγένηνται, σελήνη
10δὲ εἰς τροπὴν καιρῶν αὔξουσα καὶ μειουμένη, καὶ νὺξ ὠνομάζετο καὶ ἡμέρα προσηγορεύετο, στερέωμα δὲ διὰ μέσων ἀβύσσων ἐδείκνυτο καὶ εἶπας συναχθῆναι τὰ ὕδατα καὶ ὀφθῆναι τὴν ξηράν. Αὐτὴν δὲ τὴν θάλασσαν πῶς ἄν τις ἐκφράσειεν; Ἥτις ἔρχεται μὲν ἀπὸ πελάγους μαι‐
15νομένη, παλινδρομεῖ δὲ ἀπὸ ψάμμου τῇ σῇ προσταγῇ κωλυομένη· εἶπας γὰρ ἐν αὐτῇ συντριβήσεσθαι αὐτῆς τὰ κύματα· ζῴοις δὲ μικροῖς καὶ μεγάλοις καὶ πλοίοις
πορευτὴν αὐτὴν ἐποίησας. Εἶτ’ ἐχλοαίνετο γῆ, παντοίοις ἄνθεσι καταγραφομένη
20καὶ ποικιλίᾳ δένδρων διαφόρων· παμφαεῖς τε φωστῆρες τούτων τιθηνοί, ἀπαράβατον σῴζοντες τὸν δόλιχον καὶ κατ’ οὐδὲν παραλλάσσοντες τῆς σῆς προσταγῆς, ἀλλ’ ὅπη ἂν κελεύσῃς, ταύτῃ ἀνίσχουσι καὶ δύουσιν εἰς σημεῖα καιρῶν καὶ ἐνιαυτῶν, ἀμειβόμενοι τὴν τῶν ἀνθρώπων
25ὑπηρεσίαν. Ἔπειτα διαφόρων ζῴων κατεσκευάζετο γένη, χερσαίων, ἐνύδρων, ἀεροπόρων, ἀμφιβίων, καὶ τῆς σῆς προνοίας ἡ ἔντεχνος σοφία τὴν κατάλληλον ἑκάστῳ πρό‐ νοιαν δωρεῖται· ὥσπερ γὰρ διάφορα γένη οὐκ ἠτόνησεν παραγαγεῖν, οὕτως οὐδὲ διάφορον πρόνοιαν ἑκάστου ποιήσα‐
30σθαι κατωλιγώρησεν. Καὶ τέλος τῆς δημιουργίας τὸ λογικὸν ζῷον, τὸν κοσμοπολίτην, τῇ σῇ σοφίᾳ διαταξάμενος κατεσκεύασας εἰπών· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», κόσμου κόσμον αὐτὸν ἀναδείξας, ἐκ μὲν
35τῶν τεσσάρων σωμάτων διαπλάσας αὐτῷ τὸ σῶμα, κατα‐ σκευάσας δ’ αὐτῷ τὴν ψυχὴν ἐκ τοῦ μὴ ὄντος, αἴσθησίν τε πένταθλον αὐτῷ χαρισάμενος καὶ νοῦν τὸν τῆς ψυχῆς
ἡνίοχον ταῖς αἰσθήσεσιν ἐπιστήσας. Καὶ ἐπὶ πᾶσι τούτοις, δέσποτα Κύριε, τίς ἐπαξίως διηγήσεται νεφῶν ὀμβροτόκων
40φοράν, ἀστραπῆς ἔκλαμψιν, βροντῶν πάταγον, εἰς τροφῆς χορηγίαν καταλλήλου καὶ κρᾶσιν ἀέρων παναρμόνιον; Παρακούσαντα δὲ τὸν ἄνθρωπον ἐμμίσθου ζωῆς ἐστέ‐ ρησας, οὐκ εἰς τὸ παντελὲς ἀφανίσας, ἀλλὰ χρόνῳ πρὸς ὀλίγον κοιμίσας, ὅρκῳ εἰς παλιγγενεσίαν ἐκάλεσας, ὅρον
45θανάτου ἔλυσας, ὁ ζωοποιὸς τῶν νεκρῶν διὰ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν.

7

.

35

Μέγας εἶ, Κύριε παντοκράτορ, καὶ μεγάλη ἡ ἰσχύς σου καὶ τῆς συνέσεώς σου οὐκ ἔστιν ἀριθμός· κτίστα, σωτήρ, πλούσιε χάρισιν, μακρόθυμε καὶ ἐλέους χορηγέ, ὁ μὴ ἀφιστῶν τῶν σῶν κτισμάτων τὴν σωτηρίαν· φύσει γὰρ
5ἀγαθὸς ὑπάρχεις, φείδῃ δὲ ἁμαρτανόντων, εἰς μετάνοιαν προσκαλούμενος· οἰκτίρμων γὰρ σοῦ ἡ νουθέτησις. Πῶς γὰρ ἂν ὑπέστημεν ἐπειγομένην ἀπαιτούμενοι κρίσιν, ὁπότε μακροθυμούμενοι μόλις ἀνανεύομεν τῆς ἀσθενείας; Σοῦ τὸ κράτος ἀνήγγειλαν οἱ οὐρανοὶ καὶ γῆ κραδαινομένη τὴν
10ἀσφάλειαν ἐπ’ οὐδενὸς κρεμαμένη. Θάλασσα κυμαινομένη καὶ μυρίαν βόσκουσα ζῴων ἀγέλην πεπέδηται ἄμμῳ, τὴν σὴν βούλησιν πεφρικυῖα, καὶ πάντας ἀναγκάζει βοᾶν· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.»
15 Καὶ στρατὸς ἀγγέλων φλεγόμενος καὶ πνεύματα νοερὰ λέγουσιν· «Εἷς ἅγιος τῷ Φελμουνί», καὶ Σεραφὶμ ἅγια ἅμα τοῖς Χερουβὶμ τοῖς ἑξαπτερύγοις σοι τὴν ἐπινίκιον ᾠδὴν ψάλλοντα ἀσιγήτοις φωναῖς βοῶσιν· «Ἅγιος, ἅγιος ἅγιος Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς
20δόξης σου», καὶ τὰ ἕτερα τῶν ταγμάτων πλήθη, ἄγγελοι, ἀρχάγγελοι, θρόνοι, κυριότητες, ἀρχαί, ἐξουσίαι, δυνάμεις, ἐπιβοῶντα λέγουσιν· «Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ.» Ἰσραὴλ δέ, ἡ ἐπίγειός σου Ἐκκλησία ἡ ἐξ ἐθνῶν, ταῖς κατ’ οὐρανὸν δυνάμεσιν ἁμιλλωμένη νυκτὶ
25καὶ ἡμέρᾳ ἐν καρδίᾳ πλήρει καὶ ψυχῇ θελούσῃ ψάλλει· «Τὸ ἅμρα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων, Κύριος ἐν αὐτοῖς ἐν Σιναΐ, ἐν τῷ ἁγίῳ.» Οἶδεν οὐρανὸς τὸν ἐπὶ μηδενὸς αὐτὸν καμαρώσαντα ὡς λιθόκυβον, καὶ γῆν καὶ ὕδωρ ἑαυτοῖς ἑνώσαντα, καὶ
30ἀέρα διαχέαντα ζῳοτρόφον, καὶ τούτῳ πῦρ συμπλέξαντα
εἰς θάλπος καὶ σκότους παραμυθίαν· ἐκπλήσσει χορὸς ἀστέρων τὸν ἀριθμήσαντα σημαίνων καὶ τὸν ὀνομάσαντα δεικνύων, ζῷα τὸν ψυχώσαντα, δένδρα τὸν ἐκφύσαντα· ἅπερ ἅπαντα τῷ σῷ λόγῳ γενόμενα παριστᾷ τῆς σῆς δυνάμεως
35τὸ κράτος. Διὸ καὶ ὀφείλει πᾶς ἄνθρωπος ἐξ αὐτῶν τῶν στέρνων σοὶ διὰ Χριστοῦ τὸν ὑπὲρ πάντων ὕμνον ἀνα‐ πέμπειν, διὰ σὲ τῶν ἁπάντων κρατῶν. Σὺ γὰρ εἶ ὁ χρηστὸς ἐν εὐεργεσίαις καὶ φιλόδωρος ἐν οἰκτιρμοῖς, ὁ μόνος παντοκράτωρ· ὅτε γὰρ θέλεις, πάρεστί
40σοι τὸ δύνασθαι· τὸ γὰρ σὸν αἰώνιον κράτος καὶ φλόγα καταψύχει καὶ λέοντας φιμοῖ καὶ κήτη καταπραΰνει καὶ νοσοῦντας ἐγείρει καὶ δυνάμεις μετατρέπει καὶ στρατὸν ἐχθρῶν καὶ λαὸν ἀριθμούμενον ἐν τῷ ὑπερηφανεύεσθαι καταστρώννυσιν. Σὺ εἶ ὁ ἐν οὐρανῷ, ὁ ἐπὶ γῆς, ὁ ἐν
45θαλάσσῃ, ὁ ἐν περατουμένοις ὑπὸ μηδενὸς περατούμενος· «Τῆς γὰρ μεγαλοσύνης σου οὐκ ἔστιν πέρας.» Μὴ γὰρ ἡμέτερόν ἐστιν τοῦτο, δέσποτα, τοῦ θεράποντός σου λόγιόν ἐστιν φάσκοντος· «Καὶ γνώσῃ τῇ καρδίᾳ σου, ὅτι Κύριος ὁ Θεός σου, Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ γῆς κάτω, καὶ

7

.

35

(50)

οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.» Οὐδὲ γὰρ ἔστι Θεὸς πλὴν σοῦ μόνου, ἅγιος οὐκ ἔστι πλὴν σοῦ, Κύριος Θεὸς γνώσεων, Θεὸς ἁγίων, ἅγιος ὑπὲρ πάντας ἁγίους· «Οἱ γὰρ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς
σού εἰσιν»· ἔνδοξος καὶ ὑπερυψούμενος, ἀόρατος τῇ
55φύσει, ἀνεξιχνίαστος κρίμασιν· οὗ ἀνενδεὴς ἡ ζωή, ἄτρε‐ πτος καὶ ἀνεκλιπὴς ἡ διαμονή, ἀκάματος ἡ ἐνέργεια, ἀπερίγραφος ἡ μεγαλειότης, ἀένναος ἡ εὐπρέπεια, ἀπρόσιτος ἡ κατοικία, ἀμετανάστευτος ἡ κατασκήνωσις, ἄναρχος ἡ γνῶσις, ἀναλλοίωτος ἡ ἀλήθεια, ἀμεσίτευτον τὸ ἔργον, ἀνε‐
60πιβούλευτον τὸ κράτος, ἀδιάδοχος ἡ μοναρχία, ἀτελεύτητος ἡ βασιλεία, ἀνανταγώνιστος ἡ ἰσχύς, πολυάριθμος ἡ στρατιά. Σὺ γὰρ εἶ ὁ σοφίας πατήρ, ὁ δημιουργίας τῆς διὰ μεσίτου κτίστης ὡς αἴτιος, ὁ προνοίας χορηγός, ὁ νόμων δοτήρ, ὁ ἐνδείας πληρωτής, ὁ τῶν ἀσεβῶν τιμωρὸς καὶ τῶν δικαίων
65μισθαποδότης, ὁ τοῦ Χριστοῦ Θεὸς καὶ Πατὴρ καὶ τῶν εἰς αὐτὸν εὐσεβούντων Κύριος, οὗ ἀδιάψευστος ἡ ἐπαγγελία, ἀδωροδόκητος ἡ κρίσις, ἀμετάπιστος ἡ γνώμη, ἄπαυστος ἡ εὐσέβεια, ἀΐδιος ἡ εὐχαριστία, δι’ οὗ σοι καὶ ἡ ἐπάξιος προσκύνησις ὀφείλεται παρὰ πάσης λογικῆς καὶ ἁγίας
70φύσεως.

7

.

36

Κύριε παντοκράτορ, κόσμον ἔκτισας διὰ Χριστοῦ καὶ σάββατον ὥρισας εἰς μνήμην τούτου, ὅτι ἐν αὐτῷ κατέ‐ παυσας ἀπὸ τῶν ἔργων εἰς μελέτην τῶν σῶν νόμων, καὶ ἑορτὰς διετάξω εἰς εὐφροσύνην τῶν ἡμετέρων ψυχῶν, ὅπως
5εἰς μνήμην ἐρχώμεθα τῆς ὑπὸ σοῦ κτισθείσης σοφίας· Ὡς δι’ ἡμᾶς γένεσιν ὑπέστη τὴν διὰ γυναικός, ἐπεφάνη τῷ βίῳ ἀναδεικνὺς ἑαυτὸν ἐν τῷ βαπτίσματι, ὡς Θεός ἐστι καὶ ἄνθρωπος ὁ φανείς, ἔπαθεν δι’ ἡμᾶς σῇ συγχωρήσει καὶ ἀπέθανεν καὶ ἀνέστη σῷ κράτει· διὸ καὶ τὴν ἀναστάσιμον
10ἑορτὴν πανηγυρίζοντες τῇ κυριακῇ χαίρομεν ἐπὶ τῷ νική‐ σαντι μὲν τὸν θάνατον, φωτίσαντι δὲ ζωὴν καὶ ἀφθαρσίαν· δι’ αὐτοῦ γὰρ προσηγάγου τὰ ἔθνη ἑαυτῷ εἰς λαὸν περι‐ ούσιον, τὸν ἀληθινὸν Ἰσραήλ, τὸν θεοφιλῆ, τὸν ὁρῶντα Θεόν.
15 Σὺ γάρ, Κύριε, καὶ τοὺς πατέρας ἡμῶν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου καὶ ἐρρύσω ἐκ καμίνου σιδηρᾶς καὶ ἐκ
πηλοῦ καὶ πλινθουργίας, ἐλυτρώσω ἐκ χειρὸς Φαραῶ καὶ τῶν ὑπ’ αὐτὸν καὶ διὰ θαλάσσης ὡς διὰ ξηρᾶς αὐτοὺς παρή‐ γαγες καὶ ἐτροποφόρησας αὐτοὺς ἐν τῇ ἐρήμῳ παντοίοις
20ἀγαθοῖς. Νόμον αὐτοῖς ἐδωρήσω δέκα λογίων σῇ φωνῇ φθεγχθέντα καὶ χειρὶ σῇ καταγραφέντα· σαββατίζειν ἐνε‐ τείλω, οὐ πρόφασιν ἀργίας διδούς, ἀλλ’ ἀφορμὴν εὐσεβείας, εἰς γνῶσιν τῆς σῆς δυνάμεως, εἰς κώλυσιν κακῶν ὡς ἐν ἱερῷ καθείρξας περιβόλῳ διδασκαλίας χάριν, εἰς ἀγαλλίαμα
25ἑβδομάδος· διὰ τοῦτο ἑβδομὰς μία καὶ ἑβδομάδες ἑπτὰ καὶ μὴν ἕβδομος καὶ ἐνιαυτὸς ἕβδομος καὶ τούτου κατὰ ἀνα‐ κύκλησιν ἔτος πεντηκοστὸν εἰς ἄφεσιν. Ὅπως μηδεμίαν ἔχωσιν πρόφασιν ἄνθρωποι ἄγνοιαν σκήψασθαι, τούτου χάριν πᾶν σάββατον ἐπέτρεψας ἀργεῖν, ὅπως μηδὲ λόγον τις ἐν
30ὀργῇ ἐκ τοῦ στόματος αὐτοῦ προέσθαι θελήσῃ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων· σάββατον γάρ ἐστιν κατάπαυσις δημιουργίας, τελείωσις κόσμου, νόμων ζήτησις, αἶνος εἰς Θεὸν εὐχάριστος ὑπὲρ ὧν ἀνθρώποις ἐδωρήσατο. Ὧν ἁπάντων ἡ κυριακὴ προὔχουσα, αὐτὸν τὸν μεσί‐
35την, τὸν προνοητήν, τὸν νομοθέτην, τὸν ἀναστάσεως αἴτιον, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν Θεὸν λόγον καὶ ἄνθρωπον τὸν ἐκ Μαρίας γεννηθέντα μόνον δίχα ἀνδρός, τὸν πολιτευσάμενον ὁσίως, τὸν σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου καὶ ἀποθανόντα καὶ ἀναστάντα ἐκ νεκρῶν ὑπο‐
40δεικνύουσα, ὡς κυριακὴ παρακελεύεται σοί, δέσποτα, τὴν ὑπὲρ πάντων εὐχαριστίαν προσφέρειν. Αὕτη γὰρ ἡ ὑπὸ σοῦ παρασχεθεῖσα χάρις, ἥτις διὰ μέγεθος πᾶσαν εὐεργεσίαν ἐκάλυψεν.

7

.

37

Ὁ τὰς ἐπαγγελίας τὰς διὰ τῶν προφητῶν πληρώσας καὶ ἐλεήσας τὴν Σιὼν καὶ οἰκτειρήσας τὴν Ἱερουσαλὴμ τῷ τὸν θρόνον Δαυὶδ τοῦ παιδός σου ἀνυψῶσαι ἐν μέσῳ αὐτῆς τῇ γενέσει τοῦ Χριστοῦ τοῦ ἐκ σπέρματος αὐτοῦ κατὰ
5σάρκα γεννηθέντος ἐκ μόνης παρθένου· αὐτὸς καὶ νῦν, δέσποτα ὁ Θεός, πρόσδεξαι τὰς διὰ χειλέων δεήσεις τοῦ λαοῦ σου τοῦ ἐξ ἐθνῶν, τῶν ἐπικαλουμένων σε ἐν ἀληθείᾳ, καθὼς προσεδέξω τὰ δῶρα τῶν δικαίων ἐν ταῖς γενεαῖς αὐτῶν. Ἄβελ ἐν πρώτοις τὴν θυσίαν ἐπεῖδες καὶ προσε‐
10δέξω, Νῶε ἐξελθόντος τῆς κιβωτοῦ, Ἀβραὰμ μετὰ τὸ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Χαλδαίων, Ἰσαὰκ ἐν τῷ φρέατι τοῦ ὅρκου, Ἰακὼβ ἐν Βηθλεέμ, Μωϋσέως ἐν τῇ ἐρήμῳ, Ἀαρὼν ἀνὰ μέσον τῶν ζώντων καὶ τῶν τεθνεώτων, Ἰησοῦ τοῦ Ναυῆ ἐν Γαλγάλοις, Γεδεὼν ἐπὶ τῆς πέτρας καὶ τῶν πόκων
15πρὸ τῆς ἁμαρτίας, Μανωὲ καὶ τῆς αὐτοῦ γυναικὸς ἐν τῷ πεδίῳ, Σαμψὼν ἐν τῷ δίψει πρὸ τῆς πλημμελείας, Ἰεφθάε ἐν τῷ πολέμῳ πρὸ τῆς ἀκρίτου ἐπαγγελίας, Βαρὰκ καὶ Δεββώρας ἐπὶ τοῦ Σισάρα, Σαμουὴλ ἐν Μασσηφά· Δαυὶδ
ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου, Σολομῶνος ἐν Γαβαὼν καὶ
20ἐν Ἱερουσαλήμ, Ἠλία ἐν τῷ ὄρει τῷ Καρμηλίῳ, Ἐλισσαίου ἐπὶ τῆς ἀτεκνούσης πηγῆς, Ἰωσαφὰτ ἐν τῷ πολέμῳ, Ἐζεκία ἐν ἀρρωστίᾳ καὶ ἐπὶ τοῦ Σενναχηρείμ, Μανασσῆ ἐν γῇ Χαλδαίων μετὰ τὴν πλημμέλειαν, Ἰωσία ἐν τῷ Φασσᾶ, Ἔσδρα ἐν τῇ ἐπανόδῳ· Δανιὴλ ἐν τῷ λάκκῳ
25τῶν λεόντων, Ἰωνᾶ ἐν τῇ κοιλίᾳ τοῦ κήτους, τῶν τριῶν παίδων ἐν καμίνῳ πυρός, Ἄννας ἐν τῇ σκηνῇ ἐνώπιον τῆς κιβωτοῦ, Νεεμία ἐπὶ τῇ ἀνεγέρσει τῶν τειχῶν καὶ Ζορο‐ βάβελ, Ματταθία καὶ τῶν υἱῶν αὐτοῦ ἐν τῷ ζήλῳ σου, Ἰαὴλ ἐν εὐλογίαις. Καὶ νῦν οὖν πρόσδεξαι τὰς τοῦ λαοῦ
30σου προσευχὰς μετ’ ἐπιγνώσεώς σοι διὰ Χριστοῦ προσφε‐ ρομένας ἐν τῷ Πνεύματι.

7

.

38

Εὐχαριστοῦμέν σοι περὶ πάντων, δέσποτα παντο‐ κράτορ, ὅτι οὐκ ἐγκατέλιπες τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου ἀφ’ ἡμῶν, ἀλλὰ καθ’ ἑκάστην γενεὰν καὶ γενεὰν σῴζεις, ῥύῃ, ἀντιλαμβάνῃ, σκεπάζεις. Ἀντελάβου γὰρ ἐν ἡμέραις
5Ἐνὼς καὶ Ἐνώχ, ἐν ἡμέραις Μωϋσέως καὶ Ἰησοῦ, ἐν ἡμέραις τῶν κριτῶν, ἐν ἡμέραις Σαμουὴλ καὶ Ἠλία καὶ τῶν προφητῶν, ἐν ἡμέραις Δαυὶδ καὶ τῶν βασιλέων, ἐν ἡμέραις Ἐσθὴρ καὶ Μαρδοχαίου, ἐν ἡμέραις Ἰουδίθ, ἐν ἡμέραις Ἰούδα Μακκαβαίου καὶ τῶν ἀδελφῶν αὐτοῦ. Καὶ
10ἐν ταῖς ἡμέραις ἡμῶν ἀντελάβου ἡμῶν διὰ τοῦ μεγάλου σου
ἀρχιερέως Ἰησοῦ Χριστοῦ τοῦ Παιδός σου· καὶ ἀπὸ μαχαίρας γὰρ ἐρρύσατο καὶ ἐκ λιμοῦ ἐξείλατο διαθρέψας, ἐκ νόσου ἰάσατο, ἐκ γλώσσης πονηρᾶς ἐσκέπασεν. Περὶ πάντων σοι διὰ Χριστοῦ εὐχαριστοῦμεν, ὁ καὶ
15φωνὴν ἔναρθρον εἰς ἐξομολόγησιν δωρησάμενος καὶ γλῶσσαν εὐάρμοστον δίκην πλήκτρου ὡς ὄργανον ὑποθείς, καὶ γεῦσιν πρόσφορον καὶ ἁφὴν κατάλληλον καὶ ὅρασιν θέας καὶ ἀκοὴν φωνῆς καὶ ὄσφρησιν ἀτμῶν καὶ χεῖρας εἰς ἔργον καὶ πόδας πρὸς ὁδοιπορίαν. Καὶ ταῦτα πάντα ἐκ μικρᾶς σταγόνος δια‐
20πλάσας ἐν μήτρᾳ καὶ ψυχὴν ἀθάνατον μετὰ τὴν μόρφωσιν χαρίζῃ καὶ προάγεις εἰς φῶς τὸ λογικὸν ζῷον, τὸν ἄνθρωπον· νόμοις ἐπαίδευσας, δικαιώμασιν ἐφαίδρυνας· πρὸς ὀλίγον ἐπάγων διάλυσιν, τὴν ἀνάστασιν ἐπηγγείλω. Ποῖος τοιγα‐ ροῦν αὐτάρκης βίος, αἰώνων δὲ πόσον μῆκος διαρκέσει
25ἀνθρώποις πρὸς εὐχαριστίαν; Ἦ τὸ μὲν πρὸς ἀξίαν ἀδύ‐ νατον, τὸ δὲ κατὰ δύναμιν εὐαγές. Ἐρρύσω γὰρ ἀσεβείας πολυθέων, καὶ χριστοκτόνων αἱρέσεως ἐξείλω, πεπλανημένης ἀγνοίας ἠλευθέρωσας· τὸν Χριστὸν ἀπέστειλας εἰς ἀνθρώπους ὡς ἄνθρωπον, Θεὸν ὄντα μονογενῆ, τὸν παράκλητον ἐνῴκισας
30ἡμῖν, ἀγγέλους ἐπέστησας, τὸν διάβολον ᾔσχυνας· οὐκ ὄντας ἐποίησας, γενομένους φυλάσσεις, ζωὴν ἐπιμετρεῖς, χορηγεῖς τροφήν, μετάνοιαν ἐπηγγείλω. Ὑπὲρ ἁπάντων σοι ἡ δόξα καὶ τὸ σέβας διὰ Ἰησοῦ Χριστοῦ νῦν καὶ εἰς τοὺς
αἰῶνας· ἀμήν.
35 Ταῦτα μελετᾶτε, ἀδελφοί· καὶ εἴη ὁ Κύριος μεθ’ ὑμῶν ἐπὶ γῆς καὶ ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτοῦ, τοῦ καὶ αὐτὸν ἀποστείλαντος καὶ ἡμᾶς δι’ αὐτοῦ ἐλευθερώ‐ σαντος ἐκ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης, καὶ ζωὴν ἐπαγγειλαμένου τοῖς δι’ αὐτοῦ πιστεύσασιν
40εἰς τὸν τῶν ὅλων Θεόν.

7

.

39

Ὅπως μὲν οὖν ὀφείλουσι ζῆν οἱ κατὰ Χριστὸν μεμυημένοι καὶ οἵας εὐχαριστίας ἀναπέμπειν τῷ Θεῷ διὰ Χριστοῦ, εἴρηται διὰ τῶν προλαβόντων· δίκαιον δὲ μηδὲ τοὺς ἀμυήτους καταλιπεῖν ἀβοηθήτους.
5 Ὁ μέλλων τοίνυν κατηχεῖσθαι τὸν λόγον τῆς εὐσε‐ βείας παιδευέσθω πρὸ τοῦ βαπτίσματος τὴν περὶ Θεοῦ τοῦ ἀγεννήτου γνῶσιν, τὴν περὶ Υἱοῦ μονογενοῦς ἐπίγνωσιν, τὴν περὶ τοῦ ἁγίου Πνεύματος πληροφορίαν· μανθανέτω δημιουρ‐ γίας διαφόρου τάξιν, προνοίας εἱρμόν, νομοθεσίας διαφόρου
10δικαιωτήρια· παιδευέσθω, διὰ τί κόσμος γέγονεν καὶ δι’ ὃ κοσμοπολίτης ὁ ἄνθρωπος κατέστη· ἐπιγινωσκέτω τὴν ἑαυτοῦ φύσιν, οἵα τις ὑπάρχει· παιδευέσθω, ὅπως ὁ Θεὸς τοὺς πονηροὺς ἐκόλασεν ὕδατι καὶ πυρὶ, τοὺς δὲ ἁγίους ἐδόξασεν καθ’ ἑκάστην γενεάν, λέγω δὴ τὸν Σήθ, τὸν Ἐνώς, τὸν Ἐνώχ,
15τὸν Νῶε, τὸν Ἀβραὰμ καὶ τοὺς ἐκγόνους αὐτοῦ, τὸν Μελχισε‐ δὲκ καὶ τὸν Ἰὼβ καὶ τὸν Μωϋσέα, Ἰησοῦν τε καὶ Χαλὲβ καὶ
Φινεὲς τὸν ζηλωτὴν, τὸν ἱερέα καὶ τοὺς καθ’ ἑκάστην γενεὰν ὁσίους, ὅπως τε προνοούμενος οὐκ ἀπεστράφη ὁ Θεὸς τὸ τῶν ἀνθρώπων γένος, ἀλλ’ ἀπὸ πλάνης καὶ ματαιότητος εἰς
20ἐπίγνωσιν ἀληθείας ἐκάλει κατὰ διαφόρους καιρούς, ἀπὸ τῆς δουλείας καὶ ἀσεβείας εἰς ἐλευθερίαν καὶ εὐσέβειαν ἐπανάγων, ἀπὸ ἀδικίας εἰς δικαιοσύνην, ἀπὸ θανάτου αἰωνίου εἰς ζωὴν ἀΐδιον. Ταῦτα καὶ τὰ τὰ τούτοις ἀκόλουθα μανθανέτω ἐν τῇ
25κατηχήσει ὁ προσιών. Προσκυνείτω δὲ ὁ χειροθετῶν αὐτὸν τὸν Θεὸν τὸν τῶν ὅλων δεσπότην, εὐχαριστῶν ὑπὲρ τοῦ πλάσματος, ὅτι κατέπεμψεν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ Χριστόν, ἵνα σώσῃ τὸν ἄνθρωπον ἐξαλείψας τὰς ἀνομίας, καὶ ἵνα ἀφῇ τὰς ἀσεβείας καὶ τὰς ἁμαρτίας καὶ καθαρίσῃ
30ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἁγιάσῃ δὲ τὸν ἄνθρωπον κατ’ εὐδοκίαν τῆς χρηστότητος αὐτοῦ, συνετίσῃ δὲ τὸ θέλημα αὐτοῦ, καὶ φωτίσῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτοῦ εἰς κατανόησιν τῶν θαυμασίων αὐτοῦ, γνω‐ ρίσῃ αὐτῷ τὰ κρίματα τῆς δικαιοσύνης, ὅπως ἂν μισήσῃ
35πᾶσαν ὁδὸν ἀδικίας, πορεύηται δὲ τὴν ὁδὸν τῆς ἀληθείας εἰς τὸ καταξιωθῆναι αὐτὸν τοῦ λουτροῦ τῆς παλιγγενεσίας εἰς υἱοθεσίαν τὴν ἐν Χριστῷ· ἵνα σύμφυτος γενόμενος ἐν τῇ ὁμοιότητι τοῦ θανάτου τοῦ Χριστοῦ ἐπ’ ἐλπίδι τῆς ἐνδόξου κοινωνίας νεκρωθῇ μὲν τῇ ἁμαρτίᾳ, ζήσῃ δὲ τῷ
40Θεῷ κατά τε νοῦν καὶ λόγον καὶ πρᾶξιν, καὶ ἐν τῇ βίβλῳ τῶν ζώντων συναριθμηθῇ. Καὶ μετὰ τὴν εὐχαριστίαν
ταύτην παιδευσάτω αὐτὸν τὰ περὶ τῆς τοῦ Κυρίου ἐνανθρω‐ πήσεως, τά τε περὶ τοῦ πάθους αὐτοῦ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ ἀναλήψεως.

7

.

40

Καὶ ὅταν ᾖ πρὸς αὐτὸ λοιπὸν τὸ βαπτισθῆναι ὁ κατηχηθείς, μανθανέτω τὰ περὶ τῆς ἀποταγῆς τοῦ διαβόλου καὶ τὰ περὶ τῆς συνταγῆς τοῦ Χριστοῦ· δεῖ γὰρ αὐτὸν πρῶτον μὲν ἀποσχέσθαι τῶν ἐναντίων καὶ τότε ἐντὸς
5γενέσθαι τῶν μυστηρίων, προκαθάραντα ἑαυτοῦ τὴν καρδίαν πάσης κακονοίας σπίλου τε καὶ ῥυτίδος καὶ τότε τῶν ἁγίων μεταλαχεῖν. Ὡς γὰρ γεωργὸς ἄριστος ἐκκαθαίρει τὴν ἄρουραν πρότερον τῶν ὑπερφυουσῶν ἐν αὐτῇ ἀκανθῶν καὶ τότε σπείρει τὸν πυρόν, οὕτως δεῖ καὶ ὑμᾶς, πρότερον
10πᾶσαν ἀσέβειαν ἐξελόντας ἀπ’ αὐτῶν, τότε τὴν εὐσέβειαν αὐτοῖς ἐγκαταβάλλεσθαι καὶ τοῦ βαπτίσματος ἀξιῶσαι. Καὶ γὰρ καὶ ὁ Κύριος ἡμῶν οὕτως ἡμῖν παρῄνεσεν εἰπών· «Μαθητεύσατε πρότερον πάντα τὰ ἔθνη», καὶ τότε ἐπήγαγεν τὸ «Καὶ βαπτίσατε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ
15τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.»

7

.

41

Ἀπαγγελλέτω οὖν ὁ βαπτιζόμενος ἐν τῷ ἀποτάσ‐ σεσθαι· Ἀποτάσσομαι τῷ σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ καὶ ταῖς πομπαῖς αὐτοῦ καὶ ταῖς λατρείαις αὐτοῦ καὶ τοῖς
5ἀγγέλοις αὐτοῦ καὶ ταῖς ἐφευρέσεσιν αὐτοῦ καὶ πᾶσι τοῖς
ὑπ’ αὐτόν. Μετὰ δὲ τὴν ἀποταγὴν συντασσόμενος λεγέτω, ὅτι· Καὶ συντάσσομαι τῷ Χριστῷ· καὶ πιστεύω καὶ βαπτίζομαι εἰς ἕνα ἀγέννητον μόνον ἀληθινὸν Θεὸν παν‐
10τοκράτορα, τὸν Πατέρα τοῦ Χριστοῦ, κτίστην καὶ δημιουργὸν τῶν ἁπάντων, ἐξ οὗ τὰ πάντα· καὶ εἰς τὸν Κύριον Ἰησοῦν τὸν Χριστόν, τὸν μονογενῆ αὐτοῦ Υἱόν, τὸν πρω‐ τότοκον πάσης κτίσεως, τὸν πρὸ αἰώνων εὐδοκίᾳ τοῦ Πατρὸς γεννηθέντα, οὐ κτισθέντα, δι’ οὗ τὰ πάντα ἐγένετο
15τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ὁρατά τε καὶ ἀόρατα· τὸν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἐξ οὐρανῶν καὶ σάρκα ἀναλαβόντα, ἐκ τῆς ἁγίας παρθένου Μαρίας γεννηθέντα, καὶ πολιτευσάμενον ὁσίως κατὰ τοὺς νόμους τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ, καὶ σταυρωθέντα ἐπὶ Ποντίου
20Πιλάτου καὶ ἀποθανόντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα ἐκ νεκρῶν μετὰ τὸ παθεῖν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρός, καὶ πάλιν ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μετὰ δόξης
κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται
25τέλος· βαπτίζομαι καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτ’ ἔστιν τὸν παράκλητον, τὸ ἐνεργῆσαν ἐν πᾶσιν τοῖς ἀπ’ αἰῶνος ἁγίοις, ὕστερον δὲ ἀποσταλὲν καὶ τοῖς ἀποστόλοις παρὰ τοῦ Πατρὸς κατὰ τὴν ἐπαγγελίαν τοῦ σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ μετὰ τοὺς ἀποστόλους δὲ
30πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ· εἰς σαρκὸς ἀνάστασιν καὶ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς βασιλείαν οὐρανῶν καὶ εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος.

7

.

42

Καὶ μετὰ τὴν ἐπαγγελίαν ταύτην κατ’ ἀκολουθίαν ἔρχεται καὶ εἰς τὴν τοῦ ἐλαίου χρῖσιν. Εὐλογεῖται δὲ τοῦτο παρὰ τοῦ ἀρχιερέως εἰς ἄφεσιν ἁμαρτιῶν καὶ προκατασκευὴν τοῦ βαπτίσματος. Ἐπικαλεῖται γὰρ οὗτος
5τὸν ἀγέννητον Θεόν, τὸν Πατέρα τοῦ Χριστοῦ, τὸν βασιλέα πάσης αἰσθητῆς καὶ νοητῆς φύσεως, ἵνα ἁγιάσῃ τὸ ἔλαιον τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ δώσῃ χάριν πνευματικὴν καὶ δύναμιν ἐνεργητικήν, ἄφεσίν τε ἁμαρτιῶν καὶ προπαρα‐ σκευὴν ὁμολογίας βαπτίσματος, ὥστε τὸν χριόμενον ἀπο‐
10λυθέντα πάσης ἀσεβείας ἄξιον γενέσθαι τῆς μυήσεως κατ’
ἐντολὴν τοῦ Μονογενοῦς.

7

.

43

Εἶτα ἔρχεται εἰς τὸ ὕδωρ. Εὐλογεῖ καὶ δοξάζει τὸν δεσπότην Θεὸν τὸν παντοκράτορα, τὸν Πατέρα τοῦ μονογενοῦς Θεοῦ, εὐχαριστῶν ὁ ἱερεύς, ὅτι ἀπέστειλεν ἐνανθρωπῆσαι τὸν Υἱὸν αὐτοῦ δι’ ἡμᾶς, ἵνα ἡμᾶς σώσῃ,
5ὅτι ἠνέσχετο τῆς ἐνανθρωπήσεως ὑπήκοον αὐτὸν γενέσθαι ἐν πᾶσι, κηρῦξαι βασιλείαν οὐρανῶν, ἄφεσιν ἁμαρτιῶν, νεκρῶν ἀνάστασιν Ἐπὶ τούτοις προσκυνεῖ αὐτὸν τὸν μονογενῆ Θεὸν μετ’ αὐτὸν καὶ δι’ αὐτόν, εὐχαριστῶν αὐτῷ τῷ ἀναδέξασθαι αὐτὸν τὸν ὑπὲρ πάντων θάνατον διὰ τοῦ
10σταυροῦ, οὗ τύπον ἔδωκεν τὸ βάπτισμα τῆς παλιγγενεσίας. Δοξάζει τε, ὅτι ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ Θεὸς ὁ τῶν ὅλων Κύριος ἐν ἁγίῳ Πνεύματι οὐκ ἀπέρριψεν τὸ τῶν ἀνθρώπων γένος, ἀλλὰ διαφόροις καιροῖς διαφόρους προνοίας ἐποιήσατο, τῷ τε Ἀδὰμ αὐτῷ ἐν παραδείσῳ πρῶτον μὲν
15τρυφῆς λόγῳ τὸν παράδεισον οἰκητήριον δούς, ἔπειτα προ‐ νοίας λόγῳ ἐντολὴν ποιησάμενος, ἁμαρτόντα δὲ δικαιοσύνῃ ἐξώσας, ἀγαθότητι δὲ μὴ ἀπορρίψας εἰς τὸ παντελές, ἀλλὰ καὶ τοὺς ἐξ αὐτοῦ κατὰ διαδοχὴν διαφόρως παιδεύσας· δι’ ὃν ἐπὶ τὸ τέρμα τοῦ αἰῶνος ἀπέστειλεν τὸν Υἱὸν αὐτοῦ
20ἄνθρωπον γενέσθαι δι’ ἀνθρώπους καὶ πάντα τὰ ἀνθρώπινα πάθη ἀναδέξασθαι χωρὶς ἁμαρτίας. Αὐτὸν οὖν καὶ νῦν παρακαλείτω ὁ ἱερεὺς πρὸς τῷ
βαπτίσματι καὶ λεγέτω, ὅτι· Κάτιδε ἐξ οὐρανοῦ καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο, δὸς
25δὲ χάριν καὶ δύναμιν, ὥστε τὸν βαπτιζόμενον κατ’ ἐντολὴν τοῦ Χριστοῦ σου αὐτῷ συσταυρωθῆναι καὶ συναποθανεῖν καὶ συνταφῆναι καὶ συναναστῆναι εἰς υἱοθεσίαν τὴν ἐν αὐτῷ, τῷ νεκρωθῆναι μὲν τῇ ἁμαρτίᾳ, ζῆσαι δὲ τῇ δικαιοσύνῃ.

7

.

44

Καὶ μετὰ τοῦτο βαπτίσας αὐτὸν ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, χρισάτω μύρῳ ἐπιλέγων· Κύριε ὁ Θεὸς ὁ ἀγέννητος καὶ ἀδέσποτος, ὁ
5τῶν ὅλων Κύριος, ὁ τὴν ὀσμὴν τῆς γνώσεως τοῦ εὐαγγε‐ λίου ἐν πᾶσι τοῖς ἔθνεσιν εὔοσμον παρασχόμενος· σὺ καὶ νῦν τοῦτο τὸ μύρον δὸς ἐνεργὲς γενέσθαι ἐπὶ τῷ βαπτι‐ ζομένῳ, ὥστε βέβαιον καὶ πάγιον ἐν αὐτῷ τὴν εὐωδίαν μεῖναι τοῦ Χριστοῦ σου, καὶ συναποθανόντα αὐτὸν συνα‐
10ναστῆναι καὶ συζῆσαι αὐτῷ. Ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα λεγέτω· ἑκάστου γὰρ ἡ δύναμις τῆς χειροθεσίας ἐστὶν αὕτη. Ἐὰν γὰρ μὴ εἰς ἕκαστον τούτων ἐπίκλησις γένηται παρὰ τοῦ εὐσεβοῦς ἱερέως τοιαύτη τις, εἰς ὕδωρ μόνον καταβαίνει ὁ βαπτιζό‐
15μενος ὡς οἱ Ἰουδαῖοι, καὶ ἀποτίθεται μόνον τὸν ῥύπον τοῦ
σώματος, οὐ τὸν ῥύπον τῆς ψυχῆς.

7

.

45

Μετὰ τοῦτο ἑστὼς προσευχέσθω τὴν εὐχήν, ἣν ἐδίδαξεν ἡμᾶς ὁ Κύριος. Ἀναγκαίως δὲ τὸν ἀναστάντα δεῖ ἑστάναι καὶ προσεύχεσθαι διὰ τὸ τὸν ἐγειρόμενον ὄρθιον εἶναι· καὶ αὐτὸς οὖν συναποθανὼν τῷ Χριστῷ καὶ συνεγερ‐
5θεὶς ἕστηκεν. Προσευχέσθω δὲ κατὰ ἀνατολάς· καὶ γὰρ καὶ τοῦτο γέγραπται ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων, ὅτι μετὰ τὸ συντελεσθῆναι τὸν ναὸν τοῦ Κυρίου ὑπὸ τοῦ βασιλέως Σολομῶνος ἐν αὐτῷ τῷ ἐγκαινισμῷ οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ ψαλτῳδοὶ μετὰ κυμβάλων καὶ ψαλτηρίων
10εἱστήκεισαν κατὰ ἀνατολάς, αἰνοῦντες καὶ ἐξομολογούμενοι καὶ λέγοντες· «Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ». Προσευχέσθω δὲ ταῦτα μετὰ τὴν προτέραν εὐχὴν λέγων·
15 Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Χριστοῦ σου τοῦ μονογενοῦς Υἱοῦ σου, δός μοι σῶμα ἄσπιλον, καρδίαν καθα‐ ράν, νοῦν ἐγρήγορον, γνῶσιν ἀπλανῆ, Πνεύματος ἁγίου ἐπι‐ φοίτησιν πρὸς κτῆσιν καὶ πληροφορίαν τῆς ἀληθείας διὰ τοῦ Χριστοῦ σου, δι’ οὗ σοι δόξα ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς
20αἰῶνας· ἀμήν. Ταῦτα καὶ περὶ τῶν κατηχουμένων δίκαιον ἡγησά‐
μεθα διατάξασθαι.

7

.

46

Περὶ δὲ τῶν ὑφ’ ἡμῶν χειροτονηθέντων ἐπισκόπων ἐν τῇ ζωῇ τῇ ἡμετέρᾳ γνωρίζομεν ὑμῖν, ὅτι εἰσὶν οὗτοι. Ἱεροσολύμων μὲν Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφός, οὗ τελευτήσαντος δεύτερος Συμεὼν ὁ τοῦ Κλωπᾶ, μεθ’ ὃν τρίτος
5Ἰούδας Ἰακώβου. Καισαρείας δὲ τῆς Παλαιστίνης πρό‐ τερον μὲν Ζακχαῖος ὅ ποτε τελώνης, μεθ’ ὃν Κορνήλιος καὶ τρίτος Θεόφιλος. Ἀντιοχείας δὲ Εὐόδιος μὲν ὑπ’ ἐμοῦ Πέτρου, Ἰγνάτιος δὲ ὑπὸ Παύλου. Τῆς δὲ Ἀλεξανδρέων Ἀννιανὸς πρῶτος ὑπὸ Μάρκου τοῦ εὐαγγελιστοῦ κεχειρο‐
10τόνηται, δεύτερος δὲ Ἀβίλιος ὑπὸ Λουκᾶ καὶ αὐτοῦ εὐαγγε‐ λιστοῦ. Τῆς δὲ Ῥωμαίων Ἐκκλησίας Λῖνος μὲν ὁ Κλαυδίας πρῶτος ὑπὸ Παύλου, Κλήμης δὲ μετὰ τὸν Λίνου θάνατον ὑπ’ ἐμοῦ Πέτρου δεύτερος κεχειροτόνηται. Τῆς δὲ Ἐφέσου Τιμόθεος μὲν ὑπὸ Παύλου, Ἰωάννης δὲ ὑπ’
15ἐμοῦ Ἰωάννου. Σμύρνης δὲ Ἀρίστων πρῶτος, μεθ’ ὃν Στραταίας ὁ Λώϊδος καὶ τρίτος Ἀρίστων. Περγάμου δὲ Γάϊος καὶ Φιλαδελφείας Δημήτριος ὑπ’ ἐμοῦ. Ὑπὸ δὲ Παύλου Λούκιος Κεγχρεῶν καὶ τῆς Κρήτης Τίτος. Διονύσιος δὲ ἐν Ἀθήναις, τῆς δὲ ἐν Φοινίκῃ Τριπόλεως
20Μαρθόνης. Τῆς δὲ ἐν Φρυγίᾳ Λαοδικείας Ἄρχιππος, Κολασσαέων δὲ Φιλήμων. Βεροίας δὲ τῆς κατὰ Μακε‐ δονίαν Ὀνήσιμος ὁ Φιλήμονος, Κρήσκης δὲ τῶν κατὰ Γαλατίαν Ἐκκλησιῶν. Ἀκύλας δὲ καὶ Νικήτης τῶν κατὰ Ἀσίαν παροικιῶν, Κρίσπος δὲ τῆς κατὰ Αἴγιναν
25Ἐκκλησίας. Οὗτοι οἱ ὑφ’ ἡμῶν ἐμπιστευθέντες τὰς ἐν Κυρίῳ παροικίας, ὧν τῆς διδασκαλίας μνημονεύοντες πάντοτε παραφυλάσσεσθε τοὺς ἡμετέρους λόγους· καὶ εἴη ὁ Κύριος μεθ’ ὑμῶν νῦν τε καὶ εἰς ἀτελευτήτους χρόνους, ὡς αὐτὸς εἴρηκεν ἡμῖν μέλλων ἀναλαμβάνεσθαι πρὸς τὸν ἑαυτοῦ Θεὸν
30καὶ Πατέρα· «Ἰδοὺ γάρ, φησίν, ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας
τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· ἀμήν.»

7

.

47

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Αἰνοῦμέν σε, ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, δοξολογοῦμέν σε, προσκυνοῦμέν σε διὰ τοῦ μεγάλου ἀρχιερέως σου, σὲ τὸν ὄντα Θεὸν ἀγέννητον ἕνα, ἀπρόσιτον
5μόνον, διὰ τὴν μεγάλην σου δόξαν, Κύριε βασιλεῦ ἐπουράνιε, Θεὲ Πάτερ παντοκράτορ. Κύριε ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου, τοῦ ἀμώμου ἀμνοῦ ὃς αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ· ὅτι σὺ μόνος ἅγιος, σὺ μόνος Κύριος, ὁ Θεὸς
10καὶ Πατὴρ Ἰησοῦ Χριστοῦ, τοῦ Θεοῦ πάσης γενητῆς φύσεως,
τοῦ βασιλέως ἡμῶν, δι’ οὗ σοι δόξα, τιμὴ καὶ σέβας.

7

.

48

Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου. Αἰνοῦμέν σε, ὑμνοῦμέν σε, εὐλογοῦμέν σε διὰ τὴν μεγάλην σου δόξαν, Κύριε βασιλεῦ ὁ Πατὴρ τοῦ Χριστοῦ τοῦ ἀμώμου ἀμνοῦ, ὃς αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου. Σοὶ πρέπει
5αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν
10σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

7

.

49

Εὐλογητὸς εἶ, Κύριε ὁ τρέφων με ἐκ νεότητός μου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί· πλήρωσον χαρᾶς καὶ εὐφρο‐ σύνης τὰς καρδίας ἡμῶν, ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν ἐν Χριστῷ
5Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ σοι δόξα, τιμὴ καὶ σέβας εἰς
τοὺς αἰῶνας· ἀμήν.

8

pin

(1t)

ΒΙΒΛΙΟΝ Ηʹ
2tΠερὶ χαρισμάτων καὶ χειροτονιῶν
3tκαὶ κανόνων ἐκκλησιαστικῶν
4εʹ. Εὐχὴ ἐπὶ χειροτονίας ἐπισκόπου.
5ϛʹ. Προσφώνησις ὑπὲρ τῶν κατηχουμένων. Χειροθεσία ἐπὶ τῶν κατηχουμένων. ζʹ. Προσφώνησις ὑπὲρ τῶν ἐνεργουμένων. Χειροθεσία ἐπὶ τῶν ἐνεργουμένων. ηʹ. Προσφώνησις ὑπὲρ τῶν φωτιζομένων.
10Χειροθεσία ἐπὶ τῶν φωτιζομένων. θʹ. Προσφώνησις ὑπὲρ τῶν ἐν μετανοίᾳ. Χειροθεσία ὑπὲρ τῶν ἐν μετανοίᾳ. ιʹ. Προσφώνησις ὑπὲρ τῶν πιστῶν. ιαʹ. Ἐπίκλησις τῶν πιστῶν.
15ιεʹ. Εὐχὴ μετὰ τὴν μετάληψιν. ιϛʹ. Περὶ χειροτονίας πρεσβυτέρου. ιζʹ. Περὶ χειροτονίας διακόνων. ιθʹ. Περὶ χειροτονίας διακονίσσης. καʹ. Περὶ ὑποδιακόνων.
20κβʹ. Περὶ ἀναγνώστων. κγʹ. Περὶ ὁμολογητῶν. κδʹ. Περὶ παρθένων. κεʹ. Περὶ χηρῶν. κϛʹ. Περὶ ἐπορκιστῶν.
25κζʹ. Σίμωνος τοῦ Καναναίου διατάξεις ὑπὸ πόσων ὀφείλει χειρο‐ τονεῖσθαι ὁ ἐπίσκοπος. κηʹ. Τοῦ αὐτοῦ Σίμωνος τοῦ Καναναίου κανόνες ἐκκλησιαστικοί. κθʹ. Διάταξις Ματθαίου ἀποστόλου περὶ ὕδατος καὶ ἐλαίου. λʹ. Περὶ ἀπαρχῶν καὶ δεκατῶν ὁ αὐτός.
30λαʹ. Περὶ τῶν περισσευόντων προσφορῶν τοῦ αὐτοῦ. λβʹ. Παύλου ἀποστόλου διατάξεις περὶ κανόνων ἐκκλησιαστικῶν. λγʹ. Παύλου καὶ Πέτρου διατάξεις· ἀργεῖν τοὺς δούλους κατ’ ἑβδο‐ μάδα ἡμέρας δύο, τὸ σάββατον καὶ τὴν κυριακήν, καὶ σχολάζειν τῇ ἐκκλησίᾳ.
35λεʹ. Ἰακώβου ἐπισκόπου Ἱεροσολύμων τοῦ κατὰ σάρκα ἀδελφοῦ
τοῦ Κυρίου διατάξεις περὶ λυχνικῶν. μʹ. Εὐχαριστία προσενεκθείσης ἀπαρχῆς. μαʹ. Προσφώνησις ὑπὲρ τῶν κεκοιμημένων. μβʹ. Περὶ τῶν ἡμερῶν τῶν κεκοιμημένων, ποίας ἐπιτελεῖν δεῖ.
40μεʹ. Περὶ τῶν διωκομένων καὶ φευγόντων διὰ πίστιν, ὅπως ἐπικουρίας τυγχάνωσιν. μϛʹ. Ὅτι ἕκαστος ἐν ᾧ ἐτάχθη κλήρῳ ὀφείλει ἐμμένων φυλάττειν τὴν τάξιν, ἀλλὰ μὴ ἑαυτῷ ἁρπάζειν τὰ μὴ ἐγχειρισθέντα.
μζʹ. Κανόνες ἐκκλησιαστικοί.

8

.

1

Τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ μέγα τῆς εὐσεβείας ἡμῖν παραδιδόντος μυστήριον καὶ προσ‐ καλουμένου Ἰουδαίους τε καὶ Ἕλληνας εἰς ἐπίγνωσιν τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ, καθὼς αὐτός που φησὶν
5εὐχαριστῶν ἐπὶ τῇ σωτηρίᾳ τῶν πιστευσάντων· «Ἐφανέ‐ ρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐτελείωσα», καὶ περὶ ἡμῶν λέγοντος τῷ Πατρί· «Πάτερ ἅγιε, εἰ καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἀλλ’ ἐγώ σε ἔγνων καὶ οὗτοί σε ἔγνωσαν», εἰκότως, ὡς ἂν τετελειωμένων ἡμῶν,
10φησὶ πᾶσιν ἅμα περὶ τῶν ἐξ αὐτοῦ διὰ τοῦ Πνεύματος διδομένων χαρισμάτων· «Σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν καιναῖς, ὄφεις ἀροῦσιν· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας
15ἐπιθήσουσιν, καὶ καλῶς ἕξουσιν», τούτων τῶν χαρισμά‐ των πρότερον μὲν ἡμῖν δοθέντων τοῖς ἀποστόλοις μέλλουσιν τὸ εὐαγγέλιον καταγγέλλειν πάσῃ τῇ κτίσει, ἔπειτα τοῖς δι’ ἡμῶν πιστεύσασιν ἀναγκαίως χορηγουμένων, οὐκ εἰς τὴν τῶν ἐνεργούντων ὠφέλειαν, ἀλλ’ εἰς τὴν τῶν ἀπίστων
20συγκατάθεσιν, ἵνα οὓς οὐκ ἔπεισεν ὁ λόγος, τούτους ἡ τῶν σημείων δυσωπήσῃ δύναμις. Τὰ γὰρ σημεῖα οὐ τοῖς πιστοῖς ἡμῖν, ἀλλὰ τοῖς ἀπίστοις Ἰουδαίων τε καὶ Ἑλλήνων· οὔτε γὰρ τὸ δαί‐ μονας ἐκβάλλειν ἡμέτερον κέρδος, ἀλλὰ τῶν ἐνεργείᾳ
25Χριστοῦ καθαιρομένων, καθὼς αὐτός που παιδεύων ἡμᾶς ὁ Κύριος δείκνυσι λέγων· «Μὴ χαίρετε, ὅτι τὰ πνεύ‐ ματα ὑμῖν ὑπακούουσιν, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τῷ οὐρανῷ», ἐπειδὴ τὸ μὲν αὐτοῦ δυνάμει γίνεται, τὸ δὲ ἡμετέρᾳ εὐνοίᾳ καὶ σπουδῇ, δῆλον
30ὅτι βοηθουμένοις ὑπ’ αὐτοῦ. Οὐκ ἐπάναγκες οὖν πάντα πιστὸν δαίμονας ἐκβάλλειν ἢ νεκροὺς ἀνιστᾶν ἢ γλώσσαις λαλεῖν, ἀλλὰ τὸν ἀξιωθέντα χαρίσματος ἐπί τινι αἰτίᾳ
χρησίμῃ εἰς σωτηρίαν τῶν ἀπίστων, δυσωπουμένων πολλάκις οὐ τὴν τῶν λόγων ἀπόδειξιν, ἀλλὰ τὴν τῶν σημείων ἐνέργειαν,
35ἀξίων ὄντων σωτηρίας. Οὐδὲ γὰρ πάντες οἱ ἀσεβεῖς ὑπὸ τῶν θαυμάτων ἐντρέπονται· καὶ τούτου μάρτυς αὐτὸς ὁ Θεὸς, ὡς ὅταν λέγῃ ἐν τῷ Νόμῳ ὅτι· «Ἐν ἑτερογλώσσοις λαλήσω τῷ λαῷ τούτῳ καὶ ἐν χείλεσιν ἑτέροις, καὶ οὐ μὴ πιστεύ‐
40σωσιν.» Οὔτε γὰρ οἱ Αἰγύπτιοι ἐπίστευσαν τῷ Θεῷ, Μωϋσέως τοσαῦτα σημεῖα καὶ τέρατα πεποιηκότος, οὔτε τὸ πλῆθος τῶν Ἰουδαίων τῷ ὡς Μωϋσεῖ Χριστῷ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν αὐτοῖς θεραπεύσαντι· καὶ οὔτε ἐκείνους ἐδυσώπησεν ῥάβδος ψυχουμένη εἰς ὄφιν
45καὶ χεὶρ λευκαινομένη καὶ Νεῖλος αἱματούμενος, οὔτε τού‐ τους τυφλοὶ ἀναβλέποντες καὶ χωλοὶ περιπατοῦντες καὶ νεκροὶ ἀνιστάμενοι· καὶ τῷ μὲν ἀνθίσταντο Ἰαννὴς καὶ Ἰαμβρής, τῷ δὲ Ἄννας καὶ Καϊάφας. Οὕτως οὐ πάντας δυσωπεῖ τὰ σημεῖα, ἀλλὰ μόνους τοὺς εὐγνώμονας, ὧν καὶ χάριν

8

.

1

(50)

εὐδοκεῖ ὁ Θεὸς ἐπιτελεῖσθαι δυνάμεις ὡς σοφὸς οἰκονόμος, οὐ τῇ τῶν ἀνθρώπων ἰσχύϊ, ἀλλὰ τῇ ἑαυτοῦ βουλήσει. Ταῦτα δέ φαμεν ἐπὶ τῷ μὴ ἐπαίρεσθαι τοὺς λαβόντας
χαρίσματα τοιάδε κατὰ τῶν μὴ λαβόντων. Χαρίσματα δὲ λέγομεν τὰ διὰ τῶν σημείων, ἐπεὶ οὐκ
55ἔστιν ἄνθρωπος πιστεύσας διὰ Χριστοῦ εἰς τὸν Θεόν, ὃς οὐκ εἴληφεν χάρισμα πνευματικόν. Αὐτό τε γὰρ τὸ ἀπαλλα‐ γῆναι πολυθέου ἀσεβείας καὶ πιστεῦσαι Θεῷ Πατρὶ διὰ Χριστοῦ χάρισμά ἐστι Θεοῦ, τό τε ἀπορρίψαι τὸ ἰουδαϊκὸν κάλυμμα καὶ πιστεῦσαι, ὅτι εὐδοκίᾳ Θεοῦ ὁ πρὸ αἰώνων
60μονογενὴς ἐν ὑστέρῳ καιρῷ ἐκ παρθένου γεγέννηται δίχα ὁμι‐ λίας ἀνδρός, καὶ ὅτι ἐπολιτεύσατο ὡς ἄνθρωπος ἄνευ ἁμαρτίας πληρώσας πᾶσαν δικαιοσύνην τὴν τοῦ νόμου, καὶ ὅτι συγχω‐ ρήσει Θεοῦ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας ὁ Θεὸς Λόγος, καὶ ὅτι ἀπέθανεν καὶ ἐτάφη καὶ ἀνέστη διὰ τριῶν
65ἡμερῶν καὶ μετὰ τὴν ἀνάστασιν, τεσσαράκοντα ἡμέρας παρα‐ μείνας τοῖς ἀποστόλοις καὶ πληρώσας πᾶσαν διάταξιν, ἀνε‐ λήφθη ἐπ’ ὄψεσιν αὐτῶν πρὸς τὸν ἀποστείλαντα αὐτὸν Θεὸν καὶ Πατέρα. Ὁ ταῦτα πιστεύσας, οὐχ ἁπλῶς οὐδὲ ἀλόγως, ἀλλὰ κρίσει καὶ πληροφορίᾳ, χάρισμα εἴληφεν ἐκ Θεοῦ,
70ὡσαύτως δὲ καὶ ὁ πάσης αἱρέσεως ἀπαλλαγείς. Μὴ οὖν τις τῶν ποιούντων σημεῖα καὶ τέρατα κρινέτω τινὰ τῶν πιστῶν μὴ ἀξιωθέντα ἐνεργεῖν· διάφορα γάρ ἐστιν τὰ τοῦ Θεοῦ χαρίσματα παρ’ αὐτοῦ διὰ Χριστοῦ διδόμενα, καὶ σὺ μὲν εἴληφας τοῦτο, ἐκεῖνος δὲ ἄλλο τι, ἢ γὰρ λόγον σοφίας
75ἢ γνώσεως ἢ διακρίσεως πνευμάτων ἢ πρόγνωσιν τῶν μελλόντων ἢ λόγον διδακτικὸν ἢ ἀνεξικακίαν ἢ ἐγκράτειαν ἔννομον. Καὶ γὰρ καὶ Μωϋσῆς, ὁ τοῦ Θεοῦ ἄνθρωπος, ἐν Αἰγύπτῳ ἐπιτελῶν τὰ σημεῖα οὐ κατεπήρθη τῶν ὁμοφύ‐
80λων, καὶ θεὸς κληθεὶς οὐκ ἠλαζονεύσατο κατὰ τοῦ ἰδίου προφήτου Ἀαρών. Ἀλλ’ οὔτε ὁ τοῦ Ναυῆ Ἰησοῦς, ἡγησάμενος μετ’ αὐτὸν τοῦ λαοῦ κἂν τῷ πρὸς Ἰεβουσαίους πολέμῳ στήσας τὸν ἥλιον κατὰ Γαβαὼν καὶ τὴν σελήνην κατὰ φάραγγα Αἰλὼν διὰ τὸ μὴ αὐταρκεῖν πρὸς τὴν νίκην
85τὴν ἡμέραν, ἐπήρθη κατὰ τοῦ Φινεὲς ἢ τοῦ Χαλέβ· οὔτε Σαμουὴλ τοσαῦτα παράδοξα ποιήσας παρ’ οὐδὲν ἡγήσατο τὸν θεοφιλῆ Δαυίδ, καίτοι ἀμφότεροι προφῆται καὶ ὁ μὲν ἀρχιερεύς, ὁ δὲ βασιλεύς. Καὶ ἑπτὰ χιλιάδων ὑπαρχουσῶν ἐν Ἰσραὴλ ἁγίων τῶν μὴ καμψάντων γόνυ τῇ Βάαλ μόνος
90Ἠλίας ἐν αὐτοῖς καὶ ὁ τούτου μαθητὴς Ἐλισσαῖος θαυμα‐ τοποιοὶ γεγένηνται, ἀλλ’ οὔτε Ἠλίας τὸν οἰκονόμον Ἀβδιοὺ ἐξεμυκτήρισεν φοβούμενον μὲν τὸν Θεόν, οὐ ποιοῦντα δὲ σημεῖα, οὔτε Ἐλισσαῖος τὸν ἑαυτοῦ μαθητὴν φρίττοντα τοὺς πολεμίους ὑπερεῖδεν. Ἀλλὰ γὰρ οὔτε Δανιὴλ ὁ σοφὸς
95ῥυσθεὶς δεύτερον ἐκ στόματος λεόντων, οὔτε οἱ τρεῖς παῖδες ἐκ καμίνου πυρὸς ἐξουδένωσαν τοὺς λοιποὺς τῶν ὁμοφύλων· ἠπίσταντο γάρ, ὅτι οὐ τῇ οἰκείᾳ δυνάμει περιεγέ‐ νοντο τῶν δεινῶν, ἀλλὰ τῇ τοῦ Θεοῦ ἰσχύϊ, καὶ σημεῖα
ἐπετέλουν καὶ τῶν δυσχερῶν ἀπηλλάττοντο.

8

.

1

(100)

Οὐκοῦν μηδεὶς ὑμῶν ἐπαιρέσθω κατὰ τοῦ ἀδελφοῦ, κἂν προφήτης ᾖ κἂν θαυματοποιός· εἰ γὰρ δοθῇ μηκέτι εἶναί που ἄπιστον, περιττὴ λοιπὸν ἔσται πᾶσα σημείων ἐνέργεια. Τὸ μὲν γὰρ εἶναι εὐσεβῆ ἐκ τῆς τοῦ τινος εὐνοίας, τὸ δὲ θαυματο‐ ποιεῖν ἐκ τῆς τοῦ ἐνεργοῦντος δυνάμεως· ὧν τὸ μὲν πρῶτον
105ἡμᾶς αὐτοὺς ὁρᾷ, τὸ δὲ δεύτερον Θεὸν τὸν ἐνεργοῦντα δι’ ἃς προείπομεν αἰτίας. Οὐκοῦν μήτε βασιλεὺς ἐξουθενείτω τοὺς ὑπ’ αὐτὸν στρατηγούς, μήτε ἄρχοντες τοὺς ὑπηκόους· μὴ ὄντων γὰρ τῶν ἀρχομένων περιττοὶ οἱ ἄρχοντες, καὶ μὴ ὄντων στρατηγῶν οὐ στήσεται βασιλεία. Ἀλλὰ μηδὲ
110ἐπίσκοπος ἐπαιρέσθω κατὰ τῶν διακόνων ἢ τῶν πρεσβυτέρων, μήτε μὴν οἱ πρεσβύτεροι κατὰ τοῦ λαοῦ· ἐξ ἀλλήλων γάρ ἐστιν ἡ σύστασις τοῦ συναθροίσματος. Ὅ τε γὰρ ἐπίσκοπος καὶ οἱ πρεσβύτεροι τίνων εἰσιν ἱερεῖς; Καὶ οἱ λαϊκοὶ τίνων εἰσιν λαϊκοί; Καὶ τὸ μὲν εἶναι χριστιανὸν
115ἐφ’ ἡμῖν, τὸ δὲ ἀπόστολον ἢ ἐπίσκοπον ἢ ἄλλο τι οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἐπὶ τῷ διδόντι Θεῷ τὰ χαρίσματα. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον εἰρήσθω διὰ τοὺς ἀξιωθέντας χαρισμά‐ των ἢ ἀξιωμάτων.

8

.

2

Ἐκεῖνο δὲ προστίθεμεν τῷ λόγῳ, ὅτι οὔτε πᾶς ὁ προφητεύων ὅσιος οὔτε πᾶς ὁ δαίμονας ἐλαύνων ἅγιος. Καὶ γὰρ καὶ Βαλαὰμ ὁ τοῦ Βεὼρ ὁ μάντις προεφήτευσεν δυσσεβὴς
ὢν καὶ Καϊάφας ὁ ψευδώνυμος ἀρχιερεύς, πολλὰ δὲ καὶ ὁ
5διάβολος προλέγει καὶ οἱ ἀμφ’ αὐτὸν δαίμονες· καὶ οὐ παρὰ τοῦτο μέτεστιν αὐτοῖς εὐσεβείας σπινθήρ, ἀγνοίᾳ γάρ εἰσιν πεπιεσμένοι δι’ ἑκούσιον κακόνοιαν. Δῆλον οὖν ὅτι οἱ ἀσεβεῖς, κἂν προφητεύωσιν, οὐ καλύπτουσιν διὰ τῆς προφη‐ τείας τὴν ἑαυτῶν ἀσέβειαν, οὐδὲ οἱ δαίμονας ἐλαύνοντες ἐκ
10τῆς τούτων ὑποχωρήσεως ὁσιωθήσονται· ἀλλήλους γὰρ ἀπατῶσιν, καθάπερ οἱ τὰς παιδιὰς γέλωτος ἕνεκα ἐπιδεικνύ‐ μενοι, καὶ τοὺς προσανέχοντας αὐτοῖς ἀπολλύουσιν. Οὔτε δὲ βασιλεὺς δυσσεβὴς βασιλεὺς ἔτι ὑπάρχει, ἀλλὰ τύραννος, οὔτε ἐπίσκοπος ἀγνοίᾳ ἢ κακονοίᾳ πεπιεσμένος ἔτι
15ἐπίσκοπός ἐστιν, ἀλλὰ ψευδώνυμος, οὐ παρὰ Θεοῦ, ἀλλὰ παρὰ ἀνθρώπων προβληθείς, ὡς Ἀνανίας καὶ Σαμαίας ἐν Ἱερουσα‐ λήμ, καὶ Σεδεκίας καὶ Ἀχίας οἱ ἐν Βαβυλῶνι ψευδοπροφῆται. Ἀλλὰ καὶ Βαλαὰμ ὁ μάντις τιμωρίαν ἔτισε διαφθείρας τὸν Ἰσραὴλ ἐν τῷ Βεελφεγώρ, καὶ Καϊάφας ὕστερον αὐτο‐
20φονευτὴς ἑαυτοῦ γέγονεν, καὶ οἱ υἱοὶ Σκευᾶ ἐπιχειροῦντες δαίμονας ἐλαύνειν ὑπ’ αὐτῶν τραυματίαι γενόμενοι ἔφυγον ἀπρεπῶς, καὶ οἱ βασιλεῖς τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα ἀσεβή‐ σαντες παντοίας τιμωρίας ἔτισαν. Δῆλον οὖν ὡς καὶ οἱ ψευδώνυμοι ἐπίσκοποι καὶ πρεσβύτεροι οὐκ ἐκφεύξονται τὴν
25παρὰ τοῦ Θεοῦ δίκην· ῥηθήσεται γὰρ αὐτοῖς καὶ νῦν· «Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντές μου τὸ ὄνομα, παραδώσω ὑμᾶς εἰς σφαγὴν ὡς Σεδεκίαν καὶ Ἀχίαν, οὓς ἀπετηγάνισεν
βασιλεὺς Βαβυλῶνος», ὥς φησιν Ἱερεμίας ὁ προφήτης. Ταῦτα δέ φαμεν οὐ τὰς ἀληθεῖς προφητείας ἐξουθενοῦν‐
30τες, ἴσμεν γὰρ αὐτὰς κατ’ ἐπίπνοιαν Θεοῦ ἐν τοῖς ὁσίοις ἐνερ‐ γεῖσθαι, ἀλλὰ τὸ θράσος τῶν ἀλαζονευομένων καταστέλλοντες καὶ προστιθέντες ἐκεῖνο, ὅτι τῶν τοιούτων ὁ Θεὸς περιαιρεῖ τὴν χάριν· «Ὑπερηφάνοις γὰρ ὁ Θεὸς ἀντιτάσσεται, ταπει‐ νοῖς δὲ δίδωσι χάριν.» Σίλας μὲν οὖν καὶ Ἄγαβος
35ἐφ’ ἡμῶν προφητεύσαντες οὐ παρεξέτειναν ἑαυτοὺς τοῖς ἀποστόλοις οὐδὲ ὑπερέβησαν τὰ ἑαυτῶν μέτρα, καίτοι θεοφιλεῖς ὄντες. Προεφήτευσαν δὲ καὶ γυναῖκες, τὸ μὲν παλαιὸν Μαριὰμ ἡ Μωϋσέως καὶ Ἀαρὼν ἀδελφή, μετὰ δὲ αὐτὴν Δεββῶρα, καὶ μετ’ αὐτὴν Ὀλδὰ καὶ Ἰουδίθ, ἡ μὲν
40ἐπὶ Ἰωσίου, ἡ δὲ ἐπὶ Δαρείου· καὶ ἡ μήτηρ δὲ τοῦ Κυρίου προεφήτευσεν καὶ Ἐλισαβὲτ ἡ συγγενὴς αὐτῆς καὶ Ἄννα, καὶ ἐφ’ ἡμῶν αἱ Φιλίππου θυγατέρες· ἀλλ’ οὐκ ἐπήρθησαν κατὰ τῶν ἀνδρῶν αὗται, ἀλλ’ ἐφύλαξαν τὰ οἰκεῖα μέτρα. Οὐκοῦν καὶ ἐν ὑμῖν κἂν γυνή τις ᾖ κἂν ἀνήρ, καὶ τύχῃ
45τοιαύτης τινὸς χάριτος, ταπεινοφρονείτω, ἵνα ἐπ’ αὐτῷ εὐδοκῇ ὁ Θεός. «Ἐπὶ τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;»

8

.

3

Τὰ μὲν οὖν πρῶτα τοῦ λόγου ἐξεθέμεθα περὶ τῶν χαρισμάτων, ὅσαπερ ὁ Θεὸς κατ’ ἰδίαν βούλησιν παρέσχεν ἀνθρώποις, καὶ ὅπως τῶν ψευδῆ ἐπιχειρούντων λέγειν ἢ ἀλλοτρίῳ πνεύματι κινουμένων ἤλεγξε τὸν τρόπον, καὶ ὅτι
5πονηροῖς πολλάκις ἀπεχρήσατο ὁ Θεὸς πρός τε προφητείαν
καὶ τερατοποΐαν. Νυνὶ δὲ δὲ ἐπὶ τὸ κορυφαιότατον τῆς ἐκκλησιαστικῆς διατυπώσεως ὁ λόγος ἡμᾶς ἐπείγει, ὅπως καὶ ταύτην μαθόντες παρ’ ἡμῶν τὴν διάταξιν, οἱ ταχθέντες δι’ ἡμῶν γνώμῃ Χριστοῦ ἐπίσκοποι, πάντα κατὰ τὰς παρα‐
10δοθείσας ἡμῖν ἐντολὰς ποιῆσθε, εἰδότες, ὅτι ὁ ἡμῶν ἀκούων Χριστοῦ ἀκούει, ὁ δὲ Χριστοῦ ἀκούων τοῦ Θεοῦ αὐτοῦ καὶ Πατρὸς ἀκούει, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

8

.

4

Ἅμα τοίνυν ὑπάρχοντες ἡμεῖς οἱ δεκαδύο τοῦ Κυρίου ἀπόστολοι τάσδε τὰς θείας ὑμῖν ἐντελλόμεθα διατάξεις περὶ παντὸς ἐκκλησιαστικοῦ τύπου, συμπαρόντος ἡμῖν καὶ τοῦ τῆς ἐκλογῆς σκεύους Παύλου τοῦ συναποστόλου ἡμῶν καὶ
5Ἰακώβου τοῦ ἐπισκόπου καὶ τῶν λοιπῶν πρεσβυτέρων καὶ τῶν ἑπτὰ διακόνων. Πρῶτος οὖν ἐγώ φημι Πέτρος ἐπίσκοπον χειρο‐ τονεῖσθαι, ὡς ἐν τοῖς προλαβοῦσιν ἅμα πάντες διετα‐ ξάμεθα, ἐν πᾶσιν ἄμεμπτον, ἀριστίνδην ὑπὸ παντὸς τοῦ
10λαοῦ ἐκλελεγμένον. Οὗ ὀνομασθέντος καὶ ἀρέσαντος συνελθὼν ὁ λαὸς ἅμα τῷ πρεσβυτερίῳ καὶ τοῖς παροῦ‐ σιν ἐπισκόποις ἐν ἡμέρᾳ κυριακῇ, ὁ πρόκριτος τῶν λοι‐ πῶν ἐρωτάτω τὸ πρεσβυτέριον καὶ τὸν λαόν, εἰ αὐτός ἐστιν, ὃν αἰτοῦνται εἰς ἄρχοντα. Καὶ ἐπινευσάντων προσε‐
15περωτάτω, εἰ μαρτυρεῖται ὑπὸ πάντων ἄξιος εἶναι τῆς μεγάλης ταύτης καὶ λαμπρᾶς ἡγεμονίας, εἰ τὰ κατὰ τὴν εἰς Θεὸν αὐτῷ εὐσέβειαν κατώρθωται, εἰ τὰ πρὸς ἀνθρώπους δίκαια πεφύλακται, εἰ τὰ κατὰ τὸν οἶκον αὐτοῦ καλῶς ᾠκονόμηται, εἰ τὰ κατὰ τὸν βίον ἀνεπιλήπτως. Καὶ
20πάντων ἅμα κατὰ ἀλήθειαν, ἀλλ’ οὐ κατὰ πρόληψιν μαρτυ‐ ρησάντων τοιοῦτον αὐτὸν εἶναι, ὡς ἐπὶ δικαστῇ Θεῷ καὶ Χριστῷ, παρόντος δηλαδὴ καὶ τοῦ ἁγίου Πνεύματος καὶ πάντων τῶν ἁγίων καὶ λειτουργικῶν πνευμάτων, ἐκ τρίτου πάλιν πυθέσθωσαν, εἰ ἄξιός ἐστιν ἀληθῶς τῆς λειτουργίας, ἵνα
25ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Καὶ συνθεμένων αὐτῶν ἐκ τρίτου ἄξιον εἶναι, ἀπαιτείσθωσαν οἱ πάντες σύνθημα, καὶ δόντες προθύμως ἀκουέσθωσαν. Καὶ σιωπῆς γενομένης εἷς τῶν πρώτων ἐπισκόπων ἅμα καὶ δυσὶν ἑτέροις πλησίον τοῦ θυσιαστηρίου ἑστώς, τῶν
30λοιπῶν ἐπισκόπων καὶ πρεσβυτέρων σιωπῇ προσευχομένων, τῶν δὲ διακόνων τὰ θεῖα Εὐαγγέλια ἐπὶ τῆς τοῦ χειροτονουμέ‐
νου κεφαλῆς ἀνεπτυγμένα κατεχόντων, λεγέτω πρὸς Θεόν·

8

.

5

Ὁ ὤν, δέσποτα Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἀγέννητος καὶ ἀβασίλευτος, ὁ ἀεὶ ὢν καὶ πρὸ τῶν αἰώνων ὑπάρχων, ὁ πάντη ἀνενδεὴς καὶ πάσης αἰτίας καὶ γενέσεως κρείττων, ὁ μόνος ἀληθινός, ὁ μόνος σοφός, ὁ
5ὢν μόνος ὕψιστος, ὁ τῇ φύσει ἀόρατος, οὗ τὸ εἶναι γνῶσις ἄναρχος, ὁ μόνος ἀγαθὸς καὶ ἀσύγκριτος, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, ὁ τῶν κρυπτῶν γνώστης, ὁ ἀπρόσιτος, ὁ ἀδέσποτος· ὁ Θεὸς καὶ Πατὴρ τοῦ μονογενοῦς Υἱοῦ σου τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, ὁ δημιουργὸς τῶν ὅλων
10δι’ αὐτοῦ, ὁ προνοητής, ὁ κηδεμών, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ
τὰ ταπεινὰ ἐφορῶν· σὺ ὁ δοὺς ὅρους Ἐκκλησίας διὰ τῆς ἐνσάρκου παρουσίας τοῦ Χριστοῦ σου ὑπὸ μάρτυρι τῷ παρακλήτῳ διὰ τῶν σῶν ἀποστόλων καὶ ἡμῶν διδασκάλων,
15τῶν χάριτι σῇ παρεστώτων ἐπισκόπων, ὁ προορίσας ἐξ ἀρχῆς ἱερεῖς εἰς ἐπιστασίαν τοῦ λαοῦ σου, Ἄβελ ἐν πρώτοις, Σὴθ καὶ Ἐνὼς καὶ Ἐνὼχ καὶ Νῶε καὶ Μελχισεδὲκ καὶ Ἰώβ· ὁ ἀναδείξας Ἀβραὰμ καὶ τοὺς λοιποὺς πατριάρχας σὺν τοῖς πιστοῖς σου θεράπουσιν Μωϋσεῖ καὶ Ἀαρὼν καὶ
20Ἐλεαζὰρ καὶ Φινεές, ὁ ἐξ αὐτῶν προχειρισάμενος ἄρχοντας καὶ ἱερεῖς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὁ τὸν Σαμουὴλ ἐκλεξάμενος εἰς ἱερέα καὶ προφήτην, ὁ τὸ ἁγίασμά σου ἀλειτούργητον μὴ ἐγκαταλιπών, ὁ εὐδοκήσας ἐν οἷς ᾑρετίσω δοξασθῆναι· αὐτὸς καὶ νῦν μεσιτείᾳ τοῦ Χριστοῦ σου
25δι’ ἡμῶν ἐπίχεε τὴν δύναμιν τοῦ ἡγεμονικοῦ σου Πνεύματος, ὅπερ διακονεῖται τῷ ἠγαπημένῳ σου παιδὶ Ἰησοῦ Χριστῷ, ὅπερ ἐδωρήσατο γνώμῃ σου τοῖς ἁγίοις ἀποστόλοις σου τοῦ αἰωνίου Θεοῦ. Δὸς ἐν τῷ ὀνόματί σου, καρδιογνῶστα Θεέ, ἐπὶ τὸν δοῦλόν σου τόνδε, ὃν ἐξελέξω εἰς ἐπισκοπὴν,
30ποιμαίνειν τὴν ἁγίαν σου ποίμνην καὶ ἀρχιερατεύειν σοι, ἀμέμπτως λειτουργοῦντα νυκτὸς καὶ ἡμέρας καὶ ἐξιλασκό‐
μενόν σου τὸ πρόσωπον, ἐπισυναγαγεῖν τὸν ἀριθμὸν τῶν σῳζομένων καὶ προσφέρειν σοι τὰ δῶρα τῆς ἁγίας σου Ἐκκλησίας. Δὸς αὐτῷ, δέσποτα παντοκράτορ, διὰ τοῦ
35Χριστοῦ σου τὴν μετουσίαν τοῦ ἁγίου Πνεύματος, ὥστε ἔχειν ἐξουσίαν ἀφιέναι ἁμαρτίας κατὰ τὴν ἐντολήν σου, διδόναι κλήρους κατὰ τὸ πρόσταγμά σου, λύειν δὲ πάντα σύνδεσμον κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκας τοῖς ἀποστόλοις, εὐαρεστεῖν δέ σοι ἐν πραότητι καὶ καθαρᾷ καρδίᾳ, ἀτρέπτως,
40ἀμέμπτως, ἀνεγκλήτως προσφέροντά σοι καθαρὰν καὶ ἀναί‐ μακτον θυσίαν, ἣν διὰ Χριστοῦ διετάξω, τὸ μυστήριον τῆς καινῆς διαθήκης, εἰς ὀσμὴν εὐωδίας διὰ τοῦ ἁγίου Παιδός σου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, δι’ οὗ σοι δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ
45εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ ταῦτα ἐπευξαμένου οἱ λοιποὶ ἱερεῖς ἐπιλεγέτωσαν· Ἀμήν, καὶ σὺν αὐτοῖς ἅπας ὁ λαός. Καὶ μετὰ τὴν προσευχὴν εἷς τῶν ἐπισκόπων ἀναφερέτω τὴν θυσίαν ἐπὶ τῶν χειρῶν τοῦ χειροτονηθέντος. Καὶ

8

.

5

(50)

τῇ ἕωθεν ἐνθρονιζέσθω εἰς τὸν αὐτῷ διαφέροντα τόπον παρὰ τῶν λοιπῶν ἐπισκόπων, πάντων αὐτὸν φιλησάντων τῷ ἐν
Κυρίῳ φιλήματι. Καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ Νόμου καὶ τῶν Προφητῶν, τῶν τε Ἐπιστολῶν ἡμῶν καὶ τῶν Πράξεων
55καὶ τῶν Εὐαγγελίων, ἀσπασάσθω ὁ χειροτονηθεὶς τὴν ἐκκλησίαν, λέγων· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.
60 Καὶ πάντες ἀποκρινέσθωσαν· Καὶ μετὰ τοῦ πνεύματός σου. Καὶ μετὰ τὴν πρόσρησιν προσλαλησάτω τῷ λαῷ λόγους παρακλήσεως.

8

.

6

Καὶ πληρώσαντος αὐτοῦ τὸν τῆς διδασκαλίας λόγον φημὶ ἐγὼ Ἀνδρέας ὁ ἀδελφὸς Πέτρου· Ἀναστάντων ἁπάντων ὁ διάκονος ἐφ’ ὑψηλοῦ τινος ἀνελθὼν κηρυττέτω·
Μήτις τῶν ἀκροωμένων, μήτις τῶν ἀπίστων.
5 Καὶ ἡσυχίας γενομένης λεγέτω· Εὔξασθε, οἱ κατηχούμενοι. Καὶ πάντες οἱ πιστοὶ κατὰ διάνοιαν ὑπὲρ αὐτῶν προ‐ σευχέσθωσαν λέγοντες· Κύριε ἐλέησον. Διακονείτω δὲ ὑπὲρ αὐτῶν λέγων·
10 Ὑπὲρ τῶν κατηχουμένων πάντες ἐκτενῶς τὸν Θεὸν παρακαλέσωμεν, ἵνα ὁ ἀγαθὸς καὶ φιλάνθρωπος εὐμενῶς εἰσακούσῃ τῶν δεήσεων αὐτῶν καὶ τῶν παρακλήσεων, καὶ προσδεξάμενος αὐτῶν τὴν ἱκεσίαν ἀντιλάβηται αὐτῶν καὶ δῷ αὐτοῖς τὰ αἰτήματα τῶν καρδιῶν αὐτῶν πρὸς τὸ
15συμφέρον, ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ αὐτοῦ, φωτίσῃ αὐτοὺς καὶ συνετίσῃ, παιδεύσῃ αὐτοὺς τὴν θεογνωσίαν, διδάξῃ αὐτοὺς τὰ προστάγματα αὐτοῦ καὶ τὰ δικαιώματα, ἐγκαταφυτεύσῃ ἐν αὐτοῖς τὸν ἁγνὸν αὐτοῦ καὶ σωτήριον φόβον, διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν πρὸς
20τὸ ἐν τῷ νόμῳ αὐτοῦ καταγίνεσθαι ἡμέρας καὶ νυκτός, βεβαιώσῃ δὲ αὐτοὺς ἐν τῇ εὐσεβείᾳ, ἑνώσῃ καὶ ἐγκατα‐ ριθμήσῃ αὐτοὺς τῷ ἁγίῳ αὐτοῦ ποιμνίῳ, καταξιώσας αὐτοὺς τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τοῦ ἐνδύματος τῆς ἀφθαρ‐ σίας, τῆς ὄντως ζωῆς· ῥύσηται δὲ αὐτοὺς ἀπὸ πάσης
25ἀσεβείας καὶ μὴ δῷ τόπον τῷ ἀλλοτρίῳ κατ’ αὐτῶν, καθαρίσῃ δὲ αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐνοικήσῃ τε ἐν αὐτοῖς καὶ ἐμπεριπατήσῃ διὰ τοῦ Χριστοῦ αὐτοῦ, εὐλογήσῃ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους καὶ κατευθύνῃ αὐτοῖς τὰ προκείμενα εἰς τὸ συμφέρον.
30Ἔτι ἐκτενέστερον ὑπὲρ αὐτῶν ἱκετεύσωμεν, ἵνα ἀφέσεως τυχόντες τῶν πλημμελημάτων διὰ τῆς μυήσεως ἀξιωθῶσιν τῶν ἁγίων μυστηρίων καὶ τῆς μετὰ τῶν ἁγίων διαμονῆς. Ἐγείρεσθε, οἱ κατηχούμενοι· τὴν εἰρήνην τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ αἰτήσασθε, εἰρηνικὴν τὴν ἡμέραν καὶ
35ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ὑμῶν, χριστιανὰ τὰ τέλη ὑμῶν, ἵλεω καὶ εὐμενῆ τὸν Θεόν, ἄφεσιν πλημμελη‐ μάτων· ἑαυτοὺς τῷ μόνῳ ἀγεννήτῳ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παράθεσθε. Κλίνατε καὶ εὐλογεῖσθε. Ἐφ’ ἑκάστῳ δὲ τούτων ὧν ὁ διάκονος προσφωνεῖ, ὡς
40προείπομεν, λεγέτω ὁ λαός· Κύριε ἐλέησον, καὶ πρὸ πάντων τὰ παιδία. Κλινόντων δὲ αὐτῶν τὰς κεφαλὰς εὐλογείτω αὐτοὺς ὁ χειροτονηθεὶς ἐπίσκοπος εὐλογίαν τοιάνδε· Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἀγέννητος καὶ ἀπρόσιτος, ὁ
45μόνος ἀληθινὸς Θεός, ὁ Θεὸς καὶ Πατὴρ τοῦ Χριστοῦ σου τοῦ μονογενοῦς Υἱοῦ σου, ὁ Θεὸς τοῦ Παρακλήτου καὶ τῶν ὅλων
Κύριος, ὁ διὰ Χριστοῦ διδασκάλους τοῖς μαθηταῖς ἐπιστήσας πρὸς μάθησιν τῆς εὐσεβείας· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους τὸ εὐαγγέλιον τοῦ Χριστοῦ

8

.

6

(50)

σου, καὶ δὸς αὐτοῖς καρδίαν καινὴν καὶ πνεῦμα εὐθὲς ἐγκαί‐ νισον ἐν τοῖς ἐγκάτοις αὐτῶν πρὸς τὸ εἰδέναι καὶ ποιεῖν τὸ θέλημά σου ἐν καρδίᾳ πλήρει καὶ ψυχῇ θελούσῃ Καταξίωσον αὐτοὺς τῆς ἁγίας μυήσεως καὶ ἕνωσον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ καὶ μετόχους ποίησον τῶν θείων
55μυστηρίων διὰ Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, τοῦ ὑπὲρ αὐτῶν ἀποθανόντος, δι’ οὗ σοι δόξα καὶ τὸ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ μετὰ τοῦτο ὁ διάκονος λεγέτω· Προέλθετε, οἱ κατηχούμενοι, ἐν εἰρήνῃ.

8

.

7

Καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς λεγέτω· Εὔξασθε, οἱ ἐνεργούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων. Ἐκτενῶς πάντες ὑπὲρ αὐτῶν δεηθῶμεν, ὅπως ὁ φιλάνθρωπος Θεὸς διὰ Χριστοῦ ἐπιτιμήσῃ τοῖς ἀκαθάρτοις καὶ πονηροῖς
5πνεύμασιν καὶ ῥύσηται τοὺς αὐτοῦ ἱκέτας ἀπὸ τῆς τοῦ ἀλλοτρίου καταδυναστείας· ὁ ἐπιτιμήσας τῷ λεγεῶνι τῶν δαιμόνων καὶ τῷ ἀρχεκάκῳ διαβόλῳ, αὐτὸς ἐπι‐ τιμήσῃ καὶ νῦν τοῖς ἀποστάταις τῆς εὐσεβείας καὶ ῥύσηται τὰ ἑαυτοῦ πλάσματα ἀπὸ τῆς ἐνεργείας αὐτῶν καὶ καθαρίσῃ
10αὐτά, ἃ μετὰ πολλῆς σοφίας ἐποίησεν. Ἔτι ἐκτενῶς
ὑπὲρ αὐτῶν δεηθῶμεν· Σῶσον καὶ ἀνάστησον αὐτούς, ὁ Θεός, ἐν τῇ δυνάμει σου. Κλίνατε, οἱ ἐνεργούμενοι, καὶ εὐλογεῖσθε. Ὁ δὲ ἐπίσκοπος ἐπευχέσθω λέγων·
15 Ὁ τὸν ἰσχυρὸν δήσας καὶ πάντα τὰ σκεύη αὐτοῦ διαρπάσας, ὁ δοὺς ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ὁ τὸν ἀνθρω‐ ποκτόνον ὄφιν δεσμώτην παραδοὺς ἡμῖν ὡς στρουθίον παι‐ δίοις, ὃν φρίττει πάντα καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς
20σου, ὁ ῥήξας αὐτὸν ὡς ἀστραπὴν ἐξ οὐρανοῦ εἰς γῆν, οὐ τοπικῷ ῥήγματι, ἀλλὰ ἀπὸ τιμῆς εἰς ἀτιμίαν δι’ ἑκούσιον αὐτοῦ κακόνοιαν· Οὗ τὸ βλέμμα ξηραίνει ἄβυσσον καὶ ἡ ἀπειλὴ τήκει ὄρη καὶ ἡ ἀλήθεια μένει εἰς τὸν αἰῶνα, ὃν αἰνεῖ τὰ νήπια καὶ εὐλογεῖ τὰ θηλάζοντα, ὃν ὑμνοῦσιν
25καὶ προσκυνοῦσιν ἄγγελοι· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν, οὗ νεφέλαι κονιορτὸς τῶν ποδῶν, ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ’ ἐδάφους·
30Μονογενῆ Θεέ, μεγάλου Πατρὸς Υἱέ, ἐπιτίμησον τοῖς πονηροῖς πνεύμασιν καὶ ῥῦσαι τὰ ἔργα τῶν χειρῶν σου ἐκ τῆς τοῦ ἀλλοτρίου πνεύματος ἐνεργείας, ὅτι σοὶ δόξα, τιμὴ καὶ σέβας καὶ διὰ σοῦ τῷ σῷ Πατρὶ ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
35Ὁ διάκονος λεγέτω· Προέλθετε, οἱ ἐνεργούμενοι.

8

.

8

Καὶ μετὰ τοῦτο προσφωνείτω· Εὔξασθε, οἱ φωτιζόμενοι. Ἐκτενῶς οἱ πιστοὶ πάντες ὑπὲρ αὐτῶν παρακαλέσωμεν, ὅπως ὁ Κύριος καταξιώσῃ αὐτούς, μυηθέντας εἰς τὸν
5τοῦ Χριστοῦ θάνατον, συναναστῆναι αὐτῷ καὶ μετό‐ χους γενέσθαι τῆς βασιλείας αὐτοῦ καὶ κοινωνοὺς τῶν μυστηρίων αὐτοῦ, ἑνώσῃ καὶ συγκαταλέξῃ αὐτοὺς μετὰ τῶν σῳζομένων ἐν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ. Ἔτι ἐκτενῶς ὑπὲρ αὐτῶν δεηθῶμεν· σῶσον καὶ ἀνάστησον
10αὐτοὺς ἐν τῇ σῇ χάριτι. Κατασφραγισάμενοι τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ, κλίνατε. Εὐλογείσθωσαν οὖν παρὰ τοῦ ἐπισκόπου τήνδε τὴν εὐλο‐ γίαν· Ὁ προειπὼν διὰ τῶν ἁγίων σου προφητῶν τοῖς
15μυομένοις· «Λούσασθε, καθαροὶ γίνεσθε», καὶ διὰ τοῦ Χριστοῦ νομοθετήσας τὴν πνευματικὴν ἀναγέννησιν· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τοὺς βαπτιζομένους καὶ εὐλόγησον αὐτοὺς καὶ ἁγίασον, καὶ παρασκεύασον ἀξίους γενέσθαι τῆς πνευματι‐ κῆς σου δωρεᾶς καὶ τῆς ἀληθινῆς σου υἱοθεσίας, τῶν πνευμα‐
20τικῶν σου μυστηρίων, τῆς μετὰ τῶν σῳζομένων ἐπισυναγωγῆς διὰ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, δι’ οὗ σοι δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
Καὶ λεγέτω ὁ διάκονος· Προέλθετε, οἱ φωτιζόμενοι.

8

.

9

Καὶ μετὰ τοῦτο κηρυττέτω· Εὔξασθε, οἱ ἐν τῇ μετανοίᾳ. Ἐκτενῶς πάντες ὑπὲρ τῶν ἐν μετανοίᾳ ἀδελφῶν ἡμῶν παρακαλέσωμεν, ὅπως ὁ φιλοικτίρ‐ μων Θεὸς ὑποδείξῃ αὐτοῖς ὁδὸν μετανοίας, προσδέξηται αὐτῶν
5τὴν παλινῳδίαν καὶ τὴν ἐξομολόγησιν, καὶ συντρίψῃ τὸν σατα‐ νᾶν ὑπὸ τοὺς πόδας αὐτῶν ἐν τάχει καὶ λυτρώσηται αὐτοὺς ἀπὸ τῆς παγίδος τοῦ διαβόλου καὶ τῆς ἐπηρείας τῶν δαιμό‐ νων, καὶ ἐξέληται αὐτοὺς ἀπὸ παντὸς ἀθεμίτου λόγου καὶ πάσης ἀτόπου πράξεως καὶ πονηρᾶς ἐννοίας· Συγχωρήσῃ
10δὲ αὐτοῖς πάντα τὰ παραπτώματα αὐτῶν, τά τε ἑκούσια καὶ τὰ ἀκούσια καὶ ἐξαλείψῃ τὸ κατ’ αὐτῶν χειρόγραφον καὶ ἐγγράψηται αὐτοὺς ἐν βίβλῳ ζωῆς, καθάρῃ δὲ αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ ἑνώσῃ αὐτοὺς ἀποκαταστήσας εἰς τὴν ἁγίαν αὐτοῦ ποίμνην.
15Ὅτι αὐτὸς γινώσκει τὸ πλάσμα ἡμῶν, ὅτι τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις. Ἔτι ὑπὲρ αὐτῶν ἐκτενέστερον δεηθῶμεν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἀμαρτωλῷ μετανοοῦντι, ὅπως ἀποστρα‐
20φέντες πᾶν ἔργον ἀθέμιτον προσοικειωθῶσιν πάσῃ πράξει ἀγαθῇ, ἵνα ὁ φιλάνθρωπος Θεὸς ᾗ τάχος εὐμενῶς προσδεξά‐ μενος αὐτῶν τὰς λιτάς, ἀποκαταστήσῃ αὐτοὺς εἰς τὴν προτέραν ἀξίαν καὶ ἀποδώσῃ αὐτοῖς τὴν ἀγαλλίασιν τοῦ σωτηρίου καὶ πνεύματι ἡγεμονικῷ στηρίξῃ αὐτούς, ἵνα
25μηκέτι σαλευθῶσιν τὰ διαβήματα αὐτῶν, ἀλλὰ καταξιωθῶσιν κοινωνοὶ γενέσθαι τῶν ἁγίων αὐτοῦ ἱερῶν καὶ μέτοχοι τῶν θείων μυστηρίων, ἵνα ἄξιοι ἀποφανθέντες τῆς υἱοθεσίας τύχωσιν τῆς αἰωνίου ζωῆς. Ἔτι ἐκτενῶς ὑπὲρ αὐτῶν πάντες εἴπωμεν· Κύριε ἐλέησον· σῶσον αὐτούς, ὁ Θεός,
30καὶ ἀνάστησον τῷ ἐλέει σου. Ἀναστάντες τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ κλίνατε καὶ εὐλογεῖσθε. Ἐπευχέσθω οὖν ὁ ἐπίσκοπος τοιάδε τινά· Παντοκράτορ Θεὲ αἰώνιε, δέσποτα τῶν ὅλων, κτίστα καὶ πρύτανι τῶν ὄντων, ὁ τὸν ἄνθρωπον κόσμου
35κόσμον ἀναδείξας διὰ Χριστοῦ καὶ νόμον δοὺς αὐτῷ ἔμφυτον καὶ γραπτὸν πρὸς τὸ ζῆν αὐτὸν ἐνθέσμως ὡς λογικόν, καὶ ἁμαρτόντι ὑποθήκην δοὺς πρὸς μετάνοιαν τὴν σαυ‐ τοῦ ἀγαθότητα· ἔπιδε ἐπὶ τοὺς κεκλικότας σοι αὐχένα ψυχῆς καὶ σώματος, ὅτι οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρ‐
40τωλοῦ, ἀλλὰ τὴν μετάνοιαν, ὥστε ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν. Ὁ Νινευιτῶν προσδεξάμενος τὴν μετάνοιαν, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὁ τὸν υἱὸν προσδεξάμενος τὸν καταφαγόντα τὸν βίον αὐτοῦ ἀσώτως
45πατρικοῖς σπλάγχνοις διὰ τὴν μετάνοιαν, αὐτὸς καὶ νῦν πρόσδεξαι τῶν ἱκετῶν σου τὴν μετάγνωσιν, ὅτι οὐκ ἔστιν, ὃς οὐχ ἁμαρτήσεταί σοι· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Καὶ ἀποκατάστησον αὐτοὺς τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ

8

.

9

(50)

ἐν τῇ προτέρᾳ ἀξίᾳ καὶ τιμῇ διὰ τοῦ Χριστοῦ, τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, δι’ οὗ σοι δόξα καὶ προσκύνησις ἐν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ ὁ διάκονος λεγέτω· Ἀπολύεσθε, οἱ ἐν μετανοίᾳ.

8

.

10

Καὶ προστιθέτω· Μήτις τῶν μὴ δυναμένων προσελθέτω. Ὅσοι πιστοί, κλίνωμεν γόνυ· δεηθῶμεν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ, πάντες συντόνως τὸν Θεὸν διὰ τοῦ Χριστοῦ αὐτοῦ παρακα‐
5λέσωμεν. Ὑπὲρ τῆς εἰρήνης καὶ τῆς εὐσταθείας τοῦ κόσμου καὶ τῶν ἁγίων Ἐκκλησιῶν δεηθῶμεν, ὅπως ὁ τῶν ὅλων Θεὸς ἀΐδιον καὶ ἀναφαίρετον τὴν ἑαυτοῦ εἰρήνην ἡμῖν παράσχοιτο, ἵνα ἐν πληροφορίᾳ τῆς κατ’ εὐσέβειαν ἀρετῆς διατελοῦντας
10ἡμᾶς συντηρήσῃ. Ὑπὲρ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς τοῦ Θεοῦ Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης δεηθῶμεν, ὅπως ὁ Κύριος ἄσειστον αὐτὴν καὶ ἀκλυδώνιστον διαφυλάξῃ καὶ διατηρήσῃ μέχρι τῆς συντελείας
15τοῦ αἰῶνος τεθεμελιωμένην ἐπὶ τὴν πέτραν. Καὶ ὑπὲρ τῆς ἐνθάδε ἁγίας παροικίας δεηθῶμεν, ὅπως καταξιώσῃ ἡμᾶς ὁ τῶν ὅλων Κύριος ἀνενδότως τὴν ἐπουρά‐ νιον αὐτοῦ ἐλπίδα μεταδιώκειν καὶ ἀδιάλειπτον αὐτῷ τῆς
δεήσεως ἀποδιδόναι τὴν ὀφειλήν.
20 Ὑπὲρ πάσης ἐπισκοπῆς τῆς ὑπὸ τὸν οὐρανὸν τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας δεηθῶμεν. Καὶ ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Ἰακώβου καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶμεν, ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Κλήμεντος καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶμεν, ὑπὲρ τοῦ
25ἐπισκόπου ἡμῶν Εὐοδίου καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶ‐ μεν, ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Ἀννιανοῦ καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶμεν, ὅπως ὁ οἰκτίρμων Θεὸς χαρίσηται αὐτοὺς ταῖς ἁγίαις αὐτοῦ Ἐκκλησίαις σώους, ἐντίμους, μακροημε‐ ρεύοντας, καὶ τίμιον αὐτοῖς τὸ γῆρας παράσχηται ἐν εὐσεβείᾳ
30καὶ δικαιοσύνῃ. Καὶ ὑπὲρ τῶν πρεσβυτέρων ἡμῶν δεηθῶμεν, ὅπως ὁ Κύριος ῥύσηται αὐτοὺς ἀπὸ παντὸς ἀτόπου καὶ πονηροῦ πράγματος καὶ σῶον καὶ ἔντιμον τὸ πρεσβυτέριον αὐτοῖς παράσχοι.
35 Ὑπὲρ πάσης τῆς ἐν Χριστῷ διακονίας καὶ ὑπηρεσίας δεηθῶμεν, ὅπως ὁ Κύριος ἄμεμπτον αὐτοῖς τὴν διακονίαν παράσχηται. Ὑπὲρ ἀναγνωστῶν, ψαλτῶν, παρθένων, χηρῶν τε καὶ ὀρφανῶν δεηθῶμεν, ὑπὲρ τῶν ἐν συζυγίαις καὶ τεκνο‐
40γονίαις δεηθῶμεν, ὅπως ὁ Κύριος τοὺς πάντας αὐτοὺς ἐλεήσῃ. Ὑπὲρ εὐνούχων ὁσίως πορευομένων δεηθῶμεν, ὑπὲρ τῶν ἐν ἐγκρατείᾳ καὶ εὐλαβείᾳ δεηθῶμεν. Ὑπὲρ τῶν καρποφορούντων ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ καὶ
45ποιούντων τοῖς πένησιν τὰς ἐλεημοσύνας δεηθῶμεν, καὶ ὑπὲρ τῶν τὰς θυσίας καὶ τὰς ἀπαρχὰς προσφερόντων Κυρίῳ τῷ Θεῷ ἡμῶν δεηθῶμεν, ὅπως ὁ πανάγαθος Θεὸς ἀμείψηται αὐτοὺς ταῖς ἐπουρανίαις αὐτοῦ δωρεαῖς καὶ δῷ αὐτοῖς ἐν τῷ παρόντι ἑκατονταπλασίονα καὶ ἐν τῷ μέλλοντι ζωὴν

8

.

10

(50)

αἰώνιον, καὶ χαρίσηται αὐτοῖς ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια. Ὑπὲρ τῶν νεοφωτίστων ἀδελφῶν ἡμῶν δεηθῶμεν, ὅπως ὁ Κύριος στηρίξῃ αὐτοὺς καὶ βεβαιώσῃ. Ὑπὲρ τῶν ἐν ἀρρωστίᾳ ἐξεταζομένων ἀδελφῶν ἡμῶν
55δεηθῶμεν, ὅπως ὁ Κύριος ῥύσηται αὐτοὺς πάσης νόσου καὶ πάσης μαλακίας καὶ σώους ἀποκαταστήσῃ τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ. Ὑπὲρ πλεόντων καὶ ὁδοιπορούντων δεηθῶμεν, ὑπὲρ τῶν ἐν μετάλλοις καὶ ἐξορίαις καὶ φυλακαῖς καὶ δεσμοῖς
60ὄντων διὰ τὸ ὄνομα τοῦ Κυρίου δεηθῶμεν, ὑπὲρ τῶν ἐν πικρᾷ δουλείᾳ καταπονουμένων δεηθῶμεν. Ὑπὲρ ἐχθρῶν καὶ μισούντων ἡμᾶς δεηθῶμεν, ὑπὲρ τῶν διωκόντων ἡμᾶς διὰ τὸ ὄνομα τοῦ Κυρίου δεηθῶμεν, ὅπως ὁ Κύριος πραΰνας τὸν θυμὸν αὐτῶν διασκεδάσῃ τὴν
65καθ’ ἡμῶν ὀργήν. Ὑπὲρ τῶν ἔξω ὄντων καὶ πεπλανημένων δεηθῶμεν, ὅπως ὁ Κύριος αὐτοὺς ἐπιστρέψῃ. Τῶν νηπίων τῆς Ἐκκλησίας μνημονεύσωμεν, ὅπως ὁ Κύριος τελειώσας αὐτὰ ἐν τῷ φόβῳ αὐτοῦ εἰς μέτρον
70ἡλικίας ἀγάγοι. Ὑπὲρ ἀλλήλων δεηθῶμεν, ὅπως ὁ Κύριος διατηρήσῃ
ἡμᾶς καὶ διαφυλάξῃ τῇ αὐτοῦ χάριτι εἰς τέλος καὶ ῥύσηται ἡμᾶς τοῦ πονηροῦ καὶ πάντων τῶν σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ σώσῃ εἰς τὴν βασιλείαν
75αὐτοῦ τὴν ἐπουράνιον. Ὑπὲρ πάσης ψυχῆς χριστιανῆς δεηθῶμεν. Σῶσον καὶ ἀνάστησον ἡμᾶς, ὁ θεός, τῷ ἐλέει σου. Ἐγειρώμεθα· δεηθέντες ἐκτενῶς ἑαυτοὺς καὶ ἀλλήλους τῷ ζῶντι Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα.

8

.

11

Ἐπευχέσθω οὖν ὁ ἀρχιερεὺς καὶ λεγέτω. Κύριε παντοκράτορ, ὕψιστε ὁ ἐν ὑψηλοῖς κατοικῶν, ἅγιε ἐν ἁγίοις ἀναπαυόμενε, ἄναρχε, μόναρχε, ὁ διὰ Χριστοῦ κήρυγμα γνώσεως δοὺς ἡμῖν εἰς ἐπίγνωσιν τῆς σῆς δόξης
5καὶ τοῦ ὀνόματός σου οὗ ἐφανέρωσεν ἡμῖν εἰς κατάληψιν· αὐτὸς καὶ νῦν ἔπιδε δι’ αὐτοῦ ἐπὶ τὸ ποίμνιόν σου τοῦτο καὶ λύτρωσαι αὐτὸ πάσης ἀγνοίας καὶ πονηρᾶς πράξεως, καὶ δὸς φόβῳ φοβεῖσθαί σε καὶ ἀγάπῃ ἀγαπᾶν σε καὶ στέλλεσθαι ἀπὸ προσώπου δόξης σου. Εὐμενὴς αὐτοῖς
10γενοῦ καὶ ἵλεως καὶ ἐπήκοος ἐν ταῖς προσευχαῖς αὐτῶν, καὶ φύλαξον αὐτοὺς ἀτρέπτους, ἀμέμπτους, ἀνεγκλήτους, ἵνα ὦσιν ἅγιοι σώματι καὶ ψυχῇ, μὴ ἔχοντες σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ὦσιν ἄρτιοι καὶ μηδεὶς ἐν αὐτοῖς ᾖ κολοβὸς ἢ ἀτελής.
15Ἀρωγὲ δυνατὲ ἀπροσωπόληπτε, γενοῦ ἀντιλήπτωρ τοῦ
λαοῦ σου τούτου, ὃν ἐξελέξω ἐκ μυριάδων, ὃν ἐξηγόρασας τῷ τιμίῳ τοῦ Χριστοῦ σου αἵματι, προστάτης, ἐπίκουρος, ταμίας, φύλαξ, τεῖχος ἐρυμνότατον, φραγμὸς ἀσφαλείας, ὅτι ἐκ τῆς σῆς χειρὸς οὐδεὶς ἁρπάσαι δύναται· οὐδὲ γὰρ ἔστι
20Θεὸς ὥσπερ σὺ ἕτερος, ὅτι ἐν σοὶ ἡ ὑπομονὴ ἡμῶν. Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου, ὅτι ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν, ἀπροσχάριστε, ἀπαραλόγιστε· ῥῦσαι αὐτοὺς πάσης νόσου καὶ πάσης μαλακίας, παντὸς παραπτώματος, πάσης ἐπηρείας καὶ ἀπάτης, ἀπὸ φόβου ἐχθροῦ, ἀπὸ βέλους
25πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομέ‐ νου· καὶ καταξίωσον αὐτοὺς τῆς αἰωνίου ζωῆς τῆς ἐν Χριστῷ σου, τῷ Υἱῷ σου τῷ μονογενεῖ, τῷ Θεῷ καὶ σωτῆρι ἡμῶν, δι’ οὗ σοι δόξα καὶ σέβας ἐν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
30 Καὶ μετὰ τοῦτο λεγέτω ὁ διάκονος· Πρόσχωμεν. Καὶ ἀσπαζέσθω ὁ ἐπίσκοπος τὴν Ἐκκλησίαν καὶ λεγέτω· Ἡ εἰρήνη τοῦ Θεοῦ μετὰ πάντων ὑμῶν. Καὶ ὁ λαὸς ἀπο‐ κρινάσθω· Καὶ μετὰ τοῦ πνεύματός σου.
35 Καὶ ὁ διάκονος εἰπάτω πᾶσιν· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Καὶ ἀσπαζέσθωσαν οἱ τοῦ κλήρου τὸν ἐπίσκοπον, οἱ λαϊκοὶ ἄνδρες τοὺς λαϊκούς, αἱ γυναῖκες τὰς γυναῖκας. Τὰ παιδία δὲ στηκέτωσαν πρὸς τῷ βήματι, καὶ διάκονος
40αὐτοῖς ἕτερος ἔστω ἐφεστώς, ὅπως μὴ ἀτακτῶσιν· καὶ ἄλλοι διάκονοι περιπατείτωσαν καὶ σκοπείτωσαν τοὺς ἄνδρας καὶ τὰς γυναῖκας, ὅπως μὴ θόρυβός τις γένηται καὶ μή τις νεύσῃ ἢ ψιθυρίσῃ ἢ νυστάξῃ. Οἱ δὲ ὑποδιάκονοι ἱστά‐ σθωσαν εἰς τὰς τῶν ἀνδρῶν θύρας καὶ αἱ διάκονοι εἰς τὰς
45τῶν γυναικῶν, ὅπως μή τις ἐξέλθοι μήτε ἀνοιχθείη ἡ θύρα, κἂν πιστός τις ᾖ, κατὰ τὸν καιρὸν τῆς ἀναφορᾶς. Εἷς δὲ ὑποδιάκονος διδότω ἀπόρρυψιν χειρῶν τοῖς ἱερεῦσιν, σύμβολον καθαρότητος ψυχῶν Θεῷ ἀνακειμένων.

8

.

12

Φημὶ δὴ κἀγὼ Ἰάκωβος, ὁ ἀδελφὸς Ἰωάννου τοῦ Ζεβεδαίου, ἵνα εὐθὺς ὁ διάκονος λέγῃ· Μή τις τῶν κατηχουμένων, μή τις τῶν ἀκροωμένων, μή τις τῶν ἀπίστων, μή τις τῶν ἑτεροδόξων. Οἱ τὴν πρώτην
5εὐχὴν εὐχόμενοι προσέλθετε· τὰ παιδία προσλαμβάνεσθε, αἱ μητέρες· μή τις κατά τινος, μή τις ἐν ὑποκρίσει· ὀρθοὶ πρὸς
Κύριον μετὰ φόβου καὶ τρόμου ἐστῶτες ὦμεν προσφέρειν. Ὧν γενομένων οἱ διάκονοι προσαγέτωσαν τὰ δῶρα τῷ ἐπισκόπῳ πρὸς τὸ θυσιαστήριον, καὶ οἱ πρεσβύτεροι ἐκ δεξιῶν
10αὐτοῦ καὶ ἐξ εὐωνύμων στηκέτωσαν, ὡς ἂν μαθηταὶ παρεστῶ‐ τες διδασκάλῳ· δύο δὲ διάκονοι ἐξ ἑκατέρων τῶν μερῶν τοῦ θυσιαστηρίου κατεχέτωσαν ἐξ ὑμένων λεπτῶν ῥιπίδιον ἢ πτερὸν ταῶνος ἢ ὀθόνης, καὶ ἠρέμα ἀποσοβείτωσαν τὰ μικρὰ τῶν ἱπταμένων ζῴων, ὅπως ἂν μὴ ἐγχρίμπτωνται
15εἰς τὰ κύπελλα. Εὐξάμενος οὖν καθ’ ἑαυτὸν ὁ ἀρχιερεὺς ἅμα τοῖς ἱερεῦσιν καὶ λαμπρὰν ἐσθῆτα μετενδὺς καὶ στὰς πρὸς τῷ θυσιαστηρίῳ, τὸ τρόπαιον τοῦ σταυροῦ κατὰ τοῦ μετώπου τῇ χειρὶ ποιησάμενος εἰπάτω·
20 Ἡ χάρις τοῦ παντοκράτορος Θεοῦ καὶ ἡ ἀγάπη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος ἔστω μετὰ πάντων ὑμῶν. Καὶ πάντες συμφώνως λεγέτωσαν, ὅτι· Καὶ μετὰ τοῦ πνεύματός σου.
25Καὶ ὁ ἀρχιερεύς· Ἄνω τὸν νοῦν.
Καὶ πάντες· Ἔχομεν πρὸς τὸν Κύριον. Καὶ ὁ ἀρχιερεύς· Εὐχαριστήσωμεν τῷ Κυρίῳ. Καὶ πάντες· Ἄξιον καὶ δίκαιον. Καὶ ὁ ἀρχιερεὺς εἰπάτω·
30 Ἄξιον καὶ δίκαιον ὡς ἀληθῶς πρὸ πάντων ἀνυμνεῖν σε τὸν ὄντως ὄντα Θεὸν τὸν πρὸ τῶν γενητῶν ὄντα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, τὸν μόνον ἀγέννη‐ τον καὶ ἄναρχον καὶ ἀβασίλευτον καὶ ἀδέσποτον, τὸν ἀνενδεῆ, τὸν παντὸς ἀγαθοῦ χορηγόν, τὸν πάσης αἰτίας καὶ γενέσεως
35κρείττονα, τὸν πάντοτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα· ἐξ οὗ τὰ πάντα, καθάπερ ἔκ τινος ἀφετηρίας, εἰς τὸ εἶναι παρῆλθεν. Σὺ γὰρ εἶ ἡ ἄναρχος γνῶσις, ἡ ἀΐδιος ὅρασις, ἡ ἀγέννητος ἀκοή, ἡ ἀδίδακτος σοφία, ὁ πρῶτος τῇ φύσει καὶ μόνος τῷ εἶναι καὶ κρείττων παντὸς ἀριθμοῦ· ὁ τὰ
40πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν διὰ τοῦ μονογενοῦς Υἱοῦ σου, αὐτὸν δὲ πρὸ πάντων αἰώνων γεννήσας βουλήσει καὶ δυνάμει καὶ ἀγαθότητι ἀμεσιτεύτως, Υἱὸν μονογενῆ, Λόγον Θεόν, σοφίαν ζῶσαν, πρωτότοκον πάσης κτίσεως, ἄγγελον τῆς μεγάλης βουλῆς σου, ἀρχιερέα σὸν
45καὶ προσκυνητὴν ἀξιόχρεων, βασιλέα δὲ καὶ Κύριον πάσης νοητῆς καὶ αἰσθητῆς φύσεως, τὸν πρὸ πάντων, δι’ οὗ τὰ
πάντα. Σὺ γάρ, Θεὲ αἰώνιε, δι’ αὐτοῦ τὰ πάντα πεποίηκας καὶ δι’ αὐτοῦ τῆς προσηκούσης προνοίας τὰ ὅλα ἀξιοῖς·

8

.

12

(50)

δι’ οὗ γὰρ τὸ εἶναι ἐχαρίσω, δι’ αὐτοῦ καὶ τὸ εὖ εἶναι ἐδωρήσω· ὁ Θεὸς καὶ Πατὴρ τοῦ μονογενοῦς Υἱοῦ σου, ὁ δι’ αὐτοῦ πρὸ πάντων ποιήσας τὸ Πνεῦμα τῆς ἀληθείας, τὸν τοῦ μονογενοῦς ὑποφήτην καὶ διάκονον, καὶ μετ’ αὐτὸν τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, αἰῶνάς τε καὶ στρατιάς,
55δυνάμεις τε καὶ ἐξουσίας, ἀρχάς τε καὶ θρόνους, ἀρχαγγέ‐ λους τε καὶ ἀγγέλους, καὶ μετὰ ταῦτα πάντα ποιήσας δι’ αὐτοῦ τὸν φαινόμενον τοῦτον κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ. Σὺ γὰρ εἶ ὁ τὸν οὐρανὸν ὡς καμάραν στήσας καὶ ὡς δέρριν ἐκτείνας καὶ τὴν γῆν ἐπ’ οὐδενὸς ἱδρύσας γνώμῃ
60μόνῃ, ὁ πήξας στερέωμα καὶ νύκτα καὶ ἡμέραν κατασκευάσας, ὁ ἐξαγαγὼν φῶς ἐκ θησαυρῶν καὶ τῇ τούτου συστολῇ ἐπαγαγὼν τὸ σκότος εἰς ἀνάπαυλαν τῶν ἐν τῷ κόσμῳ κινου‐ μένων ζῴων, ὁ τὸν ἥλιον τάξας εἰς ἀρχὰς τῆς ἡμέρας ἐν οὐρανῷ καὶ τὴν σελήνην εἰς ἀρχὰς τῆς νυκτὸς καὶ τὸν
65χορὸν τῶν ἀστέρων ἐν οὐρανῷ καταγράψας εἰς αἶνον τῆς σῆς μεγαλοπρεπείας. Ὁ ποιήσας ὕδωρ πρὸς πόσιν καὶ κάθαρσιν, ἀέρα ζωτικὸν πρὸς εἰσπνοὴν καὶ ἀναπνοὴν καὶ φωνῆς ἀπόδοσιν διὰ γλώττης πληττούσης τὸν ἀέρα καὶ ἀκοὴν συνεργου‐
70μένην ὑπ’ αὐτοῦ ὡς ἐπαΐειν εἰσδεχομένην τὴν προσπί‐ πτουσαν αὐτῇ λαλιάν· ὁ ποιήσας πῦρ πρὸς σκότους παραμυθίαν, πρὸς ἐνδείας ἀναπλήρωσιν καὶ τὸ θερμαίνεσθαι ἡμᾶς καὶ φωτίζεσθαι ὑπ’ αὐτοῦ· ὁ τὴν μεγάλην
θάλασσαν χωρίσας τῆς γῆς καὶ τὴν μὲν ἀναδείξας πλωτήν,
75τὴν δὲ ποσὶ βάσιμον ποιήσας, καὶ τὴν μὲν ζῴοις μικροῖς καὶ μεγάλοις πληθύνας, τὴν δὲ ἡμέροις καὶ ἀτιθάσσοις πληρώσας, φυτοῖς τε διαφόροις στέψας καὶ βοτάναις στε‐ φανώσας καὶ ἄνθεσι καλλύνας καὶ σπέρμασι πλουτίσας· ὁ συστησάμενος ἄβυσσον καὶ μέγα κύτος αὐτῇ περιθείς,
80ἁλμυρῶν ὑδάτων σεσωρευμένα πελάγη, περιφράξας δὲ αὐτὴν πύλαις ἄμμου λεπτοτάτης· ὁ πνεύμασί ποτε μὲν αὐτὴν κορυφῶν εἰς ὀρέων μέγεθος, ποτὲ δὲ στρωννύων αὐτὴν εἰς πεδίον, καί ποτε μὲν ἐκμαίνων χειμῶνι, ποτὲ δὲ πραΰνων γαλήνῃ ὡς ναυσιπόροις πλωτῆρσιν εὔκολον εἶναι πρὸς
85πορείαν· ὁ ποταμοῖς διαζώσας τὸν ὑπὸ σοῦ διὰ Χριστοῦ γενόμενον κόσμον καὶ χειμάρροις ἐπικλύσας καὶ πηγαῖς ἀενάοις μεθύσας, ὄρεσιν δὲ περισφίγξας εἰς ἕδραν ἀτρεμῆ γῆς ἀσφαλεστάτην. Ἐπλήρωσας γάρ σου τὸν κόσμον καὶ διεκόσμησας αὐτὸν βοτάναις εὐόσμοις καὶ ἰασίμοις, ζῴοις
90πολλοῖς καὶ διαφόροις, ἀλκίμοις καὶ ἀσθενεστέροις, ἐδωδί‐ μοις καὶ ἐνεργοῖς, ἡμέροις καὶ ἀτιθάσσοις, ἑρπετῶν συριγμοῖς, πτηνῶν ποικίλων κλαγγαῖς, ἐνιαυτῶν κύκλοις, μηνῶν καὶ ἡμερῶν ἀριθμοῖς, τροπῶν τάξεσιν, νεφῶν ὀμβροτόκων δια‐ δρομαῖς, εἰς καρπῶν γονὰς καὶ ζῴων σύστασιν, σταθμὸν
95ἀνέμων· διαπνεόντων ὅτε προσταχθῶσιν παρὰ σοῦ, τῶν φυτῶν καὶ τῶν βοτανῶν τὸ πλῆθος. Καὶ οὐ μόνον τὸν κόσμον ἐδημιούργησας, ἀλλὰ καὶ τὸν κοσμοπολίτην ἄνθρωπον ἐν αὐτῷ ἐποίησας, κόσμου κόσμον
αὐτὸν ἀναδείξας· εἶπας γὰρ τῇ σῇ Σοφίᾳ· «Ποιήσωμεν

8

.

12

(100)

ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέ‐ τωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρα‐ νοῦ.» Διὸ καὶ πεποίηκας αὐτὸν ἐκ ψυχῆς ἀθανάτου καὶ σώματος σκεδαστοῦ, τῆς μὲν ἐκ τοῦ μὴ ὄντος, τοῦ δὲ ἐκ τῶν τεσσάρων στοιχείων· καὶ δέδωκας αὐτῷ κατὰ μὲν τὴν ψυχὴν
105τὴν λογικὴν διάγνωσιν, εὐσεβείας καὶ ἀσεβείας διάκρισιν, δικαίου καὶ ἀδίκου παρατήρησιν, κατὰ δὲ τὸ σῶμα τὴν πέν‐ ταθλον ἐχαρίσω αἴσθησιν καὶ τὴν μεταβατικὴν κίνησιν. Σὺ γάρ, Θεὲ παντοκράτορ, διὰ Χριστοῦ παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς ἐφύτευσας παντοίων φυτῶν ἐδωδίμων
110κόσμῳ, καὶ ἐν αὐτῷ, ὡς ἂν ἐν ἑστίᾳ πολυτελεῖ, εἰσήγαγες αὐτὸν καὶ ἐν τῷ ποιεῖν νόμον δέδωκας αὐτῷ ἔμφυτον, ὅπως οἴκοθεν καὶ παρ’ ἑαυτοῦ ἔχοι τὰ σπέρματα τῆς θεογνωσίας. Εἰσαγαγὼν δὲ εἰς τὸν τῆς τρυφῆς παράδεισον, πάντων μὲν ἀνῆκας αὐτῷ τὴν ἐξουσίαν πρὸς μετάληψιν, ἑνὸς δὲ μόνου
115τὴν γεῦσιν ἀπεῖπας ἐπ’ ἐλπίδι κρειττόνων, ἵνα, ἐὰν φυλάξῃ τὴν ἐντολήν, μισθὸν ταύτης τὴν ἀθανασίαν κομίσηται. Ἀμελήσαντα δὲ τῆς ἐντολῆς καὶ γευσάμενον ἀπηγο‐ ρευμένου καρποῦ ἀπάτῃ ὄφεως καὶ συμβουλίᾳ γυναικὸς τοῦ μὲν παραδείσου δικαίως ἐξῶσας αὐτόν, ἀγαθότητι δὲ εἰς
120τὸ παντελὲς ἀπολλύμενον οὐχ ὑπερεῖδες, σὸν γὰρ ἦν δημιούρ‐ γημα, ἀλλὰ καθυποτάξας αὐτῷ τὴν κτίσιν δέδωκας αὐτῷ οἰκείοις ἱδρῶσιν καὶ πόνοις πορίζειν ἑαυτῷ τὴν τροφήν,
σοῦ πάντα φύοντος καὶ αὔξοντος καὶ πεπαίνοντος· χρόνῳ δὲ πρὸς ὀλίγον αὐτὸν κοιμίσας ὅρκῳ εἰς παλιγγενεσίαν
125ἐκάλεσας, ὅρον θανάτου λύσας ζωὴν ἐξ ἀναστάσεως ἐπηγ‐ γείλω. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς ἐξ αὐτοῦ εἰς πλῆθος ἀνάριθμον χέας, τοὺς ἐμμείναντάς σοι ἐδόξασας, τοὺς δὲ ἀποστάντας σου ἐκόλασας, καὶ τοῦ μὲν Ἄβελ ὡς
130ὁσίου προσδεξάμενος τὴν θυσίαν, τοῦ δὲ ἀδελφοκτόνου Καῒν ἀποστραφεὶς τὸ δῶρον ὡς ἐναγοῦς· καὶ πρὸς τούτοις τὸν Σὴθ καὶ τὸν Ἐνὼς προσελάβου καὶ τὸν Ἐνὼχ μετατέθεικας. Σὺ γὰρ εἶ ὁ δημιουργὸς τῶν ἀνθρώπων καὶ τῆς ζωῆς χορηγὸς καὶ τῆς ἐνδείας πληρωτὴς καὶ τῶν νόμων δοτὴρ
135καὶ τῶν φυλαττόντων αὐτοὺς μισθαποδότης καὶ τῶν παρα‐ βαινόντων αὐτοὺς ἔκδικος, ὁ τὸν μέγαν κατακλυσμὸν ἐπαγα‐ γὼν τῷ κόσμῳ διὰ τὸ πλῆθος τῶν ἀσεβησάντων, καὶ τὸν δίκαιον Νῶε ῥυσάμενος ἐκ τοῦ κατακλυσμοῦ ἐν λάρνακι σὺν ὀκτὼ ψυχαῖς, τέλος μὲν τῶν παρῳχηκότων, ἀρχὴν δὲ τῶν
140μελλόντων ἐπιγίνεσθαι· ὁ τὸ φοβερὸν πῦρ κατὰ τῆς σοδο‐ μηνῆς πενταπόλεως ἐξάψας καὶ γῆν καρποφόρον εἰς ἅλμην θέμενος ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ, καὶ τὸν ὅσιον Λὼτ ἐξαρπάσας τοῦ ἐμπρησμοῦ. Σὺ εἶ ὁ τὸν Ἀβραὰμ ῥυσάμενος ἐκ προγονικῆς ἀσεβείας καὶ κληρονόμον
145τοῦ κόσμου καταστήσας καὶ ἐμφανίσας αὐτῷ τὸν Χριστόν σου, ὁ τὸν Μελχισεδὲκ ἀρχιερέα σῆς λατρείας προχειρισά‐ μενος, ὁ τὸν πολύτλαν θεράποντά σου Ἰὼβ νικητὴν τοῦ ἀρχεκάκου ὄφεως ἀναδείξας, ὁ τὸν Ἰσαὰκ ἐπαγγελίας υἱὸν
ποιησάμενος, ὁ τὸν Ἰακὼβ πατέρα δώδεκα παίδων καὶ

8

.

12

(150)

τοὺς ἐξ αὐτοῦ εἰς πλῆθος χέας καὶ εἰσαγαγὼν εἰς Αἴγυπτον ἐν ἑβδομήκοντα πέντε ψυχαῖς. Σύ, Κύριε, τὸν Ἰωσὴφ οὐχ ὑπερεῖδες, ἀλλὰ μισθὸν τῆς διὰ σὲ σωφροσύνης ἔδωκας αὐτῷ τὸ τῶν Αἰγυπτίων ἄρχειν· σύ, Κύριε, Ἑβραίους ὑπὸ Αἰγυπτίων καταπονουμένους οὐ περιεῖδες διὰ τὰς πρὸς τοὺς
155πατέρας αὐτῶν ἐπαγγελίας, ἀλλ’ ἐρρύσω, κολάσας Αἰγυ‐ πτίους. Παραφθειράντων δὲ τῶν ἀνθρώπων τὸν φυσικὸν νόμον καὶ τὴν κτίσιν ποτὲ μὲν αὐτόματον νομισάντων, ποτὲ δὲ πλεῖον ἢ δεῖ τιμησάντων καὶ σοί, τῷ Θεῷ τῶν πάντων,
160συνταττόντων, οὐκ εἴασας πλανᾶσθαι, ἀλλὰ ἀναδείξας τὸν ἅγιόν σου θεράποντα Μωϋσῆν, δι’ αὐτοῦ πρὸς βοήθειαν τοῦ φυσικοῦ τὸν γραπτὸν νόμον δέδωκας, καὶ τὴν κτίσιν ἔδειξας σὸν ἔργον εἶναι, τὴν δὲ πολύθεον πλάνην ἐξώρισας· τὸν Ἀαρὼν καὶ τοὺς ἐξ αὐτοῦ ἱερατικῇ τιμῇ ἐδόξασας, Ἑβραίους
165ἁμαρτόντας ἐκόλασας, ἐπιστρέψαντας προσεδέξω. Τοὺς Αἰγυπτίους δεκαπλήγῳ ἐτιμωρήσω, θάλασσαν διελὼν Ἰσραη‐ λίτας διεβίβασας, Αἰγυπτίους ἐπιδιώξαντας ὑποβρυχίους ἀπώλεσας, ξύλῳ πικρὸν ὕδωρ ἐγλύκανας, ἐκ πέτρας ἀκρο‐ τόμου ὕδωρ ἀνέχεας, ἐξ οὐρανοῦ τὸ μάννα ὗσας, τροφὴν
170ἐξ ἀέρος ὀρτυγομήτραν, στῦλον πυρὸς πρὸς φωτισμὸν τὴν νύκτα καὶ στῦλον νεφέλης ἡμέρας πρὸς σκιασμὸν θάλπους· τὸν Ἰησοῦν στρατηγὸν ἀνέδειξας, ἑπτὰ ἔθνη Χαναναίων δι’ αὐτοῦ καθεῖλες, Ἰορδάνην ἔρρηξας, τοὺς ποταμοὺς Ἠθὰμ ἐξήρανας, τείχη κατέρρηξας ἄνευ μηχανημάτων
175καὶ χειρὸς ἀνθρωπίνης. Ὑπὲρ πάντων σοι ἡ δόξα, Δέσποτα παντοκράτορ. Σὲ προσκυνεῖ πᾶν ἀσώματον καὶ ἅγιον τάγμα· σὲ προσκυνεῖ ὁ Παράκλητος· πρὸ δὲ πάντων ὁ ἅγιός σου Παῖς Ἰησοῦς ὁ Χριστὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν, σοῦ δὲ ἄγγελος καὶ τῆς δυνά‐
180μεως ἀρχιστρατηγὸς καὶ ἀρχιερεὺς αἰώνιος καὶ ἀτελεύτητος· σὲ προσκυνοῦσιν ἀνάριθμοι στρατιαὶ ἀγγέλων, ἀρχαγγέλων, κυριοτήτων, θρόνων, ἀρχῶν, ἐξουσιῶν, δυνάμεων, στρατιῶν αἰωνίων· τὰ Χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ ταῖς μὲν δυσὶν κατακαλύπτοντα τοὺς πόδας, ταῖς δὲ δυσὶ τὰς κεφαλάς,
185ταῖς δὲ δυσὶ πετόμενα, καὶ λέγοντα ἅμα χιλίαις χιλιάσιν ἀρχαγγέλων καὶ μυρίαις μυριάσιν ἀγγέλων ἀκαταπαύστως καὶ ἀσιγήτως βοώσαις, καὶ πᾶς ὁ λαὸς ἅμα εἰπάτω· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας· ἀμήν.
190 Καὶ ὁ ἀρχιερεὺς ἑξῆς λεγέτω· Ἅγιος γὰρ εἶ ὡς ἀληθῶς καὶ πανάγιος, ὕψιστος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Ἅγιος δὲ καὶ ὁ μονογε‐ νής σου Υἱός, ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστός, ὃς εἰς πάντα ὑπηρετησάμενός σοι τῷ Θεῷ αὐτοῦ καὶ Πατρὶ εἴς τε
195δημιουργίαν διάφορον καὶ πρόνοιαν κατάλληλον οὐ περιεῖδεν τὸ γένος τῶν ἀνθρώπων ἀπολλύμενον, ἀλλὰ μετὰ φυσικὸν νόμον, μετὰ νομικὴν παραίνεσιν, μετὰ προφητικοὺς ἐλέγχους καὶ τὰς τῶν ἀγγέλων ἐπιστασίας—παραφθειρόντων σὺν τῷ θετῷ καὶ τὸν φυσικὸν νόμον καὶ τῆς μνήμης ἐκβαλ‐

8

.

12

(200)

λόντων τὸν κατακλυσμόν, τὴν ἐκπύρωσιν, τὰς κατ’ Αἰγυπτίων πληγάς, τὰς κατὰ Παλαιστινῶν σφαγάς, καὶ μελλόντων ὅσον οὐδέπω ἀπόλλυσθαι πάντων—εὐδόκησεν αὐτὸς γνώμῃ σῇ ὁ δημιουργὸς ἀνθρώπου ἄνθρωπος γενέσθαι, ὁ νομοθέτης ὑπὸ νόμους, ὁ ἀρχιερεὺς ἱερεῖον, ὁ ποιμὴν
205πρόβατον· Καὶ ἐξευμενίσατό σε τὸν ἑαυτοῦ Θεὸν καὶ Πατέρα καὶ τῷ κόσμῳ κατήλλαξεν γενόμενος ἐκ παρθένου, ὀργῆς τοὺς πάντας ἠλευθέρωσεν γενόμενος ἐκ παρθένου, γενόμενος ἐν σαρκὶ ὁ Θεὸς Λόγος, ὁ ἀγαπητὸς Υἱός, ὁ πρωτότοκος πάσης κτίσεως, κατὰ τὰς περὶ αὐτοῦ ὑπ’
210αὐτοῦ προρρηθείσας προφητείας ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραάμ, φυλῆς Ἰούδα· καὶ γέγονεν ἐν μήτρᾳ παρθένου ὁ διαπλάσσων πάντας τοὺς γεννωμένους, καὶ ἐσαρκώθη ὁ ἄσαρκος, ὁ ἀχρόνως γεννηθεὶς ἐν χρόνῳ γεγέννηται. Πολι‐ τευσάμενος ὁσίως καὶ παιδεύσας ἐνθέσμως, πᾶσαν νόσον
215καὶ πᾶσαν μαλακίαν ἐξ ἀνθρώπων ἀπελάσας, σημεῖά τε καὶ τέρατα ἐν τῷ λαῷ ποιήσας, τροφῆς καὶ ποτοῦ καὶ ὕπνου μεταλαβὼν ὁ τρέφων πάντας τοὺς χρῄζοντας τροφῆς καὶ ἐμπιπλῶν πᾶν ζῷον εὐδοκίας, ἐφανέρωσέν σου τὸ ὄνομα τοῖς ἀγνοοῦσιν αὐτό, τὴν ἄγνοιαν ἐφυγάδευσεν,
220τὴν εὐσέβειαν ἀνεζωπύρωσεν, τὸ θέλημά σου ἐπλήρωσεν,
τὸ ἔργον ὃ ἔδωκας αὐτῷ ἐτελείωσεν. Καὶ ταῦτα πάντα κατορθώσας, χερσὶν ἀνόμων κατασχε‐ θεὶς ἱερέων καὶ ἀρχιερέων ψευδωνύμων καὶ λαοῦ παρανόμου προδοσίᾳ τοῦ τὴν κακόνοιαν νοσήσαντος καὶ πολλὰ παθὼν ὑπ’
225αὐτῶν καὶ πᾶσαν ἀτιμίαν ὑποστὰς σῇ συγχωρήσει, παραδοθεὶς Πιλάτῳ τῷ ἡγεμόνι καὶ κριθεὶς ὁ κριτὴς καὶ κατακριθεὶς ὁ σωτήρ, σταυρῷ προσηλώθη ὁ ἀπαθὴς καὶ ἀπέθανεν ὁ τῇ φύσει ἀθάνατος καὶ ἐτάφη ὁ ζωοποιός, ἵνα πάθους λύσῃ καὶ θανάτου ἐξέληται τούτους, δι’ οὓς παρεγένετο, καὶ ῥήξῃ
230τὰ δεσμὰ τοῦ διαβόλου καὶ ῥύσηται τοὺς ἀνθρώπους ἐκ τῆς ἀπάτης αὐτοῦ. Καὶ ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ τεσσαράκοντα ἡμερῶν συνδιατρίψας τοῖς μαθηταῖς, ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ ἐκάθισεν ἐκ δεξιῶν σου τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ.
235 Μεμνημένοι οὖν ὧν δι’ ἡμᾶς ὑπέμεινεν, εὐχαριστοῦμέν σοι, Θεὲ παντοκράτορ, οὐχ ὅσον ὀφείλομεν, ἀλλ’ ὅσον δυνά‐ μεθα, καὶ τὴν διάταξιν αὐτοῦ πληροῦμεν. Ἐν ᾗ γὰρ νυκτὶ παρεδίδοτο, λαβὼν ἄρτον ταῖς ἁγίαις καὶ ἀμώμοις αὐτοῦ χερ‐ σὶν καὶ ἀναβλέψας πρὸς σέ, τὸν Θεὸν αὐτοῦ καὶ Πατέρα, καὶ
240κλάσας ἔδωκεν τοῖς μαθηταῖς αὐτοῦ εἰπών· «Τοῦτο τὸ μυστήριον τῆς καινῆς διαθήκης, λάβετε ἐξ αὐτοῦ, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου τὸ περὶ πολλῶν θρυπτόμενον εἰς ἄφε‐
σιν ἁμαρτιῶν.» Ὡσαύτως καὶ τὸ ποτήριον κεράσας ἐξ οἴνου καὶ ὕδατος καὶ ἁγιάσας ἐπέδωκεν αὐτοῖς λέγων·
245«Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ πίνητε τὸ ποτήριον τοῦτο, τὸν θάνατον τὸν ἐμὸν καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθω.»

8

.

12

(250)

Μεμνημένοι οὖν τοῦ πάθους αὐτοῦ καὶ τοῦ θανάτου καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ τῆς εἰς οὐρανοὺς ἐπανόδου καὶ τῆς μελλούσης αὐτοῦ δευτέρας παρουσίας, ἐν ᾗ ἔρχεται μετὰ δόξης καὶ δυνάμεως κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦ‐ ναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, προσφέρομέν σοι, τῷ βασι‐
255λεῖ καὶ Θεῷ, κατὰ τὴν αὐτοῦ διάταξιν τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο, εὐχαριστοῦντές σοι δι’ αὐτοῦ ἐφ’ οἷς κατηξίωσας ἡμᾶς ἑστάναι ἐνώπιόν σου καὶ ἱερατεύειν σοι. Καὶ ἀξιοῦμέν σε, ὅπως εὐμενῶς ἐπιβλέψῃς ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα ἐνώπιόν σου, σὺ ὁ ἀνενδεὴς Θεός,
260καὶ εὐδοκήσῃς ἐν αὐτοῖς εἰς τιμὴν τοῦ Χριστοῦ σου καὶ καταπέμψῃς τὸ ἅγιόν σου Πνεῦμα ἐπὶ τὴν θυσίαν ταύτην,
τὸν μάρτυρα τῶν παθημάτων τοῦ Κυρίου Ἰησοῦ, ὅπως ἀποφήνῃ τὸν ἄρτον τοῦτον σῶμα τοῦ Χριστοῦ σου καὶ τὸ ποτήριον τοῦτο αἷμα τοῦ Χριστοῦ σου· ἵνα οἱ μετα‐
265λαμβάνοντες αὐτοῦ βεβαιωθῶσιν πρὸς εὐσέβειαν, ἀφέσεως ἁμαρτιῶν τύχωσιν, τοῦ διαβόλου καὶ τῆς πλάνης αὐτοῦ ῥυσθῶσιν, Πνεύματος ἁγίου πληρωθῶσιν, ἄξιοι τοῦ Χριστοῦ σου γένωνται, ζωῆς αἰωνίου τύχωσιν, σοῦ καταλλαγέντος αὐτοῖς, δέσποτα παντοκράτορ.
270 Ἔτι δεόμεθά σου, Κύριε, καὶ ὑπὲρ τῆς ἁγίας σου Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, ὅπως αὐτὴν διαφυλάξῃς ἄσειστον καὶ ἀκλυδώνιστον ἄχρι τῆς συντελείας τοῦ αἰῶνος· καὶ ὑπὲρ πάσης ἐπισκοπῆς τῆς ὀρθοτομούσης τὸν λόγον τῆς
275ἀληθείας. Ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῆς ἐμῆς τοῦ προσ‐ φέροντός σοι οὐδενίας καὶ ὑπὲρ παντὸς τοῦ πρεσβυτερίου, ὑπὲρ τὼν διακόνων καὶ παντὸς τοῦ κλήρου, ἵνα πάντας σοφίσῃς καὶ Πνεύματος ἁγίου πληρώσῃς.
280 Ἔτι παρακαλοῦμέν σε, Κύριε, ὑπὲρ τοῦ βασιλέως καὶ τῶν ἐν ὑπεροχῇ καὶ παντὸς τοῦ στρατοπέδου, ἵνα εἰρηνεύων‐ ται τὰ πρὸς ἡμᾶς, ὅπως ἐν ἡσυχίᾳ καὶ ὁμονοίᾳ διάγοντες τὸν πάντα χρόνον τῆς ζωῆς ἡμῶν δοξάζωμέν σε διὰ Ἰησοῦ
Χριστοῦ τῆς ἐλπίδος ἡμῶν.
285 Ἔτι προσφέρομέν σοι καὶ ὑπὲρ πάντων τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων σοι ἁγίων, πατριαρχῶν, προφητῶν, δικαίων, ἀποστόλων, μαρτύρων, ὁμολογητῶν, ἐπισκόπων, πρεσβυτέρων, διακόνων, ὑποδιακόνων, ἀναγνωστῶν, ψαλτῶν, παρθένων, χηρῶν, λαϊκῶν καὶ πάντων ὧν αὐτὸς ἐπίστασαι
290τὰ ὀνόματα. Ἔτι προσφέρομέν σοι ὑπὲρ τοῦ λαοῦ τούτου, ἵνα ἀνα‐ δείξῃς αὐτὸν εἰς ἔπαινον τοῦ Χριστοῦ σου βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον· ὑπὲρ τῶν ἐν παρθενίᾳ καὶ ἁγνείᾳ, ὑπὲρ τῶν χηρῶν τῆς Ἐκκλησίας, ὑπὲρ τῶν ἐν σεμνοῖς γάμοις καὶ
295τεκνογονίαις, ὑπὲρ τῶν νηπίων τοῦ λαοῦ σου, ὅπως μηδένα ἡμῶν ἀπόβλητον ποιήσῃς. Ἔτι ἀξιοῦμέν σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης καὶ τῶν ἐνοικούντων, ὑπὲρ τῶν ἐν ἀρρωστίαις, ὑπὲρ τῶν ἐν πικρᾷ δουλείᾳ, ὑπὲρ τῶν ἐν ἐξορίαις, ὑπὲρ τῶν ἐν δημεύσει,

8

.

12

(300)

ὑπὲρ πλεόντων καὶ ὁδοιπορούντων, ὅπως πάντων ἐπίκουρος γένῃ, πάντων βοηθὸς καὶ ἀντιλήπτωρ. Ἔτι παρακαλοῦμέν σε ὑπὲρ τῶν μισούντων ἡμᾶς καὶ διωκόντων ἡμᾶς διὰ τὸ ὄνομά σου, ὑπὲρ τῶν ἔξω ὄντων καὶ πεπλανημένων, ὅπως ἐπιστρέψῃς αὐτοὺς εἰς ἀγαθὸν καὶ τὸν
305θυμὸν αὐτῶν πραΰνῃς. Ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῶν κατηχου‐ μένων τῆς Ἐκκλησίας καὶ ὑπὲρ τῶν χειμαζομένων ὑπὸ
τοῦ ἀλλοτρίου καὶ ὑπὲρ τῶν ἐν μετανοίᾳ ἀδελφῶν ἡμῶν, ὅπως τοὺς μὲν τελειώσῃς ἐν τῇ πίστει, τοὺς δὲ καθαρίσῃς
310ἐκ τῆς ἐνεργείας τοῦ πονηροῦ, τῶν δὲ τὴν μετάνοιαν προσδέξῃ, καὶ συγχωρήσῃς αὐτοῖς τε καὶ ἡμῖν τὰ παραπτώματα ἡμῶν. Ἔτι προσφέρομέν σοι καὶ ὑπὲρ τῆς εὐκρασίας τοῦ ἀέρος καὶ τῆς εὐφορίας τῶν καρπῶν, ὅπως ἀνελλειπῶς μεταλαμβάνοντες τῶν παρὰ σοῦ ἀγαθῶν αἰνῶμέν σε ἀπαύ‐
315στως τὸν διδόντα τροφὴν πάσῃ σαρκί. Ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῶν δι’ εὔλογον αἰτίαν ἀπόντων, ὅπως ἅπαντας ἡμᾶς διατηρήσας ἐν τῇ εὐσεβείᾳ ἐπι‐ συναγάγῃς ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ σου, τοῦ Θεοῦ πάσης αἰσθητῆς καὶ νοητῆς φύσεως, τοῦ βασιλέως ἡμῶν, ἀτρέπτους,
320ἀμέμπτους, ἀνεγκλήτους. Ὅτι σοὶ δι’ αὐτοῦ πᾶσα ἡ δόξα, σέβας καὶ εὐχαριστία· καὶ διὰ σὲ καὶ μετά σε αὐτῷ τιμὴ καὶ προσκύνησις ἐν ἁγίῳ πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀνελλειπεῖς καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων.
325Καὶ πᾶς ὁ λαὸς λεγέτω· Ἀμήν.

8

.

13

Καὶ ὁ ἐπίσκοπος εἰπάτω· Ἡ εἰρήνη τοῦ Θεοῦ εἴη μετὰ πάντων ὑμῶν. Καὶ πᾶς ὁ λαὸς λεγέτω· Καὶ μετὰ τοῦ πνεύματός σου.
Καὶ ὁ διάκονος κηρυσσέτω πάλιν·
5 Ἔτι καὶ ἔτι δεηθῶμεν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ· Καὶ ὑπὲρ τοῦ δώρου τοῦ προσκομισθέντος Κυρίῳ τῷ Θεῷ ἡμῶν δεηθῶμεν, ὅπως ὁ ἁγαθὸς Θεὸς προσδέξηται αὐτὸ διὰ τῆς μεσιτείας τοῦ Χριστοῦ αὐτοῦ εἰς τὸ ἐπουράνιον αὐτοῦ
10θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας. Ὑπὲρ τῆς Ἐκκλησίας ταύτης καὶ τοῦ λαοῦ δεηθῶμεν· ὑπὲρ πάσης ἐπισκοπῆς καὶ παντὸς πρεσβυτερίου, πάσης τῆς ἐν Χριστῷ διακονίας καὶ ὑπηρεσίας, παντὸς τοῦ πληρώματος τῆς Ἐκκλησίας δεηθῶμεν, ὅπως ὁ Κύριος πάντας διατηρήσῃ
15καὶ διαφυλάξῃ. Ὑπὲρ τῶν βασιλέων καὶ τῶν ἐν ὑπεροχῇ δεηθῶμεν, ἵνα εἰρηνεύηται τὰ πρὸς ἡμᾶς, ὅπως ἤρεμον καὶ ἡσύχιον βίον ἔχοντες διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τῶν ἁγίων μαρτύρων μνημονεύσωμεν, ὅπως κοινωνοὶ
20γενέσθαι τῆς ἀθλήσεως αὐτῶν καταξιωθῶμεν· ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων δεηθῶμεν. Ὑπὲρ τῆς εὐκρασίας τῶν ἀέρων καὶ τελεσφορίας τῶν καρπῶν δεηθῶμεν. Ὑπὲρ τῶν νεοφωτίστων δεηθῶμεν, ὅπως βεβαιωθῶσιν
25ἐν τῇ πίστει· πάντες ὑπὲρ ἀλλήλων παρακαλέσωμεν. Ἀνάστησον ἡμᾶς, ὁ Θεός, ἐν τῇ χάριτί σου. Ἐπανα‐ στάντες ἑαυτοὺς τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα. Καὶ ὁ ἐπίσκοπος λεγέτω·
Ὁ Θεὸς ὁ μόνος, ὁ μεγαλώνυμος, ὁ μέγας τῇ βουλῇ
30καὶ κραταιὸς τοῖς ἔργοις, ὁ Θεὸς καὶ Πατὴρ τοῦ ἁγίου Παιδός σου Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν, ἐπίβλεψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὸ ποίμνιόν σου τοῦτο, ὃ δι’ αὐτοῦ ἐξελέξω εἰς δόξαν τοῦ ὀνόματός σου· καὶ ἁγιάσας ἡμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καταξίωσον, καθαροὺς γενομένους ἀπὸ παντὸς
35μολυσμοῦ σαρκὸς καὶ πνεύματος, τυχεῖν τῶν προκειμένων ἀγαθῶν· καὶ μηδένα ἡμῶν ἀνάξιον κρίνῃς, ἀλλὰ βοηθὸς ἡμῶν γενοῦ, ἀντιλήπτωρ, ὑπερασπιστὴς διὰ τοῦ Χριστοῦ σου, δι’ οὗ σοὶ δόξα, τιμή, αἶνος, δοξολογία, εὐχαριστία ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
40 Καὶ μετὰ τὸ πάντας εἰπεῖν· Ἀμήν, ὁ διάκονος λεγέτω· Πρόσχωμεν. Καὶ ὁ ἐπίσκοπος προσφωνησάτω τῷ λαῷ οὕτως· Τὰ ἅγια τοῖς ἁγίοις. Καὶ ὁ λαὸς ὑπακουέτω·
45 Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρὸς ἐν ἁγίῳ Πνεύματι· εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας· ἀμήν. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώ‐ ποις εὐδοκία· ὡσαννὰ τῷ Υἱῷ Δαυὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου Θεὸς Κύριος καὶ ἐπεφάνεν

8

.

13

(50)

ἡμῖν, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Καὶ μετὰ τοῦτο μεταλαμβανέτω ὁ ἐπίσκοπος, ἔπειτα
οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ οἱ ὑποδιάκονοι καὶ οἱ ἀναγνῶσται καὶ οἱ ψάλται καὶ οἱ ἀσκηταί, καὶ ἐν ταῖς γυναιξὶν αἱ διάκονοι καὶ αἱ παρθένοι καὶ αἱ χῆραι, εἶτα τὰ
55παιδία, καὶ τότε πᾶς ὁ λαὸς κατὰ τάξιν μετὰ αἰδοῦς καὶ εὐλαβείας ἄνευ θορύβου. Καὶ ὁ μὲν ἐπίσκοπος διδότω τὴν προσφορὰν λέγων· Σῶμα Χριστοῦ. Καὶ ὁ δεχόμενος λεγέτω· Ἀμήν. Ὁ δὲ διάκονος κατεχέτω τὸ ποτήριον καὶ ἐπιδιδοὺς
60λεγέτω· Αἷμα Χριστοῦ, ποτήριον ζωῆς. Καὶ ὁ πίνων λεγέτω· Ἀμήν. Ψαλμὸς δὲ λεγέσθω ὁ λγʹ ἐν τῷ μεταλαμβάνειν πάντας τοὺς λοιπούς. Καὶ ὅταν πάντες μεταλάβωσιν καὶ πᾶσαι, λαβόντες οἱ διάκονοι τὰ περισσεύσαντα εἰσφερέ‐
65τωσαν εἰς τὰ παστοφόρια.

8

.

14

Καὶ ὁ διάκονος λεγέτω παυσαμένου τοῦ ψάλλοντος· Μεταλαβόντες τοῦ τιμίου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Χριστοῦ εὐχαριστήσωμεν τῷ κατα‐ ξιώσαντι ἡμᾶς μεταλαβεῖν τῶν ἁγίων αὐτοῦ μυστηρίων,
5καὶ παρακαλέσωμεν μὴ εἰς κρίμα, ἀλλ’ εἰς σωτηρίαν ἡμῖν γενέσθαι, εἰς ὠφέλειαν ψυχῆς καὶ σώματος, εἰς φυλακὴν εὐσεβείας, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἐγειρώμεθα· ἐν χάριτι Χριστοῦ ἑαυτοὺς τῷ
μόνῳ ἀγεννήτῳ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα.

8

.

15

Καὶ ὁ ἐπίσκοπος εὐχαριστείτω· Δέσποτα ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Χρι‐ στοῦ σου τοῦ εὐλογημένου Παιδός, ὁ τῶν μετ’ εὐθύτητος ἐπι‐ καλουμένων σε ἐπήκοος, ὁ καὶ τῶν σιωπώντων ἐπιστάμενος
5τὰς ἐντεύξεις· εὐχαριστοῦμέν σοι, ὅτι κατηξίωσας ἡμᾶς μεταλαβεῖν τῶν ἁγίων σου μυστηρίων, ἃ παρέσχου ἡμῖν εἰς πληροφορίαν τῶν καλῶς ἐγνωσμένων, εἰς φυλακὴν τῆς εὐσε‐ βείας, εἰς ἄφεσιν πλημμελημάτων, ὅτι τὸ ὄνομα τοῦ Χριστοῦ σου ἐπικέκληται ἐφ’ ἡμᾶς καὶ σοὶ προσῳκειώμεθα. Ὁ
10χωρίσας ἡμᾶς τῆς τῶν ἀσεβῶν κοινωνίας, ἕνωσον ἡμᾶς μετὰ τῶν καθωσιωμένων σοι, στήριξον ἡμᾶς ἐν τῇ ἀληθείᾳ τῇ τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσει, τὰ ἀγνοούμενα ἀποκάλυψον, τὰ λείποντα προσαναπλήρωσον, τὰ ἐγνωσμένα κράτυνον. Τοὺς ἱερεῖς ἀμώμους διαφύλαξον ἐν τῇ λατρείᾳ
15σου, τοὺς βασιλεῖς διατήρησον ἐν εἰρήνῃ, τοὺς ἄρχοντας ἐν δικαιοσύνῃ, τοὺς ἀέρας ἐν εὐκρασίᾳ, τοὺς καρποὺς ἐν εὐφορίᾳ, τὸν κόσμον ἐν παναλκεῖ προνοίᾳ· τὰ ἔθνη τὰ πολεμικὰ πράϋνον, τὰ πεπλανημένα ἐπίστρεψον. Τὸν λαόν σου ἁγίασον, τοὺς ἐν παρθενίᾳ διατήρησον, τοὺς ἐν
20γάμῳ διαφύλαξον ἐν πίστει, τοὺς ἐν ἁγνείᾳ ἐνδυνάμωσον, τὰ νήπια ἅδρυνον, τοὺς νεοτελεῖς βεβαίωσον, τοὺς ἐν τῇ κατηχήσει παίδευσον καὶ τῆς μυήσεως ἀξίους ἀνάδειξον, καὶ πάντας ἡμᾶς ἐπισυνάγαγε εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ σοὶ δόξα, τιμὴ
25καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ ὁ διάκονος λεγέτω· Τῷ Θεῷ διὰ τοῦ Χριστοῦ
αὐτοῦ κλίνατε καὶ εὐλογεῖσθε. Καὶ ὁ ἐπίσκοπος ἐπευχέσθω λέγων· Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἀληθινὸς καὶ ἀσύγκριτος, ὁ
30πανταχοῦ ὢν καὶ τοῖς πᾶσι παρὼν καὶ ἐν οὐδενὶ ὡς ἐνόν τι ὑπάρχων, ὁ τόποις μὴ περιγραφόμενος, ὁ χρόνοις μὴ παλαιούμενος, ὁ αἰῶσιν μὴ περατούμενος, ὁ λόγοις μὴ παραγόμενος, ὁ γενέσει μὴ ὑποκείμενος, ὁ φυλακῆς μὴ δεόμενος, ὁ φθορᾶς ἀνώτερος, ὁ τροπῆς ἀνεπίδεκτος, ὁ
35φύσει ἀναλλοίωτος, ὁ φῶς οἰκῶν ἀπρόσιτον, ὁ τῇ φύσει ἀόρατος, ὁ γνωστὸς πάσαις ταῖς μετ’ εὐνοίας ἐκζητούσαις σε λογικαῖς φύσεσιν, ὁ καταλαμβανόμενος ὑπὸ τῶν ἐν εὐνοίᾳ ἐπιζητούντων σε, ὁ Θεὸς τοῦ Ἰσραὴλ τοῦ ἀληθινῶς ὁρῶντος, τοῦ εἰς Χριστὸν πιστεύσαντος λαοῦ σου· εὐμενὴς
40γενόμενος ἐπάκουσόν μου διὰ τὸ ὄνομά σου καὶ εὐλόγησον τούς σοι κεκλικότας τοὺς ἑαυτῶν αὐχένα, καὶ δὸς αὐτοῖς τὰ αἰτήματα τῶν καρδιῶν αὐτῶν τὰ ἐπὶ συμφέροντι καὶ μηδένα αὐτῶν ἀπόβλητον ποιήσῃς ἐκ τῆς βασιλείας σου, ἀλλὰ ἁγίασον αὐτούς, φρούρησον, σκέπασον, ἀντιλαβοῦ,
45ῥῦσαι τοῦ ἀλλοτρίου, παντὸς ἐχθροῦ, τοὺς οἴκους αὐτῶν φύλαξον, τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους φρούρησον· Ὅτι σοὶ δόξα, αἶνος, μεγαλοπρέπεια, σέβας, προσκύνησις καὶ μετὰ σὲ καὶ διὰ σὲ τῷ Παιδί σου Ἰησοῦ Χριστῷ, τῷ Κυρίῳ ἡμῶν καὶ βασιλεῖ, δι’ οὗ σοι ἐποφείλεται παρὰ πάσης

8

.

15

(50)

λογικῆς καὶ ἁγίας φύσεως ἡ ἐπάζιος εὐχαριστία ἐν ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Καὶ ὁ διάκονος ἐρεῖ· Ἀπολύεσθε ἐν εἰρήνῃ. Ταῦτα περὶ τῆς μυστικῆς λατρείας διατασσόμεθα
55ἡμεῖς οἱ ἀπόστολοι ὑμῖν τοῖς ἐπισκόποις καὶ τοῖς πρεσβυτέ‐ ροις καὶ τοῖς διακόνοις.

8

.

16

Περὶ δὲ χειροτονίας πρεσβυτέρου ἐγὼ ὁ φιλούμενος ὑπὸ τοῦ Κυρίου διατάσσομαι ὑμῖν τοῖς ἐπισκόποις. Πρεσ‐ βύτερον χειροτονῶν, ὦ ἐπίσκοπε, τὴν χεῖρα ἐπὶ τῆς κεφαλῆς ἐπιτίθει αὐτός, τοῦ πρεσβυτερίου παρεστῶτός σοι καὶ τῶν
5διακόνων, καὶ εὐχόμενος λέγε· Κύριε παντοκράτορ, ὁ βασιλεὺς ἡμῶν ὁ διὰ Χριστοῦ τὰ πάντα δημιουργήσας, πρὸ δὲ πάντων αὐτὸν ὑποστησάμενος καὶ δι’ αὐτοῦ τῶν ὅλων προνοῶν καταλλήλως· ᾧ γὰρ δύναμις διάφορα ποιῆσαι, τούτῳ δύναμις καὶ διαφόρως προνοῆσαι·
10δι’ αὐτοῦ γάρ, ὁ Θεός, προνοεῖς τῶν μὲν ἀθανάτων φυλακῇ μόνῃ, τῶν δὲ θνητῶν διαδοχῇ, τῆς ψυχῆς φροντίδι νόμων, τοῦ σώματος ἀναπληρώσει τῆς ἐνδείας· αὐτὸς οὖν καὶ νῦν ἐπίβλε‐ ψον ἐπὶ τὴν ἁγίαν σου Ἐκκλησίαν καὶ αὔξησον αὐτήν, καὶ
πλήθυνον τοὺς ἐν αὐτῇ προεστῶτας καὶ δὸς δύναμιν πρὸς
15τὸ κοπιᾶν αὐτοὺς λόγῳ καὶ ἔργῳ πρὸς οἰκοδομὴν τοῦ λαοῦ σου. Αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλόν σου τοῦτον τὸν ψήφῳ καὶ κρίσει τοῦ κλήρου παντὸς εἰς πρεσβυτέριον ἐπιδοθέντα, καὶ ἔμπλησον αὐτὸν Πνεῦμα χάριτος καὶ συμβουλίας τοῦ ἀντιλαμβάνεσθαι καὶ συγκυβερνᾶν τὸν
20λαόν σου ἐν καθαρᾷ καρδίᾳ, ὃν τρόπον ἐπεῖδες ἐπὶ λαὸν ἐκλογῆς σου καὶ προσέταξας Μωϋσεῖ αἱρήσασθαι πρεσβυ‐ τέρους, οὓς ἐνέπλησας Πνεύματος. Καὶ νῦν, Κύριε, παράσχου ἀνελλιπὲς τηρῶν ἐν ἡμῖν τὸ Πνεῦμα τῆς χάριτός σου, ὅπως, πλησθεὶς ἐνεργημάτων ἰαματικῶν καὶ λόγου
25διδακτικοῦ, ἐν πραότητι παιδεύῃ σου τὸν λαὸν καὶ δουλεύῃ σοι εἰλικρινῶς ἐν καθαρᾷ διανοίᾳ καὶ ψυχῇ θελούσῃ, καὶ τὰς ὑπὲρ τοῦ λαοῦ σου ἱερουργίας ἀμώμως ἐκτελῇ, διὰ τοῦ Χριστοῦ σου, δι’ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.

8

.

17

Περὶ δὲ χειροτονίας διακόνου ἐγὼ Φίλιππος διατάσσομαι. Διάκονον καταστήσεις, ὦ ἐπίσκοπε, ἐπιθεὶς αὐτῷ τὰς χεῖρας, παρεστῶτός σοι παντὸς τοῦ πρεσβυτερίου καὶ τῶν διακόνων, καὶ ἐπευξάμενος ἐρεῖς·

8

.

18

Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἀληθινὸς καὶ ἀψευδής,
ὁ πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους σε ἐν ἀληθείᾳ, ὁ φοβερὸς ἐν βουλαῖς, ὁ σοφὸς διανοίᾳ, ὁ κραταιὸς καὶ μέγας· εἰσάκουσον προσευχῆς ἡμῶν, Κύριε, καὶ
5ἐνώτισαι τὴν δέησιν ἡμῶν, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου τόνδε, τὸν προχειριζόμενόν σοι εἰς διακονίαν, καὶ πλῆσον αὐτὸν Πνεύματος καὶ δυνάμεως, ὡς ἔπλησας Στέφανον τὸν πρωτομάρτυρα καὶ μιμητὴν τῶν παθημάτων τοῦ Χριστοῦ σου· καὶ καταξίωσον αὐτόν,
10εὐαρέστως λειτουργήσαντα τὴν ἐγχειρισθεῖσαν αὐτῷ δια‐ κονίαν ἀτρέπτως, ἀμέμπτως, ἀνεγκλήτως, μείζονος ἀξιωθῆναι βαθμοῦ, διὰ τῆς μεσιτείας τοῦ Χριστοῦ σου, τοῦ μονογενοῦς Υἱοῦ σου, δι’ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.

8

.

19

Περὶ δὲ διακονίσσης Βαρθολομαῖος διατάσσομαι. Ὦ ἐπίσκοπε, ἐπιθήσεις αὐτῇ τὰς χεῖρας, παρεστῶτος τοῦ πρεσβυτερίου καὶ τῶν διακόνων καὶ τῶν διακονισσῶν, καὶ ἐρεῖς·

8

.

20

Ὁ Θεὸς ὁ αἰώνιος, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, ὁ ἀνδρὸς καὶ γυναικὸς δημιουργός, ὁ πληρώσας Πνεύματος Μαριὰμ καὶ Δεββῶραν καὶ Ἄνναν καὶ Ὀλδάν, ὁ μὴ ἀπαξιώσας τὸν μονογενῆ σου Υἱὸν γεν‐
5νηθῆναι ἐκ γυναικός, ὁ καὶ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐν τῷ ναῷ προχειρισάμενος τὰς φρουρὰς τῶν ἁγίων σου πυλῶν· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὴν δούλην σου τήνδε τὴν προχειριζομένην εἰς διακονίαν, καὶ δὸς αὐτῇ Πνεῦμα ἅγιον καὶ καθάρισον αὐτὴν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς
10καὶ πνεύματος πρὸς τὸ ἐπαξίως ἐπιτελεῖν αὐτὴν τὸ ἐγχει‐ ρισθὲν αὐτῇ ἔργον εἰς δόξαν σὴν καὶ ἔπαινον τοῦ Χριστοῦ σου, δι’ οὗ σοὶ δόξα καὶ προσκύνησις ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.

8

.

21

Περὶ δὲ ὑποδιακόνων ἐγὼ Θωμᾶς διατάσσομαι ὑμῖν τοῖς ἐπισκόποις. Ὑποδιάκονον χειροτονῶν, ὦ ἐπίσκοπε, ἐπιθήσεις ἐπ’ αὐτὸν τὰς χεῖρας καὶ ἐρεῖς· Δέσποτα ὁ Θεός, οὐρανοῦ καὶ γῆς δημιουργὲ καὶ πάντων
5τῶν ἐν αὐτοῖς, ὁ καὶ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τοὺς νεωκό‐ ρους ἀναδείξας τῶν ἁγίων σου σκευῶν φύλακας· αὐτὸς καὶ νῦν ἐπίβλεψον ἐπὶ τὸν δοῦλόν σου τόνδε, τὸν προχει‐ ρισθέντα ὑποδιάκονον, καὶ δὸς αὐτῷ Πνεῦμα ἅγιον πρὸς τὸ ἐπαξίως ἐφάπτεσθαι τῶν λειτουργικῶν σου σκευῶν
10καὶ ποιεῖν τὸ θέλημά σου διαπαντὸς διὰ τοῦ Χριστοῦ σου, δι’ οὗ σοι δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς
αἰῶνας· ἀμήν.

8

.

22

Περὶ δὲ ἀναγνωστῶν ἐγὼ Ματθαῖος ὁ καὶ Λευὶς ὅ ποτε τελώνης διατάσσομαι. Ἀναγνώστην προχείρισαι ἐπιθεὶς αὐτῷ τὴν χεῖρα, καὶ ἐπευξάμενος πρὸς τὸν Θεὸν λέγε·
5 Ὁ Θεὸς ὁ αἰώνιος, ὁ πολὺς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὁ τὴν τοῦ κόσμου σύστασιν διὰ τῶν ἐνεργουμένων φανε‐ ροποιήσας καὶ τὸν ἀριθμὸν τῶν ἐκλεκτῶν σου ἐν ὅλῳ τῷ κόσμῳ διαφυλάττων· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλόν σου τὸν ἐγχειριζόμενον τὰς ἁγίας σου γραφὰς ἀναγινώσκειν
10τῷ λαῷ σου, καὶ δὸς αὐτῷ Πνεῦμα ἅγιον, πνεῦμα προφητι‐ κόν. Ὁ σοφίσας Ἔσδραν τὸν θεράποντά σου ἐπὶ τὸ ἀναγινώσκειν τοὺς νόμους σου τῷ λαῷ σου, καὶ νῦν παρα‐ καλούμενος ὑφ’ ἡμῶν σόφισον τὸν δοῦλόν σου καὶ δὸς αὐτῷ, ἀκατάγνωστον διανύσαντα τὸ ἐγχειρισθὲν αὐτῷ
15ἔργον, ἄξιον ἀναδειχθῆναι μείζονος βαθμοῦ διὰ Χριστοῦ, δι’ οὗ σοὶ ἡ δόξα καὶ τὸ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.

8

.

23

Ἰάκωβος δὲ ὁ Ἀλφαίου κἀγὼ διατάσσομαι περὶ ὁμολογητῶν. Ὁμολογητὴς οὐ χειροτονεῖται, γνώμης γὰρ τοῦτο καὶ ὑπομονῆς· τιμῆς δὲ μεγάλης ἐπάξιος ὡς ὁμολογήσας τὸ ὄνομα τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ
5ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Ἐὰν δὲ χρεία αὐτοῦ ᾖ εἰς ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον, χειροτονεῖται. Εἰ δέ τις ὁμολογητὴς μὴ χειροτονηθεὶς ἁρπάσῃ ἑαυτῷ ἀξίωμά τι τοιοῦτον ὡς διὰ τὴν ὁμολογίαν, ὁ τοιοῦτος καθαιρείσθω καὶ ἀποβαλλέσθω· οὐ γὰρ ἔστιν, ἐπείπερ
10ἤρνηται τὴν Χριστοῦ διάταξιν, καὶ ἔστιν ἀπίστου χείρων.

8

.

24

Ὁ αὐτὸς περὶ παρθένων. Παρθένος οὐ χειροτο‐ νεῖται, ἐπιταγὴν γὰρ Κυρίου οὐκ ἔχομεν· γνώμης γάρ ἐστι τὸ ἔπαθλον, οὐκ ἐπὶ διαβολῇ τοῦ γάμου, ἀλλ’ ἐπὶ σχολῇ τῆς εὐσεβείας.

8

.

25

Κἀγὼ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος τάδε περὶ χηρῶν διατάσσομαι. Χήρα οὐ χειροτονεῖται, ἀλλ’ εἰ μὲν ἐκ πολλοῦ ἀπέβαλεν τὸν ἄνδρα καὶ σωφρόνως καὶ ἀκαταγνώστως ἔζησεν καὶ τῶν οἰκείων ἄριστα ἐπεμελήθη,
5ὡς Ἰουδὶθ καὶ Ἄννα αἱ σεμνόταται, κατατασσέσθω εἰς τὸ χηρικόν. Εἰ δὲ νεωστὶ ἀπέβαλεν τὸν ὁμόζυγον, μὴ πιστευέσθω, ἀλλὰ χρόνῳ νεότης κρινέσθω· τὰ γὰρ πάθη ἔσθ’ ὅτε καὶ συγγηρᾷ ἀνθρώποις, μὴ ὑπὸ κρείττονος χαλινοῦ εἰργόμενα.

8

.

26

Περὶ ἐπορκιστῶν ὁ αὐτός. Ἐπορκιστὴς οὐ
χειροτονεῖται, εὐνοίας γὰρ ἑκουσίου τὸ ἔπαθλον καὶ χάριτος Θεοῦ διὰ Χριστοῦ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος· ὁ γὰρ λαβὼν χάρισμα ἰαμάτων δι’ ἀποκαλύψεως ὑπὸ Θεοῦ
5ἀναδείκνυται, φανερᾶς οὔσης πᾶσιν τῆς ἐν αὐτῷ χάριτος. Ἐὰν δὲ χρεία αὐτοῦ γένηται εἰς ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον, χειροτονεῖται.

8

.

27

Σίμων δὲ ὁ Καναναῖος κἀγὼ διατάσσομαι ὑμῖν, ὑπὸ πόσων ὀφείλει χειροτονεῖσθαι ὁ ἐπίσκοπος. Ἐπίσκο‐ πος ὑπὸ τριῶν ἢ δύο ἐπισκόπων χειροτονείσθω· ἐὰν δέ τις ὑπὸ ἑνὸς χειροτονηθῇ ἐπισκόπου, καθαιρείσθω καὶ
5αὐτὸς καὶ ὁ χειροτονήσας. Ἐὰν δὲ ἀνάγκη ὑπὸ ἑνὸς καταλάβῃ χειροτονηθῆναι διὰ τὸ μὴ δύνασθαι πλείονας παραγενέσθαι, διωγμοῦ ὄντος ἢ ἄλλης τοιαύτης αἰτίας, ψήφισμα κομιζέτω τῆς ἐπιτροπῆς πλειόνων ἐπισκόπων.

8

.

28

Ὁ αὐτὸς περὶ κανόνων. Ἐπίσκοπος εὐλογεῖ,
οὐκ εὐλογεῖται· χειροτονεῖ, χειροθετεῖ, προσφέρει· εὐλογίαν παρὰ ἐπισκόπου λαμβάνει, παρὰ δὲ πρεσβυτέρων οὐδαμῶς. Ἐπίσκοπος καθαιρεῖ πάντα κληρικὸν ἄξιον ὄντα καθαι‐
5ρέσεως πλὴν ἐπισκόπου· μόνος γὰρ οὐχ οἷός τε. Πρεσβύ‐ τερος εὐλογεῖ, οὐκ εὐλογεῖται, εὐλογίας δέχεται παρὰ ἐπισκό‐ που καὶ συμπρεσβυτέρου, ὡσαύτως ἐπιδίδωσιν συμπρεσ‐ βυτέρῳ· χειροθετεῖ, οὐ χειροτονεῖ, οὐ καθαιρεῖ, ἀφορίζει δὲ τοὺς ὑποβεβηκότας, ἐὰν ὦσιν ὑπεύθυνοι τῇ τοιαύτῃ
10τιμωρίᾳ. Διάκονος οὐκ εὐλογεῖ· οὐ δίδωσιν εὐλογίαν, λαμβάνει δὲ παρὰ ἐπισκόπου καὶ πρεσβυτέρου· οὐ βαπτίζει, οὐ προσφέρει· τοῦ δὲ ἐπισκόπου προσενεγκόντος ἢ τοῦ πρεσβυτέρου, αὐτὸς ἐπιδίδωσιν τῷ λαῷ, οὐχ ὡς ἱερεύς, ἀλλ’ ὡς διακονούμενος ἱερεῦσιν. Τῶν τε ἄλλων κληρικῶν
15τὸ τοῦ διακόνου ἔργον ποιῆσαι οὐδενὶ ἐξόν. Διακόνισσα οὐκ εὐλογεῖ, ἀλλ’ οὐδέ τι ὧν ποιοῦσιν οἱ πρεσβύτεροι ἢ οἱ διάκονοι ἐπιτελεῖ, ἀλλ’ ἢ τοῦ φυλάττειν τὰς θύρας καὶ ἐξυπηρετεῖσθαι τοῖς πρεσβυτέροις ἐν τῷ βαπτίζεσθαι τὰς γυναῖκας διὰ τὸ εὐπρεπές. Διάκονος ἀφορίζει ὑποδιά‐
20κονον, ἀναγνώστην, ψάλτην, διακόνισσαν, ἐὰν ᾖ τι τοιοῦτον
μὴ παρόντος πρεσβυτέρου Ὑποδιακόνῳ οὐκ ἔξεστιν ἀφορίσαι, οὔτε μὴν ἀναγνώστῃ οὔτε ψάλτῃ οὔτε διακονίσσῃ, οὐ κληρικόν, οὐ λαϊκόν· ὑπηρέται γάρ εἰσιν διακόνων.

8

.

29

Περὶ δὲ ὕδατος καὶ ἐλαίου ἐγὼ Ματθαῖος διατάσ‐ σομαι. Εὐλογείτω ὁ ἐπίσκοπος τὸ ὕδωρ ἤτοι τὸ ἔλαιον· ἐὰν δὲ μὴ παρῇ, εὐλογείτω ὁ πρεσβύτερος, παρεστῶτος τοῦ διακόνου· ἐπὰν δὲ ὁ ἐπίσκοπος παρῇ, παριστάσθω
5πρεσβύτερος καὶ διάκονος. Λεγέτω δὲ οὕτως· Κύριε Σαβαώθ, ὁ Θεὸς τῶν δυνάμεων, κτίστα τῶν ὑδάτων καὶ χορηγὲ τοῦ ἐλαίου, οἰκτίρμον καὶ φιλάνθρωπε, ὁ δοὺς τὸ ὕδωρ πρὸς πόσιν καὶ κάθαρσιν, καὶ ἔλαιον τοῦ ἱλαρῦναι πρόσωπον εἰς ἀγαλλίαμα εὐφροσύνης· αὐτὸς καὶ νῦν διὰ
10Χριστοῦ ἁγίασον τὸ ὕδωρ τοῦτο καὶ τὸ ἔλαιον ἐπ’ ὀνόματι τοῦ προσκομίσαντος ἢ τῆς προσκομισάσης, καὶ δὸς δύναμιν ὑγείας ἐμποιητικήν, νόσων ἀπελαστικήν, δαιμόνων φυγα‐ δευτικήν, οἴκου φυλακτικὴν, πάσης ἐπιβουλῆς διωκτικὴν διὰ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, δι’ οὗ σοὶ δόξα, τιμὴ καὶ
15σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.

8

.

30

Ὁ αὐτὸς περὶ ἀπαρχῶν καὶ δεκατῶν. Ἔτι προστάσσω, πᾶσαν ἀπαρχὴν προσκομίζεσθαι τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις εἰς διατροφὴν αὐτῶν, πᾶσαν δὲ δεκάτην προσφέρεσθαι εἰς διατροφὴν
5τῶν λοιπῶν κληρικῶν καὶ τῶν παρθένων καὶ τῶν χηρῶν καὶ τῶν ἐν πενίᾳ ἐξεταζομένων· αἱ γὰρ ἀπαρχαὶ τῶν ἱερέων εἰσὶν καὶ τῶν αὐτοῖς ἐξυπηρετουμένων διακόνων.

8

.

31

Ὁ αὐτὸς περὶ περισσευμάτων. Τὰς περισ‐ σευούσας ἐν τοῖς μυστικοῖς εὐλογίας κατὰ γνώμην τοῦ ἐπισκόπου ἢ τῶν πρεσβυτέρων οἱ διάκονοι διανεμέτωσαν τῷ κλήρῳ, τῷ ἐπισκόπῳ μέρη τέσσαρα, πρεσβυτέρῳ μέρη
5τρία, διακόνῳ μέρη δύο, τοῖς δὲ ἄλλοις, ὑποδιακόνοις ἢ ἀναγνώσταις ἢ ψάλταις ἢ διακονίσσαις, μέρος ἕν. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ, ἕκαστον τιμᾶσθαι κατὰ τὴν αὐτοῦ ἀξίαν· ἡ γὰρ Ἐκκλησία οὐκ ἀταξίας, ἀλλ’ εὐταξίας ἐστὶ διδασκαλεῖον.

8

.

32

Κἀγὼ Παῦλος ὁ τῶν ἀποστόλων ἐλάχιστος, τάδε διατάσσομαι ὑμῖν τοῖς ἐπισκόποις καὶ πρεσβυτέροις
περὶ κανόνων. Οἱ πρώτως προσιόντες τῷ μυστηρίῳ τῆς εὐσεβείας διὰ τῶν διακόνων προσαγέσθωσαν τῷ ἐπι‐
5σκόπῳ ἢ τοῖς πρεσβυτέροις, καὶ τὰς αἰτίας ἐξεταζέσθωσαν, οὗ χάριν προσῆλθον τῷ κυριακῷ λόγῳ, οἵ τε προσενεγκόντες μαρτυρείτωσαν αὐτοῖς, ἀκριβώσαντες τὰ κατ’ αὐτούς. Ἐξετα‐ ζέσθωσαν δὲ αὐτῶν καὶ ὁ τρόπος καὶ ὁ βίος καὶ εἰ δοῦλοί εἰσιν ἢ ἐλεύθεροι. Καὶ ἐὰν ᾖ τις δοῦλος, ἐρωτάσθω, οὗ
10δεσπότου, καὶ ἐὰν πιστοῦ δοῦλος ᾖ, ἐρωτάσθω ὁ δεσπότης αὐτοῦ, εἰ μαρτυρεῖ αὐτῷ· ἐὰν δὲ μή, ἀποβαλλέσθω, ἕως ἂν ἑαυτὸν ἄξιον ἐπιδείξῃ τῷ δεσπότῃ· εἰ δὲ μαρτυρεῖ αὐτῷ, προσδεχέσθω. Εἰ δὲ ἐθνικοῦ ᾖ οἰκέτης, διδασκέσθω εὐαρε‐ στεῖν τῷ δεσπότῃ, ἵνα μὴ βλασφημῆται ὁ λόγος. Εἰ
15μὲν οὖν ἔχει γυναῖκα ἢ ἡ γυνὴ ἄνδρα, διδασκέσθωσαν ἀρκεῖσθαι ἑαυτοῖς· εἰ δὲ ἄγαμοί εἰσιν, μανθανέτωσαν μὴ πορνεύειν, ἀλλὰ γαμεῖν νόμῳ. Εἰ δὲ ὁ δεσπότης αὐτοῦ, πιστὸς ὢν καὶ εἰδὼς ὅτι πορνεύει, οὐ δίδωσιν αὐτῷ γυναῖκα ἢ τῇ γυναικὶ ἄνδρα, ἀφοριζέσθω.
20 Ἐὰν δέ τις δαίμονα ἔχῃ, διδασκέσθω μὲν τὴν εὐσέβειαν, μὴ προσδεχέσθω δὲ εἰς κοινωνίαν, πρὶν ἂν καθαρισθῇ· εἰ δὲ θάνατος κατεπείγοι, προσδεχέσθω. Εἴ τις πορνοβοσκός, ἢ παυσάσθω τοῦ μαστροπεύειν ἢ ἀποβαλλέσθω. Πόρνη προ‐ σιοῦσα ἢ παυσάσθω ἢ ἀποβαλλέσθω. Εἰδωλοποιὸς προσιὼν
25ἢ παυσάσθω ἢ ἀποβαλλέσθω. Τῶν ἐπὶ σκηνῆς ἐάν τις προ‐
σίῃ ἀνὴρ ἢ γυνὴ ἢ ἡνίοχος ἢ μονομάχος ἢ σταδιοδρόμος ἢ λουδεμπιστὴς ἢ ὀλυμπικὸς ἢ χοραύλης ἢ κιθαριστὴς ἢ λυρι‐ στὴς ἢ ὄρχησιν ἐπιδεικνύμενος ἢ κάπηλος, ἢ παυσάσθωσαν ἢ ἀποβαλλέσθωσαν. Στρατιώτης προσιὼν διδασκέσθω μὴ
30ἀδικεῖν, μὴ συκοφαντεῖν, ἀρκεῖσθαι δὲ τοῖς διδομένοις ὀψω‐ νίοις· πειθόμενος προσδεχέσθω, ἀντιλέγων ἀποβαλλέσθω. Ἀρρητοποιός, κίναιδος, βλάξ, μάγος, ὀχλαγωγός, ἐπαοι‐ δός, ἀστρολόγος, μάντις, θηρεπῳδός, λῶταξ, περιάμματα ποιῶν, περικαθαίρων, οἰωνιστής, συμβολοδείκτης, παλμῶν
35ἑρμηνεύς, φυλαττόμενος ἐν συναντήσει λώβας ὄψεως ἢ ποδῶν ἢ ὀρνίθων ἢ γαλῶν ἢ ἐπιφωνήσεων ἢ παρακροαμάτων συμβολικῶν, χρόνῳ δοκιμαζέσθωσαν, δυσέκνιπτος γὰρ ἡ κακία· παυσάμενοι οὖν προσδεχέσθωσαν, μὴ πειθόμενοι δὲ ἀποβαλλέσθωσαν.
40 Παλλακή τινος ἀπίστου δούλη, ἐκείνῳ μόνῳ σχο‐ λάζουσα, προσδεχέσθω· εἰ δὲ καὶ πρὸς ἄλλους ἀσελγαίνει, ἀποβαλλέσθω. Πιστὸς ἐὰν ἔχῃ παλλακήν, εἰ μὲν δούλην, παυσάσθω καὶ νόμῳ γαμείτω, εἰ δὲ ἐλευθέραν, ἐκγαμείτω αὐτὴν νόμῳ· εἰ δὲ μή, ἀποβαλλέσθω. Ἑλληνικοῖς τις
45ἔθεσιν ἐξακολουθῶν ἢ ἰουδαϊκοῖς μύθοις ἢ μεταθέσθω ἢ ἀποβαλλέσθω. Θεατρομανίᾳ εἴ τις πρόσκειται ἢ κυνηγίοις ἢ ἱπποδρομίαις ἢ ἀγῶσιν, ἢ παυσάσθω ἢ ἀποβαλλέσθω. Ὁ μέλλων κατηχεῖσθαι τρία ἔτη κατηχείσθω· εἰ δὲ
σπουδαῖός τις ᾖ καὶ εὔνοιαν ἔχῃ περὶ τὸ πρᾶγμα, προσδε‐

8

.

32

(50)

χέσθω, ὅτι οὐχ ὁ χρόνος, ἀλλ’ ὁ τρόπος κρίνεται. Ὁ διδάσκων εἰ καὶ λαϊκὸς ᾖ, ἔμπειρος δὲ τοῦ λόγου καὶ τὸν τρόπον σεμνός, διδασκέτω· «Ἔσονται γὰρ πάντες διδακτοὶ Θεοῦ.» Πᾶς πιστὸς ἢ πιστὴ ἕωθεν ἀναστάντες ἐξ ὕπνου πρὸ
55τοῦ ἔργον ἐπιτελέσαι νιψάμενοι προσευχέσθωσαν· εἰ δέ τις λόγου κατήχησις γένηται, προτιμησάτωσαν τοῦ ἔργου τὸν λόγον τῆς εὐσεβείας. Πιστὸς ἢ πιστὴ τοῖς οἰκέταις εὐμενῶς προσε‐ χέτωσαν, καθὼς καὶ ἐν τοῖς προλαβοῦσιν διεταξάμεθα καὶ
60ἐν ταῖς ἐπιστολαῖς ἐδιδάξαμεν.

8

.

33

Ἐγὼ Παῦλος καὶ ἐγὼ Πέτρος διατασσόμεθα. Ἐργαζέσθωσαν οἱ δοῦλοι πέντε ἡμέρας, σάββατον δὲ καὶ κυριακὴν σχολαζέτωσαν τῇ Ἐκκλησίᾳ διὰ τὴν διδασκα‐ λίαν τῆς εὐσεβείας· τὸ μὲν γὰρ σάββατον εἴπομεν δημιουργίας
5λόγον ἔχειν, τὴν δὲ κυριακὴν ἀναστάσεως. Τὴν μεγάλην ἑβδομάδα πᾶσαν καὶ τὴν μετ’ αὐτὴν ἀργείτωσαν οἱ δοῦλοι, ὅτι ἡ μὲν πάθους ἐστίν, ἡ δὲ ἀναστάσεως, καὶ χρεία διδασκα‐ λίας, τίς ὁ ἀποθανὼν καὶ ἀναστὰς ἢ τίς ὁ συγχωρήσας ἢ
καὶ ἀναστήσας. Τὴν ἀνάληψιν ἀργείτωσαν διὰ τὸ πέρας
10τῆς κατὰ Χριστὸν οἰκονομίας. Τὴν πεντηκοστὴν ἀργείτω‐ σαν διὰ τὴν παρουσίαν τοῦ ἁγίου Πνεύματος τὴν δωρηθεῖσαν τοῖς πιστεύσασιν εἰς Χριστόν. Τὴν τῶν γενεθλίων ἑορτὴν ἀργείτωσαν διὰ τὸ ἐν αὐτῇ τὴν ἀπροσδόκητον χάριν δεδόσθαι ἀνθρώποις, γεννηθῆναι τὸν τοῦ Θεοῦ Λόγον Ἰησοῦν τὸν
15Χριστὸν ἐκ Μαρίας τῆς παρθένου ἐπὶ σωτηρίᾳ τοῦ κόσμου. Τὴν τῶν ἐπιφανίων ἑορτὴν ἀργείτωσαν διὰ τὸ ἐν αὐτῇ ἀνάδειξιν γεγενῆσθαι τῆς τοῦ Χριστοῦ θεότητος, μαρτυρή‐ σαντος αὐτῷ τοῦ Πατρὸς ἐν τῷ βαπτίσματι καὶ τοῦ παρα‐ κλήτου ἐν εἴδει περιστερᾶς ὑποδείξαντος τοῖς παρεστῶσι
20τὸν μαρτυρηθέντα. Τὰς ἡμέρας τῶν ἀποστόλων ἀργείτω‐ σαν· διδάσκαλοι γὰρ ὑμῶν εἰς Χριστὸν κατέστησαν καὶ Πνεύματος ὑμᾶς ἠξίωσαν ἁγίου. Τὴν ἡμέραν Στεφάνου τοῦ πρωτομάρτυρος ἀργείτωσαν καὶ τῶν λοιπῶν ἁγίων μαρτύρων τῶν προτιμησάντων Χριστὸν τῆς ἑαυτῶν ζωῆς.

8

.

34

Εὐχὰς ἐπιτελεῖτε ὄρθρου καὶ τρίτῃ ὥρᾳ καὶ ἕκτῃ καὶ ἐνάτῃ καὶ ἑσπέρας καὶ ἀλεκτοροφωνίας. Ὄρθρου μὲν
εὐχαριστοῦντες, ὅτι ἐφώτισεν ὑμῖν ὁ Κύριος, παραγαγὼν τὴν νύκτα καὶ ἐπαγαγὼν τὴν ἡμέραν. Τρίτῃ δέ, ὅτι ἐν
5αὐτῇ ἀπόφασιν ἀπὸ Πιλάτου ἔλαβεν ὁ Κύριος. Ἕκτῃ δέ, ὅτι ἐν αὐτῇ ἐσταυρώθη. Ἐνάτῃ δέ, ὅτι πάντα κεκίνητο τοῦ δεσπότου σταυρουμένου, φρίττοντα τὴν τόλμαν τῶν δυσσεβῶν Ἰουδαίων, μὴ φέροντα τοῦ Κυρίου τὴν ὕβριν. Ἐφ’ ἑσπέραν δὲ εὐχαριστοῦντες, ὅτι ὑμῖν ἀνάπαυσιν
10ἔδωκεν τῶν καθημερινῶν κόπων τὴν νύκτα. Ἀλεκτρυόνων δὲ κραυγῇ διὰ τὸ τὴν ὥραν εὐαγγελίζεσθαι τὴν παρουσίαν τῆς ἡμέρας εἰς ἐργασίαν τῶν τοῦ φωτὸς ἔργων. Εἰ μὴ δυνατὸν ἐν ἐκκλησίᾳ προϊέναι διὰ τοὺς ἀπίστους, κατ’ οἶκον συνάξεις, ὦ ἐπίσκοπε, ἵνα μὴ εἰσέρχηται εὐσεβὴς εἰς ἐκκλη‐
15σίαν ἀσεβῶν· οὐχ ὁ τόπος γὰρ τὸν ἄνθρωπον ἁγιάζει, ἀλλ’ ὁ ἄνθρωπος τὸν τόπον. Ἐὰν δὲ ἀσεβεῖς κατέχωσιν τὸν τόπον, φευκτέος ἔστω σοι διὰ τὸ βεβηλῶσθαι ὑπ’ αὐτῶν· ὡς γὰρ οἱ ὅσιοι ἱερεῖς ἁγιάζουσιν, οὕτως οἱ ἐναγεῖς μιαίνου‐ σιν. Εἰ δὲ μήτε ἐν οἴκῳ ἅμα μήτε ἐν ἐκκλησίᾳ συναθροι‐
20σθῆναι δυνατόν, ἕκαστος παρ’ ἑαυτῷ ψαλλέτω, ἀναγινωσκέτω, προσευχέσθω, ἢ καὶ ἅμα δύο ἢ τρεῖς· «Ὅπου γὰρ ἂν ὦσι, φησὶν ὁ Κύριος, δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν.» Πιστὸς μετὰ κατηχουμένου μήτε κατ’ οἶκον προσευχέσθω· οὐ γὰρ δίκαιον τὸν μεμυημέ‐
25νον μετὰ τοῦ ἀμυήτου συμμολύνεσθαι. Εὐσεβὴς μετὰ
αἱρετικοῦ μήτε κατ’ οἶκον συμπροσευχέσθω· «Τίς γὰρ κοι‐ νωνία φωτὶ πρὸς σκότος;» Πιστὸς ἢ πιστὴ δούλοις συναφθέντες ἢ ἀφιστάσθωσαν ἢ ἀποβαλλέσθωσαν.

8

.

35

Κἀγὼ Ἰάκωβος, ἀδελφὸς μὲν κατὰ σάρκα τοῦ Χριστοῦ, δοῦλος δὲ ὡς Θεοῦ μονογενοῦς Υἱοῦ, ἐπίσκοπος δὲ ὑπ’ αὐτοῦ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων Ἱεροσολύμων χειροτονηθείς, τάδε φημί. Ἑσπέρας γενομένης συναθροί‐
5σεις τὴν Ἐκκλησίαν, ὦ ἐπίσκοπε· καὶ μετὰ τὸ ῥηθῆναι τὸν ἐπιλύχνιον ψαλμὸν προσφωνήσει ὁ διάκονος ὑπὲρ τῶν κατηχουμένων καὶ χειμαζομένων καὶ τῶν φωτιζομένων καὶ τῶν ἐν μετανοίᾳ, ὡς προείπομεν.

8

.

36

Μετὰ δὲ τὸ ἀπολυθῆναι αὐτοὺς ὁ διάκονος ἐρεῖ· Ὅσοι πιστοί, δεηθῶμεν τοῦ Κυρίου. Καὶ μετὰ τὸ προσφωνῆσαι αὐτὸν τὰ τῆς πρώτης εὐχῆς ἐρεῖ·
5 Σῶσον καὶ ἀνάστησον ἡμᾶς, ὁ Θεός, διὰ τοῦ Χριστοῦ σου. Ἀναστάντες αἰτησώμεθα τὰ ἐλέη τοῦ Κυρίου καὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ, τὸν ἄγγελον τὸν ἐπὶ τῆς εἰρήνης, τὰ καλὰ καὶ συμφέροντα, χριστιανὰ τὰ τέλη, τὴν ἑσπέραν καὶ τὴν νύκτα εἰρηνικὴν καὶ ἀναμάρτητον, καὶ
10πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν ἀκατάγνωστον αἰτησώ‐ μεθα· ἑαυτοὺς καὶ ἀλλήλους τῷ ζῶντι Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα.

8

.

37

Καὶ ὁ ἐπίσκοπος ἐπευχόμενος λεγέτω· Ὁ ἄναρχος Θεὸς καὶ ἀτελεύτητος, ὁ τῶν ὅλων ποιητὴς διὰ Χριστοῦ καὶ κηδεμών, πρὸ δὲ πάντων αὐτοῦ Θεὸς καὶ Πατήρ, ὁ τοῦ Πνεύματος Κύριος καὶ τῶν νοητῶν καὶ
5αἰσθητῶν βασιλεύς, ὁ ποιήσας ἡμέραν πρὸς ἔργα φωτὸς καὶ νύκτα εἰς ἀνάπαυσιν τῆς ἀσθενείας ἡμῶν· «Σὴ γάρ ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον». Αὐτὸς καὶ νῦν, δέσποτα φιλάνθρωπε καὶ πανά‐ γαθε, εὐμενῶς πρόσδεξαι τὴν ἑσπερινὴν εὐχαριστίαν ἡμῶν
10ταύτην. Ὁ διαγαγὼν ἡμᾶς τὸ μῆκος τῆς ἡμέρας καὶ ἀγαγὼν ἐπὶ τὰς ἀρχὰς τῆς νυκτός, φύλαξον ἡμᾶς διὰ τοῦ Χριστοῦ σου· εἰρηνικὴν παράσχου τὴν ἑσπέραν καὶ τὴν νύκτα ἀναμάρτητον καὶ ἀφαντασιάστον καὶ καταξίωσον ἡμᾶς τῆς αἰωνίου ζωῆς διὰ τοῦ Χριστοῦ σου, δι’ οὗ σοι δόξα,
15τιμὴ καὶ κράτος ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ ὁ διάκονος λεγέτω· Κλίνατε τῇ χειροθεσίᾳ Καὶ ὁ ἐπίσκοπος εὐχόμενος λεγέτω· Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους, ὁ τῇ σοφίᾳ σου
κατασκευάσας ἄνθρωπον, τὸ λογικὸν ζῷον τὸ θεοφιλὲς τῶν
20ἐπὶ γῆς, καὶ δοὺς αὐτῷ τὸ τῶν ἐπὶ γῆς χθονὸς ἄρχειν, καὶ καταστήσας γνώμῃ σῇ ἄρχοντας καὶ ἱερεῖς, τοὺς μὲν πρὸς ἀσφάλειαν τῆς ζωῆς, τοὺς δὲ πρὸς λατρείαν ἔννομον· αὐτὸς καὶ νῦν ἐπικάμφθητι, Κύριε παντοκράτορ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τοὺς δούλους σου, τοὺς
25κάμψαντας αὐχένα καρδίας αὐτῶν, καὶ εὐλόγησον αὐτοὺς διὰ Χριστοῦ, δι’ οὗ ἐφώτισας ἡμᾶς φῶς γνώσεως καὶ ἀπεκάλυψας ἡμῖν σαυτόν, δι’ οὗ σοὶ καὶ ἡ ἐπάξιος ὀφείλεται προσκύνησις παρὰ πάσης λογικῆς καὶ ἁγίας φύσεως ἐν Πνεύματι ἁγίῳ τῷ παρακλήτῳ εἰς τοὺς αἰῶνας· ἀμήν.
30Καὶ ὁ διάκονος λεγέτω· Προέλθετε ἐν εἰρήνῃ.

8

.

38

Ὡσαύτως καὶ ὄρθρου ὁ διάκονος μετὰ τὸ ῥηθῆναι τὸν ὀρθρινὸν καὶ ἀπολῦσαι αὐτὸν τοὺς κατηχουμένους καὶ χειμαζομένους καὶ βαπτιζομένους καὶ τοὺς ἐν μετανοίᾳ καὶ τὴν ὀφειλομένην ποιήσασθαι προσφώνησιν, ἵνα μὴ πάλιν
5λέγωμεν τὰ αὐτά, ἐπιφερέτω μετὰ τὸ Σῶσον αὐτούς, ὁ Θεός, καὶ ἀνάστησον ἐν τῇ χάριτί σου· Αἰτησώμεθα παρὰ τοῦ Κυρίου τὰ ἐλέη αὐτοῦ καὶ τοὺς οἰκτιρμούς, τὸν ὄρθρον τοῦτον καὶ τὴν ἡμέραν εἰρηνικὴν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς παρεπιδημίας
10ἡμῶν, τὸν ἄγγελον τὸν ἐπὶ τῆς εἰρήνης, χριστιανὰ τὰ τέλη, ἵλεω καὶ εὐμενῆ τὸν Θεόν· ἑαυτοὺς καὶ ἀλλήλους τῷ ζῶντι Θεῷ διὰ τοῦ μονογενοῦς αὐτοῦ παραθώμεθα.
Καὶ ὁ ἐπίσκοπος ἐπευχόμενος λεγέτω· Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ
15ἀσύγκριτος καὶ ἀπροσδεής, ὁ δοὺς τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν δὲ σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός· αὐτὸς καὶ νῦν ἔπιδε ἐφ’ ἡμᾶς εὐμενέσιν ὀφθαλμοῖς καὶ πρόσδεξαι τὰς ἑωθινὰς ἡμῶν εὐχαριστίας καὶ ἐλέησον ἡμᾶς· οὐ γὰρ διεπετάσαμεν τὰς χεῖρας ἡμῶν πρὸς θεὸν
20ἀλλότριον· οὐ γὰρ ἔστιν ἐν ἡμῖν θεὸς πρόσφατος, ἀλλὰ σὺ ὁ αἰώνιος καὶ ἀτελεύτητος· ὁ τὸ εἶναι ἡμῖν διὰ Χριστοῦ παρασχόμενος καὶ τὸ εὖ εἶναι δι’ αὐτοῦ δωρησάμενος, αὐτὸς ἡμᾶς δι’ αὐτοῦ καταξίωσον καὶ τῆς αἰωνίου ζωῆς, δι’ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας·
25ἀμήν.

8

.

39

Καὶ ὁ διάκονος λεγέτω· Κλίνατε τῇ χειροθεσίᾳ. Καὶ ὁ ἐπίσκοπος ἐπευχέσθω λέγων· Ὁ Θεὸς ὁ πιστὸς καὶ ἀληθινός, ὁ ποιῶν ἔλεος εἰς χιλιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσίν σε, ὁ φίλος ταπεινῶν
5καὶ πενήτων προστάτης, οὗ πάντα ἐν χρείᾳ καθέστηκεν, ὅτι τὰ σύμπαντα δοῦλά σου· ἔπιδε ἐπὶ τὸν λαόν σου τοῦτον, τοὺς κεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς, καὶ εὐλόγησον αὐτοὺς εὐλογίαν πνευματικήν, φύλαξον αὐτοὺς ὡς κόρην ὀφθαλμοῦ, διατήρησον αὐτοὺς ἐν εὐσεβείᾳ καὶ
10δικαιοσύνῃ, καὶ καταξίωσον αὐτοὺς τῆς αἰωνίου ζωῆς ἐν
Χριστῷ Ἰησοῦ τῷ ἠγαπημένῳ σου Παιδί, δι’ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Καὶ ὁ διάκονος λεγέτω· Προέλθετε ἐν εἰρήνῃ.

8

.

40

Ἐπὶ δὲ ταῖς προσφερομέναις ἀπαρχαῖς οὕτως εὐχαριστείτω ὁ ἐπίσκοπος· Εὐχαριστοῦμέν σοι, Κύριε παντοκράτορ, δημιουρ‐ γὲ τῶν ὅλων καὶ προνοητά, διὰ τοῦ μονογενοῦς σου Παιδὸς
5Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, ἐπὶ ταῖς προσενεχθείσαις σοι ἀπαρχαῖς, οὐχ ὅσον ὀφείλομεν, ἀλλ’ ὅσον δυνάμεθα. Τίς γὰρ ἀνθρώπων ἐπαξίως εὐχαριστῆσαί σοι δύναται ὑπὲρ ὧν δέδωκας αὐτοῖς εἰς μετάληψιν; Ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντων τῶν ἁγίων, ὁ πάντα
10τελεσφορήσας διὰ τοῦ λόγου σου καὶ κελεύσας τῇ γῇ παντοδαποὺς ἐκφῦσαι καρποὺς εἰς εὐφροσύνην καὶ τροφὴν ἡμετέραν, ὁ δοὺς τοῖς νωθεστέροις καὶ βληχώδεσιν χιλόν, ποηφάγοις χλόην, καὶ τοῖς μὲν κρέα, τοῖς δὲ σπέρματα, ἡμῖν δὲ σῖτον πρὸς τροφὴν πρόσφορον καὶ κατάλληλον
15καὶ ἕτερα διάφορα, τὰ μὲν πρὸς χρῆσιν, τὰ δὲ πρὸς ὑγείαν, τὰ δὲ πρὸς τέρψιν. Ἐπὶ τούτοις οὖν ἅπασιν ὑμνητὸς ὑπάρχεις τῆς εἰς πάντας εὐεργεσίας διὰ Χριστοῦ, δι’ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς
αἰῶνας· ἀμήν.

8

.

41

Ἐπὶ δὲ τῶν ἐν Χριστῷ ἀναπαυσαμένων μετὰ τὸ προσφωνῆσαι τὰ τῆς πρώτης εὐχῆς, ἵνα μὴ πάλιν λέγωμεν, ὁ διάκονος προσθήσει καὶ ταῦτα· Καὶ ὑπὲρ τῶν ἀναπαυσαμένων ἐν Χριστῷ ἀδελφῶν
5ἡμῶν δεηθῶμεν, ὑπὲρ τῆς κοιμήσεως τοῦδε ἢ τῆσδε δεηθῶ‐ μεν, ὅπως ὁ φιλάνθρωπος Θεὸς προσδεξάμενος αὐτοῦ τὴν ψυχὴν παρίδῃ αὐτῷ πᾶν ἁμάρτημα ἑκούσιον καὶ ἀκούσιον, καὶ ἵλεως καὶ εὐμενὴς γενόμενος κατατάξῃ εἰς χώραν εὐσεβῶν ἀνειμένων εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ μετὰ
10πάντων τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων καὶ ποιησάντων τὸ θέλημα αὐτοῦ, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγ‐ μός. Ἐγειρώμεθα· ἑαυτοὺς καὶ ἀλλήλους τῷ ἀϊδίῳ Θεῷ διὰ τοῦ ἐν ἀρχῇ Λόγου παραθώμεθα. Καὶ ὁ ἐπίσκοπος λεγέτω·
15 Ὁ τῇ φύσει ἀθάνατος καὶ ἀτελεύτητος, παρ’ οὗ πᾶν ἀθάνατον καὶ θνητὸν γέγονεν, ὁ τὸ λογικὸν ζῷον τὸν ἄνθρωπον τὸν κοσμοπολίτην θνητὸν ἐκ κατασκευῆς ποιήσας καὶ ἀνά‐ στασιν ἐπαγγειλάμενος, ὁ τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν θανάτου πεῖραν μὴ ἐάσας λαβεῖν· ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ
20καὶ ὁ Θεὸς Ἰακὼβ οὐχ ὡς νεκρῶν ἀλλ’ ὡς ζώντων Θεὸς εἶ· ὅτι πάντων αἱ ψυχαὶ παρὰ σοὶ ζῶσιν καὶ τῶν δικαίων τὰ πνεύματα ἐν τῇ χειρί σού εἰσιν, ὧν οὐ μὴ ἅψηται βάσανος· πάντες γὰρ οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σού εἰσιν·
αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλόν σου τόνδε, ὃν ἐξελέξω
25καὶ προσελάβου εἰς ἑτέραν λῆξιν, καὶ συγχώρησον αὐτῷ, εἴ τι ἄκων ἢ ἑκὼν ἐξήμαρτεν, καὶ ἀγγέλους εὐμενεῖς παρά‐ στησον αὐτῷ· καὶ κατάταξον αὐτὸν ἐν τῷ κόλπῳ τῶν πατριαρχῶν καὶ τῶν προφητῶν καὶ τῶν ἀποστόλων καὶ πάντων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων, ὅπου οὐκ ἔνι
30λύπη καὶ ὀδύνη καὶ στεναγμός, ἀλλὰ χῶρος εὐσεβῶν ἀνει‐ μένος καὶ γῆ εὐθέων σοὶ ἀνακειμένη καὶ τῶν ἐν αὐτῇ ὁρώντων τὴν δόξαν τοῦ Χριστοῦ σου, δι’ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας, εὐχαριστία καὶ προσκύνησις ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
35 Καὶ ὁ διάκονος λεγέτω· Κλίνατε καὶ εὐλογεῖσθε. Καὶ ὁ ἐπίσκοπος εὐχαριστείτω ὑπὲρ αὐτῶν λέγων τάδε· Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρο‐ νομίαν σου, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, καὶ ποίμανον αὐτοὺς ὑπὸ τὴν δεξιάν σου καὶ σκέπασον
40αὐτοὺς ὑπὸ τὰς πτέρυγάς σου, καὶ δὸς αὐτοῖς τὸν ἀγῶνα τελέσαι τὸν καλόν, τὸν δρόμον ἀνῦσαι, τὴν πίστιν τηρῆσαι ἀτρέπτως, ἀμέμπτως, ἀνεγκλήτως, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀγαπητοῦ σου Παιδός, δι’ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.

8

.

42

Ἐπιτελείσθω δὲ τρίτα τῶν κεκοιμημένων ἐν ψαλμοῖς καὶ προσευχαῖς διὰ τὸν διὰ τριῶν ἡμερῶν ἐγερθέντα,
καὶ ἔνατα εἰς ὑπόμνησιν τῶν περιόντων καὶ τῶν κεκοιμη‐ μένων, καὶ τριακοστὰ κατὰ τὸν παλαιὸν τύπον· Μωϋσῆν
5γὰρ οὕτως ὁ λαὸς ἐπένθησεν, καὶ ἐνιαύσια ὑπὲρ μνείας αὐτοῦ. Καὶ διδόσθω ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πένησιν εἰς ἀνάμνησιν αὐτοῦ.

8

.

43

Ταῦτα δὲ περὶ εὐσεβῶν λέγομεν· περὶ γὰρ ἀσεβῶν ἐὰν τὰ τοῦ κόσμου δῷς πένησιν, οὐδὲν ὀνήσεις αὐτόν. Ὧι γὰρ περιόντι ἐχθρὸν ἦν τὸ θεῖον, δῆλον ὅτι καὶ μεταστάντι· «οὐ γὰρ ἔστιν ἀδικία παρ’ αὐτῷ.» «Δίκαιος γὰρ ὁ
5Κύριος καὶ δικαιοσύνας ἠγάπησεν.» Καί· «Ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ.»

8

.

44

Ἐν δὲ ταῖς μνείαις αὐτῶν καλούμενοι μετὰ εὐταξίας ἑστιᾶσθε καὶ φόβου Θεοῦ, ὡς δυνάμενοι καὶ πρεσβεύειν ὑπὲρ αὐτῶν τῶν μεταστάντων. Πρεσβύτεροι γὰρ καὶ διάκονοι Χριστοῦ ὑπάρχοντες, νήφειν ὀφείλετε πάντοτε καὶ πρὸς
5ἑαυτοὺς καὶ πρὸς ἑτέρους, ἵνα δύνησθε τοὺς ἀτακτοῦντας νουθετεῖν. Λέγει δὲ ἡ γραφή· «Οἱ δυνάσται θυμώδεις εἰσίν· οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται.» Οὐκοῦν καὶ οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι μετὰ τὸν Θεὸν τὸν παντοκράτορα
10καὶ τὸν ἠγαπημένον αὐτοῦ Υἱὸν δυνάσται ὑπάρχουσι τῆς Ἐκκλησίας. Τοῦτο δέ φαμεν, οὐχ ἵνα μὴ πίνωσιν, ἄλλως γὰρ ἔστιν ὑβρίσαι τὸ ὑπὸ Θεοῦ γενόμενον εἰς εὐφροσύνην, ἀλλ’ ἵνα μὴ παροινῶσιν. Οὐ γὰρ εἶπεν ἡ γραφὴ μὴ πίνειν οἶνον, ἀλλὰ τί φησιν; Μὴ πίνειν οἶνον εἰς μέθην. Καὶ
15πάλιν· «Ἄκανθαι φύονται ἐν χειρὶ μεθύσου.» Τοῦτο δὲ οὐ περὶ τῶν κληρικῶν μόνον φαμέν, ἀλλὰ καὶ περὶ παντὸς λαϊκοῦ χριστιανοῦ, ἐφ’ οὑ ἐπικέκληται τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ αὐτοῖς γὰρ εἴρηται· «Τίνι οὐαί; Τίνι θόρυβος; Τίνι ἀηδίαι καὶ λέσχαι; Τίνος πελιδνοὶ οἱ
20ὀφθαλμοί; Τίνι συντρίμματα διακενῆς; Οὐ τῶν χρονιζόντων ἐν οἴνῳ καὶ κατασκοπουμένων, ποῦ πότοι γίνονται;»

8

.

45

Τοὺς διωκομένους διὰ πίστιν καὶ πόλιν ἐκ πόλεως φεύγοντας διὰ τὸ μεμνῆσθαι τῶν λόγων τοῦ Κυρίου προσ‐ λαμβάνεσθε· ἐπιστάμενοι γὰρ ὅτι τὸ μὲν πνεῦμα πρόφυμον, ἡ δὲ σὰρξ ἀσθενής, ἀποδιδράσκουσιν καὶ τὴν ἁρπαγὴν τῶν
5ὑπαρχόντων προΐενται, ἵνα ἀνεξάρνητον ἐν ἑαυτοῖς τὸ ὄνομα τοῦ Χριστοῦ διατηρήσωσιν. Ἐπικουρεῖτε οὖν αὐτοῖς τὰ πρὸς τὰς χρείας, ἐντολὴν κυριακὴν πληροῦντες.

8

.

46

Τοῦτο δὲ κοινῇ πάντες παραγγέλλομεν, ἕκαστον ἐμμένειν τῇ αὐτῷ δοθείσῃ τάξει καὶ μὴ ὑπερβαίνειν τοὺς ὅρους· οὐ γάρ εἰσιν ἡμέτεροι, ἀλλὰ τοῦ Θεοῦ. «Ὁ ἀκούων γὰρ ὑμῶν, φησὶν ὁ Κύριος, ἐμοῦ ἀκούει, καὶ ὁ ἐμοῦ ἀκούων
5ἀκούει τοῦ ἀποστείλαντός με· καὶ ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.» Εἰ γὰρ τὰ ἄψυχα γενόμενα τὴν εὐταξίαν ἀποσῴζει, οἷον νύξ, ἡμέρα, ἥλιος, σελήνη, ἄστρα, στοιχεῖα, τροπαί, μῆνες, ἑβδομάδες, ἡμέραι, ὧραι, καὶ δουλεύει τῇ διατυπωθείσῃ χρείᾳ κατὰ τὸ
10εἰρημένον· «Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται»· καὶ πάλιν περὶ τῆς θαλάσσης· «Ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας, εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ»· πόσῳ μᾶλλον ὑμεῖς ὀφείλετε οὐδὲν τολμᾶν παρακινεῖν τῶν ὑμῖν κατὰ γνώμην Θεοῦ παρ’ ἡμῶν ὁρισθέν‐
15των; Ἀλλ’ ἐπειδὴ πάρεργον οἱ πολλοὶ καὶ τοῦτο ἡγήσαντο
εἶναι, συγχέειν δὲ τὰς τάξεις καὶ τὴν ἐφ’ ἑκάστῳ χειροτονίαν παρακινεῖν τολμῶσιν, ὑφαρπάζοντες ἑαυτοῖς ἀξιώματα μὴ δεδομένα καὶ ἐπιτρέποντες ἑαυτοῖς τυραννικῶς, ἃ μὴ ἔχουσιν
20ἐξουσίαν διδόναι, καὶ διὰ τοῦτο παροργίζουσι μὲν Θεόν, ὥσπερ οἱ Κορεῖται καὶ ὁ βασιλεὺς Ὀζίας, παρ’ ἀξίαν ἐπιθέμενοι ἄνευ Θεοῦ τῇ ἀρχιερωσύνῃ καὶ γενόμενοι οἱ μὲν πυρίφλεκτοι, ὁ δὲ κατὰ τοῦ μετώπου λεπρός, παροξύνουσι δὲ καὶ Χριστὸν Ἰησοῦν τὸν διαταξάμενον, λυποῦσι δὲ καὶ
25τὸ Πνεῦμα τὸ ἅγιον ἀκυροῦντες αὐτοῦ τὴν μαρτυρίαν· Εἰκότως τὸν ἐπηρτημένον κίνδυνον τοῖς τὰ τοιαῦτα πράτ‐ τουσι προϊδόμενοι καὶ τὴν εἰς τὰς θυσίας καὶ εὐχαριστίας ἀμέλειαν ἐκ τοῦ ὑφ’ ὧν μὴ χρὴ προσαγομένας ἀσεβῶς, παιδιὰν ἡγουμένων τὴν ἀρχιερατικὴν τιμήν, ἥτις μίμησιν περιέχει
30τοῦ μεγάλου ἀρχιερέως Ἰησοῦ Χριστοῦ τοῦ βασιλέως ἡμῶν, ἀνάγκην ἔσχομεν καὶ τοῦτο παραινέσαι· ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τῆς ἑαυτῶν ματαιότητος. Λέγομεν δὲ ὡς Μωϋσῆς ὁ τοῦ Θεοῦ θεράπων, ᾧ ὁ Θεὸς ἐνώπιος ἐνωπίῳ ὡμίλει, ὡς εἴ τις λαλήσαι πρὸς ἑαυτοῦ φίλον,
35ᾧ εἶπεν· «Οἶδά σε παρὰ πάντας», ᾧ κατὰ πρόσωπον ὡμί‐ λει καὶ οὐ δι’ ἀδήλων ἢ ἐνυπνίων ἢ ἀγγέλων ἢ αἰνιγμάτων· οὗτος, ἡνίκα τὴν θείαν νομοθεσίαν διετάσσετο, διεῖλεν, τίνα μὲν χρὴ ὑπὸ τῶν ἀρχιερέων ἐπιτελεῖσθαι, τίνα δὲ ὑπὸ τῶν ἱερέων, τίνα δὲ ὑπὸ τῶν λευιτῶν, ἑκάστῳ τὴν οἰκείαν καὶ
40ἀνήκουσαν τῇ λειτουργίᾳ θρησκείαν ἀπονείμας. Καὶ ἅπερ μὲν τοῖς ἀρχιερεῦσιν προσετέτακτο ἐπιτελεῖν, τούτοις τοὺς
ἱερέας οὐ θεμιτὸν ἦν προσιέναι, καὶ ἅπερ δὲ τοῖς ἱερεῦσιν ὥριστο, τούτοις οἱ λευῖται οὐ προσῄεσαν, ἀλλ’ ἕκαστοι ἅσπερ εἰλήφασιν ὑπηρεσίας περιγεγραμμένας ἐφύλαττον· εἰ δέ τις
45πέρα τῆς παραδόσεως προσιέναι ἐβούλετο, θάνατος ἦν τὸ ἐπιτίμιον. Τοῦτο δὲ μάλιστα διέδειξεν καὶ ἡ κατὰ τὸν Σαοὺλ πεῖρα, ὃς θῦσαι νενομικὼς δίχα τοῦ προφήτου καὶ ἀρχιερέως Σαμουὴλ ἔσπασεν εἰς ἑαυτὸν ἁμαρτίαν καὶ κατάραν ἀναπόβλητον, καὶ οὐδὲ τὸ κεχρῖσθαι ὑπ’ αὐτοῦ εἰς βασιλέα

8

.

46

(50)

ἐδυσώπησε τὸν προφήτην. Ἐναργεστέρᾳ δὲ τῇ πράξει διέδειξεν ὁ Θεὸς τὰ κατὰ τὸν Ὀζίαν οὐκ ἐν μελλησμῷ τὰς ἐπὶ τῇ παρανομίᾳ εἰσπραξάμενος δίκας· καὶ ὁ τῆς ἀρχιερω‐ σύνης καταμανεὶς καὶ τῆς βασιλείας ἀλλότριος κατέστη. Τὰ δὲ καὶ ἐφ’ ἡμῶν ἴσως οὐκ ἀγνοεῖτε. Ἴστε γὰρ πάντως
55ἐπισκόπους παρ’ ἡμῶν ὀνομασθέντας καὶ πρεσβυτέρους καὶ διακόνους εὐχῇ καὶ χειρῶν ἐπιθέσει, τῇ διαφορᾷ τῶν ὀνο‐ μάτων καὶ τὴν διαφορὰν τῶν πραγμάτων δεικνύοντας· οὐ γὰρ ὁ βουλόμενος παρ’ ἡμῖν ἐπλήρου τὴν χεῖρα, ὥσπερ ἐπὶ τῆς κιβδήλου τῶν δαμάλεων ἐπὶ τοῦ Ἱεροβοὰμ παρα‐
60κεκομμένης ἱερωσύνης, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ. Εἰ μὲν γὰρ μὴ θεσμός τις ἦν καὶ τάξεων διαφορά, ἤρκει ἂν δι’ ἑνὸς ὀνόματος τὰ ὅλα τελεῖσθαι· ἀλλ’ ὑπὸ τοῦ Κυρίου διδαχθέντες ἀκολουθίαν πραγμάτων, τοῖς μὲν ἐπι‐
σκόποις τὰ τῆς ἀρχιερωσύνης ἐνείμαμεν, τοῖς δὲ πρεσβυτέροις
65τὰ τῆς ἱερωσύνης, τοῖς δὲ διακόνοις τὰ τῆς πρὸς ἀμφοτέρους διακονίας, ἵν’ ᾖ καθαρῶς τὰ τῆς θρησκείας ἐπιτελούμενα. Οὔτε γὰρ διάκονον προσφέρειν θυσίαν θεμιτὸν ἢ βαπτίζειν ἢ εὐλογίαν μικρὰν ἢ μεγάλην ποιεῖσθαι, οὔτε πρεσβύτερον χειροτονίας ἐπιτελεῖν· οὐ γὰρ ὅσιον ἀνεστράφθαι τὴν τάξιν.
70Οὐ γάρ ἐστιν ὁ Θεὸς ἀκαταστασίας, ἵνα οἱ ὑποβεβηκότες τὰ τῶν κρειττόνων τυραννικῶς σφετερίζωνται, νομοθεσίαν καινὴν ἀναπλάττοντες ἐπὶ κακῷ τῷ ἑαυτῶν, ἀγνοοῦντες ὅτι σκληρὸν αὐτοῖς πρὸς κέντρα λακτίζειν. Οὐ γὰρ ἡμᾶς ἢ τοὺς ἐπισκόπους πολεμοῦσιν οἱ τοιοῦτοι, ἀλλὰ τὸν τῶν
75πάντων ἐπίσκοπον καὶ τοῦ Πατρὸς ἀρχιερέα, Χριστὸν Ἰησοῦν τὸν Κύριον ἡμῶν. Ὑπὸ Μωϋσέως μὲν γὰρ τοῦ θεοφιλεστάτου κατεστάθησαν ἀρχιερεῖς καὶ ἱερεῖς καὶ λευῖται, ὑπὸ δὲ τοῦ σωτῆρος ἡμῶν ἡμεῖς οἱ δεκατρεῖς ἀπόστολοι, ὑπὸ δὲ τῶν ἀποστόλων ἐγὼ Κλήμης καὶ ἐγὼ
80Ἰάκωβος καὶ σὺν ἡμῖν ἕτεροι, ἵνα μὴ πάντας πάλιν κατα‐ λέγωμεν, κοινῇ δὲ καὶ ὑπὸ πάντων ἡμῶν πρεσβύτεροι καὶ διάκονοι καὶ ὑποδιάκονοι καὶ ἀναγνῶσται. Πρῶτος τοίνυν τῇ φύσει ἀρχιερεὺς ὁ μονογενὴς Χριστός, οὐχ ἑαυτῷ τὴν τιμὴν ἁρπάσας, ἀλλὰ παρὰ τοῦ
85Πατρὸς κατασταθείς· ὃς γενόμενος ἄνθρωπος δι’ ἡμᾶς καὶ τὴν πνευματικὴν θυσίαν προσφέρων τῷ Θεῷ αὐτοῦ καὶ
Πατρὶ πρὸ τοῦ πάθους, ἡμῖν διετάξατο μόνοις τοῦτο ποιεῖν, καίτοι ὄντων σὺν ἡμῖν καὶ ἑτέρων τῶν εἰς αὐτὸν πεπιστευ‐ κότων· ἀλλ’ οὐ πάντως πᾶς ὁ πιστεύσας ἤδη καὶ ἱερεὺς
90κατέστη ἢ ἀρχιερατικῆς ἀξίας ἔτυχεν. Μετὰ δὲ τὴν ἀνάληψιν αὐτοῦ ἡμεῖς προσενεγκόντες κατὰ τὴν διάταξιν αὐτοῦ θυσίαν καθαρὰν καὶ ἀναίμακτον, προεχειρισάμεθα ἐπι‐ σκόπους καὶ πρεσβυτέρους καὶ διακόνους ἑπτὰ τὸν ἀριθμόν. Ὧν εἷς ἦν Στέφανος ὁ μακάριος μάρτυς, οὐκ ἀπολει‐
95πόμενος ἡμῶν κατὰ τὴν πρὸς Θεὸν εὔνοιαν, ὃς τοσοῦτον τὴν θεοσέβειαν τῇ πίστει ἐνεδείξατο καὶ τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγάπην, ὡς ὑπὲρ αὐτοῦ δοῦναι καὶ τὴν ψυχήν, πρὸς τῶν κυριοκτόνων Ἰουδαίων λίθοις βληθείς· ἀλλ’ ὅμως ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνήρ, ὁ τῷ Πνεύματι

8

.

46

(100)

ζέων, ὁ τὸν Χριστὸν ὁρῶν ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ τὰς οὐρανίας πύλας ἀνεῳγμένας, οὐδαμοῦ φαίνεται τοῖς μὴ ἀνήκουσιν τῇ διακονίᾳ χρησάμενος, ἢ θυσίαν ἀνενεγκὼν ἢ χεῖρας ἐπιθείς τινι, ἀλλὰ τὸ τῆς διακονίας τάγμα φυλάξας μέχρι τέλους· οὕτω γὰρ ἔπρεπεν τῷ τοῦ Χριστοῦ μάρτυρι
105τὴν εὐταξίαν ἀποσῴζειν. Εἰ δὲ Φίλιππον τὸν διάκονον καὶ Ἀνανίαν τὸν πιστὸν ἀδελφὸν αἰτιῶνταί τινες, ὅτι ὁ μὲν τὸν εὐνοῦχον ἐβάπτισεν, ὁ δὲ ἐμὲ Παῦλον, ἀγνοοῦσιν
αὐτοὶ ὃ λέγομεν ἡμεῖς. Εἴπομεν γὰρ ὅτι οὐχ ἑαυτῷ τις ἁρπάζει τὸ ἱερατικὸν ἀξίωμα, ἀλλ’ ἢ παρὰ τοῦ Θεοῦ
110λαμβάνει ὡς Μελχισεδὲκ καὶ Ἰὼβ ἢ παρὰ ἀρχιερέως ὡς Ἀαρὼν παρὰ Μωϋσέως· οὐκοῦν καὶ Φίλιππος καὶ Ἀνανίας οὐχ ἑαυτοὺς προείλαντο, ἀλλ’ ὑπὸ τοῦ Χριστοῦ προεχειρί‐ σθησαν τοῦ ἀρχιερέως τοῦ ἀσυγκρίτου Θεοῦ.

8

.

47

αʹ. Ἐπίσκοπος τοίνυν ὑπὸ ἐπισκόπων χειροτονεῖται δύο ἢ τριῶν, πρεσβύτερος ὑπὸ ἑνὸς ἐπισκόπου καὶ διάκονος καὶ οἱ λοιποὶ κληρικοί. βʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος παρὰ τὴν ὑπὸ τοῦ
5Κυρίου διάταξιν τὴν ἐπὶ τῇ θυσίᾳ προσενέγκῃ ἕτερά τινα ἢ μέλι ἐπὶ τὸ τοῦ Θεοῦ θυσιαστήριον ἢ γάλα ἢ ἀντὶ οἴνου σίκερα ἐπιτηδευτὰ ἢ ὄρνεις ἢ ζῷά τινα ἢ ὄσπρια, παρὰ τὴν διάταξιν, καθαιρείσθω. γʹ. Τῷ καιρῷ τῷ δέοντι πλὴν νέων χίδρων ἢ σταφυλῆς
10μὴ ἐξὸν ἔστω προσάγεσθαί τι πρὸς τὸ θυσιαστήριον, καὶ ἔλαιον εἰς τὴν ἁγίαν λυχνίαν καὶ θυμίαμα τῷ καιρῷ τῆς
θείας προσφορᾶς. δʹ. Ἡ ἄλλη πᾶσα ὀπώρα εἰς οἶκον ἀποστελλέσθω ἀπαρχὴ τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις, ἀλλὰ μὴ πρὸς τὸ
15θυσιαστήριον· δῆλον δὲ ὡς ὁ ἐπίσκοπος καὶ οἱ πρεσβύτεροι ἐπιμερίζουσιν καὶ τοῖς διακόνοις καὶ τοῖς λοιποῖς κληρικοῖς. εʹ. Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τὴν ἑαυτοῦ γυναῖκα μὴ ἐκβαλλέτω προφάσει εὐλαβείας· ἐὰν δὲ ἐκβάλῃ, ἀφοριζέσθω, ἐπιμένων καθαιρείσθω.
20 ϛʹ. Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος κοσμικὰς φροντί‐ δας μὴ ἀναλαμβανέτω· εἰ δὲ μή, καθαιρείσθω. ζʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τὴν ἁγίαν τοῦ πάσχα ἡμέραν πρὸ τῆς ἐαρινῆς ἰσημερίας μετὰ Ἰουδαίων ἐπιτελέσῃ, καθαιρείσθω.
25 ηʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ προσφορᾶς γενομένης μὴ μεταλά‐ βοι, ἢ τὴν αἰτίαν εἰπάτω καί, ἐὰν ᾖ εὔλογος, συγγνώμης τυγχανέτω· ἢ ἐὰν μὴ λέγῃ, ἀφοριζέσθω, ὡς αἴτιος βλάβης γενηθεὶς τῷ λαῷ καὶ ὑπόνοιαν ἐμποιήσας κατὰ τοῦ προσε‐
30νέγκαντος ὡς μὴ ὑγιῶς ἀνενεγκόντος. θʹ. Πάντας τοὺς εἰσιόντας πιστοὺς καὶ τῶν γραφῶν ἀκούοντας, μὴ παραμένοντας δὲ τῇ προσευχῇ καὶ τῇ ἁγίᾳ μεταλήψει, ὡς ἂν ἀταξίαν ἐμποιοῦντας τῇ Ἐκκλησίᾳ ἀφο‐ ρίζεσθαι χρή.
35ιʹ. Εἴ τις ἀκοινωνήτῳ κἂν ἐν οἴκῳ συνεύξηται, οὗτος
ἀφοριζέσθω. ιαʹ. Εἴ τις καθῃρημένῳ κληρικὸς ὢν ὡς κληρικῷ συνεύ‐ ξηται, καθαιρείσθω καὶ αὐτός. ιβʹ. Εἴ τις κληρικὸς ἢ λαϊκός, ἀφωρισμένος ἤτοι δεκτός,
40ἀπελθὼν ἐν ἑτέρᾳ πόλει δεχθῇ ἄνευ γραμμάτων συστατικῶν, ἀφοριζέσθωσαν οἱ δεξάμενοι καὶ ὁ δεχθείς. ιγʹ. Εἰ δὲ ἀφωρισμένος ᾖ, ἐπιτεινέσθω αὐτῷ ὁ ἀφορισμὸς ὡς ψευσαμένῳ καὶ ἀπατήσαντι Ἐκκλησίαν Θεοῦ. ιδʹ. Ἐπίσκοπον μὴ ἐξεῖναι καταλείψαντα τὴν ἑαυτοῦ
45παροικίαν ἑτέρᾳ ἐπιπηδᾶν, κἂν ὑπὸ πλειόνων ἀναγκάζηται, εἰ μή τις εὔλογος αἰτία ᾖ ἡ τοῦτο βιαζομένη αὐτὸν ποιεῖν, ὡς πλεῖόν τι κέρδος δυναμένου αὐτοῦ τοῖς ἐκεῖσε λόγῳ εὐσεβείας συμβάλλεσθαι· καὶ τοῦτο δὲ οὐκ ἀφ’ ἑαυτοῦ, ἀλλὰ κρίσει πολλῶν ἐπισκόπων καὶ παρακλήσει μεγίστῃ.

8

.

47

(50)

ιεʹ. Εἴ τις πρεσβύτερος ἢ διάκονος ἢ ὅλως τοῦ καταλόγου τῶν κληρικῶν, ἀπολείψας τὴν ἑαυτοῦ παροικίαν, εἰς ἑτέραν ἀπέλθοι καὶ παντελῶς διαστὰς διατρίβοι ἐν ἄλλῃ παροικίᾳ παρὰ γνώμην τοῦ ἰδίου ἐπισκόπου· τοῦτον κελεύομεν μηκέτι λειτουργεῖν, εἰ μάλιστα προσκαλουμένου αὐτὸν ἐπανελθεῖν
55τοῦ ἐπισκόπου οὐχ ὑπήκουσεν, ἐπιμένων τῇ ἀταξίᾳ· ὡς λαϊκὸς μέντοι ἐκεῖσε κοινωνείτω. ιϛʹ. Εἰ δὲ ὁ ἐπίσκοπος, παρ’ ᾧ τυγχάνουσιν, παρ’ οὐδὲν ἡγησάμενος τὴν κατ’ αὐτῶν ὁρισθεῖσαν ἀργίαν, δέξηται αὐτοὺς ὡς κληρικούς, ἀφοριζέσθω ὡς διδάσκαλος ἀταξίας.
60 ιζʹ. Ὁ δυσὶ γάμοις συμπλακεὶς μετὰ τὸ βάπτισμα ἢ παλλακὴν κτησάμενος οὐ δύναται εἶναι ἐπίσκοπος ἢ πρεσβύ‐
τερος ἢ διάκονος ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ. ιηʹ. Ὁ χήραν λαβὼν καὶ ἐκβεβλημένην ἢ ἑταίραν ἢ οἰκέτιν ἢ τῶν ἐπὶ τῆς σκηνῆς οὐ δύναται εἶναι ἐπίσκοπος ἢ
65πρεσβύτερος ἢ διάκονος ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ. ιθʹ. Ὁ δύο ἀδελφὰς ἀγαγόμενος ἢ ἀδελφιδῆν οὐ δύναται εἶναι κληρικός. κʹ. Κληρικὸς ἐγγύας διδοὺς καθαιρείσθω. καʹ. Εὐνοῦχος εἰ μὲν ἐξ ἐπηρείας ἀνθρώπων ἐγένετό τις
70ἢ ἐν διωγμῷ ἀφῃρέθη τὰ ἀνδρῶν ἢ οὕτως ἔφυ, καὶ ἔστιν ἄξιος ἐπισκοπῆς, γινέσθω. κβʹ. Ὁ ἀκρωτηριάσας ἑαυτὸν μὴ γινέσθω κληρικός· αὐτοφονευτὴς γάρ ἐστιν καὶ τῆς τοῦ Θεοῦ δημιουργίας ἐχθρός.
75 κγʹ. Εἴ τις κληρικὸς ὢν ἑαυτὸν ἀκρωτηριάσῃ, καθαιρείσθω· φονεὺς γάρ ἐστιν ἑαυτοῦ. κδʹ. Λαϊκὸς ἑαυτὸν ἀκρωτηριάσας ἀφοριζέσθω ἔτη τρία· ἐπίβουλος γάρ ἐστιν τῆς ἑαυτοῦ ζωῆς. κεʹ. Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ὁ πορνείᾳ ἢ
80ἐπιορκίᾳ ἢ κλοπῇ ἁλοὺς καθαιρείσθω, καὶ μὴ ἀφοριζέσθω· λέγει γὰρ ἡ γραφή· «Οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτό». Ὡσαύτως καὶ οἱ λοιποὶ κληρικοί. κϛʹ. Τῶν εἰς κλῆρον παρελθόντων ἀγάμων κελεύομεν βουλομένους γαμεῖν ἀναγνώστας καὶ ψάλτας μόνους.
85κζʹ. Ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον τύπτοντα
πιστοὺς ἁμαρτήσαντας ἢ ἀπίστους ἀδικήσαντας καὶ διὰ τῶν τοιούτων φοβεῖν ἐθέλοντα καθαιρεῖσθαι προστάσσομεν· οὐδαμοῦ γὰρ ἡμᾶς ὁ Κύριος τοῦτο ἐδίδαξεν, τοὐναντίον δὲ αὐτὸς τυπτόμενος οὐκ ἀντέτυπτεν, λοιδορούμενος οὐκ ἀντε‐
90λοιδόρει, πάσχων οὐκ ἠπείλει. κηʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος, καθαι‐ ρεθεὶς δικαίως ἐπὶ ἐγκλήμασι φανεροῖς, τολμήσειεν ἐφά‐ ψασθαι τῆς ποτε ἐγχειρισθείσης αὐτῷ λειτουργίας, οὗτος παντάπασιν ἐκκοπτέσθω τῆς Ἐκκλησίας.
95 κθʹ. Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένηται ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω παντάπασιν καὶ τῆς κοινωνίας, ὡς Σίμων ὁ μάγος ὑπ’ ἐμοῦ Πέτρου. λʹ. Εἴ τις ἐπίσκοπος, κοσμικοῖς ἄρχουσι χρησάμενος,

8

.

47

(100)

δι’ αὐτῶν ἐγκρατὴς Ἐκκλησίας γένηται, καθαιρείσθω καὶ ἀφοριζέσθω, καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες. λαʹ. Εἴ τις πρεσβύτερος, καταφρονήσας τοῦ ἰδίου ἐπισκό‐ που, χωρὶς συναγάγῃ καὶ θυσιαστήριον ἕτερον πήξῃ, μηδὲν κατεγνωκὼς τοῦ ἐπισκόπου ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ
105καθαιρείσθω ὡς φίλαρχος, τύραννος γάρ ἐστιν, καὶ οἱ λοιποὶ κληρικοί, ὅσοι ἂν αὐτῷ προσθῶνται· οἱ δὲ λαϊκοὶ ἀφορι‐ ζέσθωσαν. Ταῦτα δὲ μετὰ μίαν καὶ δευτέραν ἢ καὶ τρίτην τοῦ ἐπισκόπου παράκλησιν γινέσθω. λβʹ. Εἴ τις πρεσβύτερος ἢ διάκονος ὑπὸ ἐπισκόπου γένηται
110ἐν ἀφορισμῷ, τοῦτον μὴ ἐξεῖναι παρ’ ἑτέρου δεχθῆναι, ἀλλ’ ἢ παρὰ τοῦ ἀφορίσαντος αὐτόν, εἰ μὴ ἂν κατὰ συγκυρίαν τελευτήσῃ ὁ ἀφορίσας αὐτὸν ἐπίσκοπος. λγʹ. Μηδένα τῶν ξένων ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων ἄνευ συστατικῶν προσδέχεσθε γραμμάτων· καὶ
115ἐπιφερομένων δὲ αὐτῶν ἀνακρινέσθωσαν, καὶ ἐὰν μὲν ὦσιν κήρυκες τῆς εὐσεβείας, προσδεχέσθωσαν, εἰς δὲ μήγε, τὰ πρὸς τὰς χρείας αὐτοῖς ἐπιχορηγήσαντες εἰς κοινωνίαν αὐτοὺς μὴ προσδέξησθε· πολλὰ γὰρ καὶ κατὰ συναρπαγὴν γίνεται. λδʹ. Τοὺς ἐπισκόπους ἑκάστου ἔθνους εἰδέναι χρὴ τὸν ἐν
120αὐτοῖς πρῶτον καὶ ἡγεῖσθαι αὐτὸν ὡς κεφαλὴν καὶ μηδέν τι περιττὸν πράττειν ἄνευ τῆς ἐκείνου γνώμης, ἐκεῖνα δὲ μόνα ἕκαστον, ὅσα τῇ αὐτοῦ παροικίᾳ ἐπιβάλλει καὶ ταῖς ὑπ’ αὐτὴν χώραις· ἀλλὰ μηδὲ ἐκεῖνος ἄνευ τῆς πάντων γνώμης ποιείτω τι· οὕτω γὰρ ὁμόνοια ἔσται, καὶ δοξασθήσεται ὁ
125Θεὸς διὰ Χριστοῦ ἐν τῷ ἁγίῳ Πνεύματι. λεʹ. Ἐπίσκοπον μὴ τολμᾶν ἔξω τῶν ἑαυτοῦ ὅρων χειρο‐ τονίας ποιεῖσθαι εἰς τὰς μὴ ὑποκειμένας αὐτῷ πόλεις καὶ χώρας· εἰ δὲ ἐλεγχθείη τοῦτο πεποιηκὼς παρὰ τὴν τῶν κατεχόντων τὰς πόλεις ἐκείνας ἢ τὰς χώρας γνώμην,
130καθαιρείσθω καὶ αὐτὸς καὶ οὓς ἐχειροτόνησεν. λϛʹ. Εἴ τις χειροτονηθεὶς ἐπίσκοπος μὴ καταδέχοιτο τὴν
λειτουργίαν καὶ τὴν φροντίδα τοῦ λαοῦ τὴν ἐγχειρισθεῖσαν αὐτῷ, τοῦτον ἀφωρισμένον τυγχάνειν, ἕως ἂν καταδέξηται· ὡσαύτως καὶ πρεσβύτερος καὶ διάκονος. Εἰ δὲ ἀπελθὼν μὴ
135δεχθείη, οὐ παρὰ τὴν ἑαυτοῦ γνώμην, ἀλλὰ παρὰ τὴν τοῦ λαοῦ μοχθηρίαν, αὐτὸς μὲν ἔστω ἐπίσκοπος, ὁ δὲ κλῆρος τῆς πόλεως ἀφοριζέσθω, ὅτι τοιούτου λαοῦ ἀνυποτάκτου παιδευταὶ οὐκ ἐγένοντο. λζʹ. Δεύτερον τοῦ ἔτους σύνοδος γινέσθω τῶν ἐπισκόπων,
140καὶ ἀνακρινέτωσαν ἀλλήλους τὰ δόγματα τῆς εὐσεβείας, καὶ τὰς ἐμπιπτούσας ἐκκλησιαστικὰς ἀντιλογίας διαλυέτω‐ σαν· ἅπαξ μὲν τῇ τετάρτῃ ἑβδομάδι τῆς Πεντηκοστῆς, δεύτερον δὲ Ὑπερβερεταίου δωδεκάτῃ. ληʹ. Πάντων τῶν ἐκκλησιαστικῶν πραγμάτων ὁ ἐπίσκοπος
145ἐχέτω τὴν φροντίδα, καὶ διοικείτω αὐτὰ ὡς Θεοῦ ἐφορῶντος· μὴ ἐξεῖναι δὲ αὐτῷ σφετερίζεσθαί τι ἐξ αὐτῶν ἢ συγγενέσιν ἰδίοις τὰ τοῦ Θεοῦ χαρίζεσθαι· εἰ δὲ πένητες ὦσιν, ἐπιχο‐ ρηγείτω ὡς πένησιν, ἀλλὰ μὴ προφάσει τούτων τὰ τῆς Ἐκκλησίας ἀπεμπολείτω.

8

.

47

(150)

λθʹ. Οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι ἄνευ γνώμης τοῦ ἐπισκόπου μηδὲν ἐπιτελείτωσαν· αὐτὸς γάρ ἐστιν ὁ πεπι‐ στευμένος τὸν λαὸν Κυρίου καὶ τὸν ὑπὲρ τῶν ψυχῶν αὐτῶν λόγον ἀπαιτηθησόμενος. μʹ. Ἔστω φανερὰ τὰ ἴδια τοῦ ἐπισκόπου πράγματα, εἴγε
155καὶ ἴδια ἔχει, καὶ φανερὰ τὰ κυριακά, ἵνα ἐξουσίαν ἔχῃ τῶν ἰδίων τελευτῶν ὁ ἐπίσκοπος ὡς βούλεται καὶ οἷς βούλεται καταλεῖψαι, καὶ μὴ προφάσει τῶν ἐκκλησιαστικῶν πραγμά‐
των διαπίπτειν τὰ τοῦ ἐπισκόπου ἔσθ’ ὅτε γυναῖκα καὶ παῖδας κεκτημένου ἢ συγγενεῖς ἢ οἰκέτας· δίκαιον γὰρ
160τοῦτο παρὰ Θεῷ καὶ ἀνθρώποις, τὸ μήτε τὴν Ἐκκλησίαν ζημίαν τινὰ ὑπομένειν ἀγνοίᾳ τῶν τοῦ ἐπισκόπου πραγμάτων, μήτε τὸν ἐπίσκοπον ἢ τοὺς αὐτοῦ συγγενεῖς προφάσει τῆς Ἐκκλησίας δημεύεσθαι, ἢ καὶ εἰς πράγματα ἐμπίπτειν τοὺς αὐτῷ διαφέροντας, καὶ τὸν αὐτοῦ θάνατον δυσφημίᾳ περιβάλ‐
165λεσθαι. μαʹ. Προστάσσομεν τὸν ἐπίσκοπον ἐξουσίαν ἔχειν τῶν τῆς Ἐκκλησίας πραγμάτων· εἰ γὰρ τὰς τιμίας τῶν ἀνθρώ‐ πων ψυχὰς αὐτῷ πιστευτέον, πολλῷ ἂν δέοι περὶ τῶν χρημάτων ἐντέλλεσθαι, ὥστε κατὰ τὴν αὐτοῦ ἐξουσίαν πάντα διοικεῖσθαι
170τοῖς δεομένοις διὰ τῶν πρεσβυτέρων καὶ τῶν διακόνων καὶ ἐπιχορηγεῖσθαι μετὰ φόβου Θεοῦ καὶ πάσης εὐλαβείας, μετα‐ λαμβάνειν δὲ καὶ αὐτὸν τῶν δεόντων, εἴγε δέοιτο, εἰς τὰς ἀναγκαίας αὐτοῦ καὶ τῶν ἐπιξενουμένων ἀδελφῶν χρείας, ὡς κατὰ μηδένα τρόπον αὐτοὺς ὑστερεῖσθαι. Ὁ γὰρ νόμος
175τοῦ Θεοῦ διετάξατο τοὺς τῷ θυσιαστηρίῳ παραμένοντας ἐκ τοῦ θυσιαστηρίου τρέφεσθαι, ἐπείπερ οὐδὲ στρατιώτης ἰδίοις ὀψωνίοις ὅπλα κατὰ πολεμίων ἐπιφέρεται. μβʹ. Ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον κύβοις σχο‐ λάζοντα καὶ μέθαις ἢ παυσάσθαι ἢ καθαιρείσθαι.
180 μγʹ. Ὑποδιάκονος ἢ ἀναγνώστης ἢ ψάλτης τὰ ὅμοια ποιῶν ἢ παυσάσθω ἢ ἀφοριζέσθω· ὡσαύτως καὶ λαϊκός. μδʹ. Ἐπίσκοπος ἢ πρεσβύρετος ἢ διάκονος τόκους
ἀπαιτῶν τοὺς δανεισαμένους ἢ παυσάσθω ἢ καθαιρείσθω. μεʹ. Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος αἱρετικοῖς
185συνευξάμενοι μόνον ἀφοριζέσθωσαν· εἰ δὲ καὶ ἐπέτρεψαν αὐτοῖς ὡς κληρικοῖς ἐνεργῆσαι, καθαιρείσθωσαν. μϛʹ. Ἐπίσκοπον ἢ πρεσβύτερον αἱρετικῶν δεξαμένους βάπτισμα ἢ θυσίαν καθαιρεῖσθαι προστάσσομεν. «Τίς γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; Ἢ τίς μερὶς πιστῷ
190μετὰ ἀπίστου;» μζʹ. Ἐπίσκοπος ἢ πρεσβύτερος τὸν κατὰ ἀλήθειαν ἔχοντα βάπτισμα ἐὰν ἄνωθεν βαπτίσῃ, ἢ τὸν μεμολυσμένον παρὰ τῶν ἀσεβῶν ἐὰν μὴ βαπτίσῃ, καθαιρείσθω ὡς γελῶν τὸν σταυρὸν καὶ τὸν τοῦ Κυρίου θάνατον καὶ μὴ διακρίνων
195ἱερέας ψευδιερέων. μηʹ. Εἴ τις λαϊκὸς τὴν ἑαυτοῦ γυναῖκα ἐκβαλὼν ἑτέραν λάβοι ἢ παρὰ ἄλλου ἀπολελυμένην, ἀφοριζέσθω. μθʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος κατὰ τὴν τοῦ κυρίου διάταξιν μὴ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα

8

.

47

(200)

βαπτίσῃ, ἀλλὰ εἰς τρεῖς ἀνάρχους ἢ εἰς τρεῖς υἱοὺς ἢ εἰς τρεῖς παρακλήτους, καθαιρείσθω. νʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος μὴ τρία βαπτίσματα μιᾶς μυήσεως ἐπιτελέσῃ, ἀλλὰ ἓν βάπτισμα τὸ εἰς τὸν
θάνατον τοῦ Κυρίου διδόμενον, καθαιρείσθω· οὐ γὰρ εἶπεν
205ὁ Κύριος ἡμῖν· «Εἰς τὸν θάνατόν μου βαπτίσατε», ἀλλά· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Διδασκέσθω μέντοι ὁ βαπτιζόμενος, ὅτι 〈ὁ ἀγέννητος
210Θεὸσ〉 οὐκ ἐσταυρώθη οὔτε γέννησιν ἀνθρώπου ὑπέμεινεν, 〈ἀβασίλευτος ὢν οὐδὲ ἄλλου θελήσει ἢ γνώμῃ ὑποχείριοσ〉· οὔτε δὲ 〈ὁ παράκλητοσ〉 ἄνθρωπος ἐγένετο 〈καὶ οὕτως ἦλθεν εἰς τόνδε τὸν κόσμον〉 ἀλλ’ οὔτε τὸ πάθος ὑπέστη 〈ὁ ἄσαρκοσ〉· οὐ γὰρ ἐσαρκώθη· ἐλυτρώσατο δὲ τὸν κόσμον
215τῆς ἐπικειμένης ὀργῆς 〈μόνοσ〉 ὁ μονογενὴς Υἱός· ἐνηνθρώ‐ πησε γὰρ φιλανθρωπίᾳ, ἑαυτῷ σῶμα ἐκ παρθένου ἀναπλάσας —«Ἡ γὰρ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον»—ὡς δημιουργός· σταυρὸν δὲ ὑπέμεινεν ἑκὼν 〈συγχωρήσει Πατρόσ〉, ἐξείλατο δὲ τὸν κόσμον τῆς ἐπικειμένης ὀργῆς
220〈ὡς ἀρχιερεύσ〉. Βαπτιζόμεθα οὖν εἰς τὸ ὄνομα τοῦ Πατρός, οὐχ ὡς ἀνθρώπου γενομένου ἢ παθόντος, 〈οὐχ ὡς ἀρχιερέως τινός, ἀλλ’ ὡς αὐθέντου, εὐδοκήσαντος μὲν τῇ γεννήσει, συγχω‐ ρήσαντος δὲ τὸ πάθος, προσδεξαμένου δὲ τὴν μεσιτείαν
225τοῦ ἀρχιερέωσ〉· εἰς δὲ τὸ ὄνομα τοῦ Υἱοῦ 〈οὐχ ὡς αὐθέντου, οὐχ ὡς προσδεξαμένου, οὐχ ὡς συγχωρήσαντος, ἀλλ’〉 ὡς ὑποστάντος γέννησιν, ὡς ὑπομείναντος σταυρόν, ὡς ἀπο‐ θανόντος καὶ ἀναστάντος· εἰς τὸ ὄνομα δὲ τοῦ 〈παρακλήτου, οὔτε ὡς Πατρὸς οὔτε ὡς Υἱοῦ ἀλλ’ ὡς μαρτυροῦντος τῇ
230τε εὐδοκίᾳ τοῦ Θεοῦ καὶ τῇ συγχωρήσει καὶ τῇ ἐν πᾶσιν
ὑπακοῇ τοῦ μονογενοῦσ〉. Οἱ δὲ μὴ οὕτω βαπτίζοντες ὡς ἀγνοοῦντες τὸ μυστήριον τῆς εὐσεβείας καθαιρείσθωσαν. Ὁ 〈γὰρ〉 τὸν Πατέρα πεπονθέναι λέγων ἀσεβεῖ Ἰουδαίων βαρύτερα, μετὰ Χριστοῦ
235καὶ τὸν Πατέρα προσηλῶν· ὁ δὲ τὸν Υἱὸν ἀρνούμενος τὸν μονογενῆ δι’ ἡμᾶς σαρκωθῆναι καὶ σταυρὸν ὑπομεμενηκέναι θεομάχος ἐστὶ καὶ τῶν ἁγίων πολέμιος· ὁ δὲ τὸν 〈παρά‐ κλητον〉 Πατέρα ὀνομάζων ἢ Υἱὸν ἀνεπιστήμων ἐστὶ καὶ ἀνόητος, 〈τὸν διάκονον τοῦ μονογενοῦς συνδημιουργὸν καὶ
240συμπρονοητὴν καὶ συννομοθέτην καὶ συγκριτὴν καὶ συναίτιον τῆς ἀναστάσεως ἢ ἀρχιερέα ὁμότιμον τῷ Υἱῷ ἢ τῷ Πατρὶ ἀποδεικνύων, ἢ δύο ἀνάρχους δοξάζων ἢ δύο πατέρας λέγων, ἀνήκοος τοῦ λέγοντος· «Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν.» Ταῦτα〉 ἐφ’ ἡμῶν γὰρ Σίμων ὁ μάγος ἐξηρεύξατο,
245σπάσας τῷ λαῷ πλάνον καὶ ἄστατον καὶ πονηρὸν εἰς ἑαυτὸν τὸ πνεῦμα, καὶ ἕνα τριώνυμον εἶναι φλυαρήσας τὸν Θεόν, ποτὲ δὲ καὶ τὸ πάθος τοῦ Χριστοῦ καὶ τὴν γέννησιν περι‐ κόψας. Ὑμεῖς οὖν, ὦ ἐπίσκοποι, εἰς ἕνα 〈Θεὸν〉 Πατέρα καὶ

8

.

47

(250)

Υἱὸν καὶ ἅγιον Πνεῦμα τρίτον βαπτίσατε κατὰ τὴν τοῦ Κυρίου γνώμην καὶ τὴν ἡμετέραν ἐν Πνεύματι διάταξιν. ναʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὅλως ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ γάμου καὶ κρεῶν καὶ οἴνου οὐ δι’ ἄσκησιν, ἀλλὰ διὰ βδελυρίαν ἀπέχεται, ἐπιλα‐
255θόμενος, ὅτι· «Πάντα καλὰ λίαν» καὶ ὅτι· «Ἄρσεν καὶ θῆλυ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον», ἀλλὰ βλασφημῶν διαβάλλει τὴν δημιουργίαν, ἢ διορθούσθω ἢ καθαιρείσθω
καὶ τῆς Ἐκκλησίας ἀποβαλλέσθω· ὡσαύτως καὶ λαϊκός. νβʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος τὸν ἐπιστρέφοντα
260ἀπὸ ἁμαρτίας οὐ προσδέχεται, ἀλλὰ ἀποβάλλεται, καθαι‐ ρείσθω, ὅτι λυπεῖ τὸν Χριστὸν τὸν εἰπόντα· «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» νγʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἐν ταῖς ἡμέραις τῶν ἑορτῶν οὐ μεταλαμβάνει κρεῶν ἢ οἴνου, καθαι‐
265ρείσθω ὡς κεκαυτηριασμένος τὴν συνείδησιν καὶ αἴτιος σκανδάλου πολλοῖς γενόμενος. νδʹ. Εἴ τις κληρικὸς ἐν καπηλείῳ φωραθῇ ἐσθίων, ἀφορι‐ ζέσθω, παρὲξ τοῦ ἐν πανδοχείῳ ἐν ὁδῷ δι’ ἀνάγκην καταλύειν. νεʹ. Εἴ τις κληρικὸς ὑβρίσει τὸν ἐπίσκοπον ἀδίκως, καθαι‐
270ρείσθω. «Ἄρχοντα γάρ, φησί, τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» νϛʹ. Εἴ τις κληρικὸς ὑβρίσει πρεσβύτερον ἢ διάκονον, ἀφοριζέσθω. νζʹ. Εἴ τις κληρικὸς κωφὸν ἢ χωλὸν ἢ τυφλὸν ἢ τὰς
275βάσεις πεπηρωμένον χλευάσῃ, ἀφοριζέσθω· ὡσαύτως καὶ λαϊκός. νηʹ. Ἐπίσκοπος ἢ πρεσβύτερος ἀμελῶν τοῦ κλήρου ἢ τοῦ λαοῦ καὶ μὴ παιδεύων αὐτοὺς τὴν εὐσέβειαν ἀφοριζέσθω,
ἢ ἐπιμένων τῇ ῥᾳθυμίᾳ καθαιρείσθω.
280 νθʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος, τινὸς τῶν κληρικῶν ἐνδεοῦς ὄντος, μὴ ἐπιχορηγεῖ τὰ δέοντα, ἀφοριζέσθω· ἐπι‐ μένων δὲ καθαιρείσθω, ὡς φονεὺς τοῦ ἀδελφοῦ αὐτοῦ. ξʹ. Εἴ τις τὰ ψευδεπίγραφα βιβλία τῶν ἀσεβῶν ὡς ἅγια ἐπὶ τῆς Ἐκκλησίας δημοσιεύει ἐπὶ λύπῃ τοῦ λαοῦ καὶ τοῦ
285κλήρου, καθαιρείσθω. ξαʹ. Εἴ τις κατηγορία γένηται κατὰ πιστοῦ πορνείας ἢ μοιχείας ἢ ἄλλης τινὸς ἀπηγορευμένης πράξεως καὶ ἐλεγχθῇ, εἰς κλῆρον μὴ προαγέσθω. ξβʹ. Εἴ τις κληρικὸς διὰ φόβον ἀνθρώπινον Ἰουδαίου ἢ
290Ἕλληνος ἢ αἱρετικοῦ ἀρνήσηται, εἰ μὲν τὸ ὄνομα τοῦ Χριστοῦ, ἀποβαλλέσθω, εἰ δὲ τὸ ὄνομα τοῦ κληρικοῦ, καθαι‐ ρείσθω· μετανοήσας δὲ ὡς λαϊκὸς προσδεχέσθω. ξγʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὅλως ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ φάγῃ κρέας ἐν αἵματι
295ψυχῆς αὐτοῦ ἢ θηριάλωτον ἢ θνησιμαῖον, καθαιρείσθω, τοῦτο γὰρ ὁ νόμος ἀπεῖπεν· ἐὰν δὲ λαϊκὸς ᾖ, ἀφοριζέσθω. ξδʹ. Εἴ τις κληρικὸς εὑρεθῇ τὴν κυριακὴν ἡμέραν ἢ τὸ σάββατον νηστεύων πλὴν τοῦ ἑνὸς σαββάτου, καθαιρείσθω· ἐὰν δὲ λαϊκός, ἀφοριζέσθω.

8

.

47

(300)

ξεʹ. Εἴ τις κληρικὸς ἢ λαϊκὸς εἰσέλθοι εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν προσεύξασθαι, καθαιρείσθω καὶ ἀφο‐
ριζέσθω. ξϛʹ. Εἴ τις κληρικὸς ἐν μάχῃ τινὰ κρούσας καὶ ἀπὸ τοῦ ἑνὸς κρούσματος ἀποκτείνῃ, καθαιρείσθω διὰ τὴν προπέτειαν
305αὐτοῦ· ἐὰν δὲ λαϊκὸς ᾖ, ἀφοριζέσθω. ξζʹ. Εἴ τις παρθένον ἀμνήστευτον βιασάμενος ἔχῃ, ἀφορι‐ ζέσθω· μὴ ἐξεῖναι δὲ αὐτῷ ἑτέραν λαμβάνειν, ἀλλ’ ἐκείνην κατέχειν, ἣν καὶ ᾑρετίσατο, κἂν πενιχρὰ τυγχάνῃ. ξηʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος δευτέραν
310χειροτονίαν δέξηται παρά τινος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, εἰ μὴ δείξῃ παρὰ αἱρετικῶν αὐτὸν ἔχειν τὴν χειροτονίαν· τοὺς γὰρ παρὰ τοιούτων βαπτισθέντας ἢ χειροτονηθέντας οὔτε πιστοὺς οὔτε κληρικοὺς εἶναι δυνατόν. ξθʹ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὑπο‐
315διάκονος ἢ ἀναγνώστης ἢ ψάλτης τὴν ἁγίαν τεσσαρακοστὴν οὐ νηστεύει ἢ παρασκευὴν ἢ τετράδα, καθαιρείσθω, ἐκτὸς εἰ μὴ δι’ ἀσθένειαν σωματικὴν ἐμποδίζοιτο· ἐὰν δὲ λαϊκὸς ᾖ, ἀφοριζέσθω. οʹ. Εἴ τις ἐπίσκοπος ἢ ἄλλος κληρικὸς νηστεύει μετὰ
320Ἰουδαίων ἢ ἑορτάζει μετ’ αὐτῶν ἢ δέχεται αὐτῶν τὰ τῆς ἑορτῆς ξένια, οἷον ἄζυμα ἤ τι τοιοῦτον, καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω. οαʹ. Εἴ τις Χριστιανὸς ἔλαιον ἀπενέγκοι εἰς ἱερὸν ἐθνῶν
ἢ εἰς συναγωγὴν Ἰουδαίων ἢ λύχνους, ἀφοριζέσθω.
325 οβʹ. Εἴ τις κληρικὸς ἢ λαϊκὸς ἀπὸ τῆς ἁγίας ἐκκλησίας ἀφέληται κηρὸν ἢ ἔλαιον, ἀφοριζέσθω καὶ τὸ ἐπίπεμπτον προστιθέτω μεθ’ οὗ ἔλαβεν. ογʹ. Σκεῦος ἀργύρου ἢ χρυσοῦ ἢ ὀθόνης ἁγιασθὲν μηδεὶς ἔτι εἰς οἰκείαν χρῆσιν σφετεριζέσθω, παράνομον γάρ· εἰ
330δέ τις φωραθείη, ἐπιτιμάσθω ἀφορισμῷ. οδʹ. Ἐπίσκοπον κατηγορηθέντα ἐπί τινι ὑπὸ ἀξιοπίστων καὶ πιστῶν ἀνθρώπων, καλεῖσθαι αὐτὸν ἀναγκαῖον ὑπὸ τῶν ἐπισκόπων· κἂν μὲν ἀπαντήσῃ καὶ ὁμολογήσῃ, ἐλεγχθέντος αὐτοῦ ὁριζέσθω τὸ ἐπιτίμιον· ἐὰν δὲ καλούμενος μὴ ὑπα‐
335κούσῃ, καλείσθω καὶ δεύτερον, ἀποστελλομένων ἐπ’ αὐτὸν δύο ἐπισκόπων· ἐὰν δὲ καὶ οὕτως μὴ ὑπακούσῃ, καλείσθω καὶ τρίτον, δύο πάλιν ἐπισκόπων ἀποσταλέντων πρὸς αὐτόν· ἐὰν δὲ καὶ οὕτω καταφρονήσας μὴ ἀπαντήσῃ, ἡ σύνοδος ἀποφαινέσθω τὰ κατ’ αὐτοῦ δόξαντα, ὅπως μὴ δόξῃ κερδαί‐
340νειν φυγοδικῶν. οεʹ. Εἰς μαρτυρίαν τὴν κατὰ ἐπισκόπου αἱρετικὸν μὴ προσδέχεσθε, ἀλλὰ μηδὲ πιστὸν ἕνα· «Ἐπὶ στόματος γὰρ δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» οϛʹ. Ὅτι μὴ χρὴ τὸν ἐπίσκοπον τῷ ἀδελφῷ ἢ τῷ υἱῷ
345ἢ ἑτέρῳ συγγενεῖ χαριζόμενον τὸ ἀξίωμα τῆς ἐπισκοπῆς χειροτονεῖν οὓς αὐτὸς βούλεται· κληρονόμους γὰρ τῆς ἐπι‐ σκοπῆς αὐτοῦ ποιεῖσθαι οὐ δίκαιον, τὰ τοῦ Θεοῦ χαριζόμενον πάθει ἀνθρωπίνῳ· οὐ γὰρ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν ὑπὸ κληρονομίαν ὀφείλει τιθέναι. Εἰ δέ τις τοῦτο ποιήσει, ἄκυρος

8

.

47

(350)

μὲν ἔστω ἡ χειροτονία, αὐτὸς δὲ ἐπιτιμάσθω ἀφορισμῷ. οζʹ. Ἐάν τις ἀνάπηρος ᾖ τὸν ὀφθαλμὸν ἢ τὸ σκέλος πεπληγμένος, ἄξιος δὲ ᾖ εἰς ἐπισκοπήν, γινέσθω· οὐ γὰρ λώβη σώματος αὐτὸν μιαίνει, ἀλλὰ ψυχῆς μολυσμός. οηʹ. Κωφὸς δὲ ὢν καὶ τυφλὸς μὴ γινέσθω ἐπίσκοπος,
355οὐχ ὡς μεμιαμμένος, ἀλλ’ ἵνα μὴ τὰ ἐκκλησιαστικὰ παρεμ‐ ποδίζοιτο. οθʹ. Ἐάν τις δαίμονα ἔχῃ, κληρικὸς μὴ γινέσθω, ἀλλὰ μηδὲ τοῖς πιστοῖς συνευχέσθω· καθαρισθεὶς δὲ προσδε‐ χέσθω, καὶ ἐὰν ᾖ ἄξιος, γινέσθω.
360 πʹ. Τὸν ἐξ ἐθνικοῦ προσελθόντα καὶ βαπτισθέντα ἢ ἐκ φαύλης διαγωγῆς οὐ δίκαιον παραυτὰ προχειρίζεσθαι εἰς ἐπισκοπὴν ἄδικον γὰρ τὸν μηδέπω πεῖραν ἐπιδειξάμενον ἑτέρων εἶναι διδάσκαλον, εἰ μή που κατὰ θείαν χάριν τοῦτο γένηται.
365παʹ. Εἴπομεν, ὅτι μὴ χρὴ ἐπίσκοπον καθεῖναι ἑαυτὸν εἰς
δημοσίας διοικήσεις, ἀλλὰ προσευκαιρεῖν ταῖς ἐκκλησιαστι‐ καῖς χρείαις· εἰ δὲ μὴ, ἀποτιθέσθω. «Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν» κατὰ τὴν κυριακὴν παρακέλευσιν. πβʹ. Οἰκέτας εἰς κλῆρον προχειρίζεσθαι ἄνευ τῆς τῶν
370δεσποτῶν γνώμης οὐκ ἐπιτρέπομεν ἐπὶ λύπῃ τῶν κεκτη‐ μένων· οἴκων γὰρ ἀνατροπὴν τὸ τοιοῦτο ἐργάζεται. Εἰ δέ ποτε καὶ ἄξιος φανείη οἰκέτης πρὸς χειροτονίαν βαθμοῦ, οἷος Ὀνήσιμος ὁ ἡμέτερος ἐφάνη, καὶ συγχωροῦσιν οἱ δεσπόται καὶ ἐλευθεροῦσιν καὶ τοῦ οἴκου ἑαυτῶν ἐξαποστέλ‐
375λουσιν, γινέσθω. πγʹ. Ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον στρατείαις παραμένοντα καὶ ἀμφότερα ποιεῖν βουλόμενον, κατέχειν ῥωμαϊκὴν ἀρχὴν καὶ ἱερατικὴν διοικεῖν, καθαιρεῖν χρή· «Τὰ γὰρ καίσαρος καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ».
380 πδʹ. Ὅστις ὑβρίσει βασιλέα ἢ ἄρχοντα παρὰ τὸ δίκαιον, τιμωρίαν τιννύτω· καὶ εἰ μὲν κληρικός, καθαιρείσθω, εἰ δὲ λαϊκός, ἀφοριζέσθω. πεʹ. Ἔστω δὲ ὑμῖν πᾶσι κληρικοῖς καὶ λαϊκοῖς βιβλία
σεβάσμια καὶ ἅγια τῆς μὲν παλαιᾶς διαθήκης Μωσέως
385πέντε· Ἰησοῦ δὲ τοῦ Ναυὴ ἕν, τῶν Κριτῶν ἕν, τῆς Ῥοὺθ ἕν, τῶν Βασιλειῶν τέσσαρα, Παραλειπομένων τῆς βίβλου τῶν ἡμερῶν δύο, Ἔσδρα δύο, Ἐσθὴρ ἕν, Ἰουδὶθ ἕν, Μακκα‐ βαίων τέσσαρα, Ἰὼβ ἓν, βίβλος Ψαλμῶν ἑκατὸν πεντήκοντα καὶ ἑνός, Σολομῶντος βιβλία πέντε· Προφῆται δέκα ἕξ·
390ἔξωθεν ὑμῖν προσιστορείσθω μανθάνειν ὑμῶν τοὺς νέους τὰς Σοφίας τοῦ πολυμαθοῦς Σιράχ. Ἡμέτερα δέ, τοῦτ’ ἔστι τῆς καινῆς διαθήκης, Εὐαγγέλια μὲν τέσσαρα, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν εἴπομεν, Ματθαίου, Μάρκου, Λουκᾶ, Ἰωάννου· Παύλου ἐπιστολαὶ δεκατέσσαρες, Ἰακώβου μία,
395Ἰωάννου τρεῖς, Ἰούδα μία, Πέτρου δύο, Κλήμεντος δύο, καὶ αἱ Διαταγαὶ ὑμῖν τοῖς ἐπισκόποις δι’ ἐμοῦ Κλήμεντος ἐν ὀκτὼ βιβλίοις προσπεφωνημέναι, ἃς οὐ χρὴ δημοσιεύειν ἐπὶ πάντων διὰ τὰ ἐν αὐταῖς μυστικά· καὶ αἱ Πράξεις ἡμῶν τῶν ἀποστόλων.

8

.

48

Ταῦτα καὶ περὶ κανόνων ὑμῖν διατετάχθω παρ’ ἡμῶν, ὦ ἐπίσκοποι. Ὑμεῖς δὲ ἐμμένοντες μὲν αὐτοῖς σωθήσεσθε καὶ εἰρήνην ἕξετε· ἀπειθοῦντες δὲ κολασθήσεσθε καὶ πόλεμον μετ’ ἀλλήλων ἀΐδιον ἕξετε, δίκην τῆς ἀνηκοΐας
5τὴν προσήκουσαν τιννῦντες. Θεὸς δὲ ὁ μόνος ἀγέννητος καὶ τῶν ὅλων διὰ Χριστοῦ ποιητὴς πάντας ὑμᾶς διὰ τῆς
εἰρήνης ἐν Πνεύματι ἁγίῳ ἑνώσει, καταρτίσει εἰς πᾶν ἔργον ἀγαθὸν ἀτρέπτους, ἀμέμπτους, ἀνεγκλήτους, καταξιώσει τε τῆς αἰωνίου ζωῆς σὺν ἡμῖν διὰ τῆς μεσιτείας τοῦ ἠγαπημένου
10Παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, δι’ οὗ ἡ δόξα αὐτῷ τῷ ἐπὶ πάντων Θεῷ καὶ Πατρὶ ἐν ἁγίῳ Πνεύματι τῷ παρακλήτῳ νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων· ἀμήν.